Κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου τὰ πλείω πρὸς Σαβῖνον ἀποτείνεται καταλιπὼν τὸν Ἱπποκράτην, καὶ τοῦτο μὲν, ὡς ἔοικεν, ἐν ἁπάσῃ ποιεῖ τῇ πραγματείᾳ. καίτοι πρὸς τοὺς Ἱπποκράτους ἀφορισμοὺς ἐπιγράφει αὐτὴν, οὐ πρὸς τὰς Σαβίνου ἐξηγήσεις, εἶτα φλυαρεῖ πολλὰ, καθάπερ ἔθος αὐτῷ, λῆρόν τινα ῥημάτων ἀσαφῶν συντιθεὶς, ὧν εἰ μὲν ἐλέγχειν τις ἐπιχειροῖ, φθάσει πληρώσας βιβλίον μέγιστον, πρὶν ἅψασθαι δόξῃ, συγχωρῶν οὐ λελέχθαι πάντα. γράφοντα μὲν οὖν δυσδιάθετον καὶ τοῦτο, μᾶλλον δ’ ἄπορον ἐσχάτως. ἐν μέντοι τοῖς αὐτοσχεδίοις λόγοις, οὓς πολλάκις ἐποιησάμεθα, παρόντων ἀνδρῶν πεπαιδευμένων ἐπιδέδεικταί τις ἡμῖν εὐπορία, καθ’ ὁμοιότητα τῶν εἰς τοὺς παλαιοὺς ἐξηγήσεων εὑρεθεῖσα· καθάπερ γὰρ ἐκείνων τὸ προβληθὲν βιβλίον ἐν ταῖς δημοσίοις ἐπιδείξεσιν ἐξηγούμεθα. * * * * εἰ δὲ ὁ μεθοδικὸς φαίη λεληθότως φυσικευόμενος, ὅτι μὴ ἀλαζὼν μηδὲ μεγαληγόρος, μηδ’ εἰς μέσον φέρω τὴν ἄνωθεν ῥίζαν τοῦ κεκρυμμένου δόγματος, δύο εἶναι τὰ  σώματος πάθη. τῷ γὰρ κατὰ φύσιν συνεστῶτι δύο ἂν ἐφεδρεύσειαν τροπαὶ καὶ μεταβολαὶ ἀλλήλαις ἐναντίαι, ἢ συναγομένου πλείω ἢ χεομένου βίᾳ, διανοητὰ ἂν δοκοίη λέγειν, οὐ μὲν διαφυσικευομένοις τοῖς φιλοσόφοις καὶ περὶ τῆς τῶν ὅλων ὕλης διειλεγμένοις, ἀλλ’ ἰατροῖς φυσικοῖς. αὕτη μέν σοι μία ῥῆσίς ἐστι τῶν θαυμαστῶν Ἰουλιανοῦ λόγων, οἷς ἀποχωρῶν ὧν ὁ Ἀσκληπιάδης καὶ Θεμίσων καὶ Θεσσαλὸς ἔθεντο στοιχεῖα, ἐπὶ τοὺς προειρημένους ἥκει φιλοσόφους ἀναιροῦντας ἐκ τοῦδε τοῦ κόσμου παντάπασι τὸ κενόν. ἑτέρα δ’ ἐφεξῆς αὐτῆς ἥδε· ἀλλ’ ἐπιχωρήσειν καὶ μήτ’ ἐκείνης κατάσχοιμ’ αὐτὸ λοιπὸν τῆς γλώττης, ὡς μὴ εἴποιμι. τί γὰρ ἂν ἐμοὶ τόδε; ἢ ὅτι ταῖσδε ταῖς τροπαῖς, ὥσπερ ἠκολούθησεν ἡ τῶν στοιχείων γένεσις, οὕτω καὶ θερμοῦ φύσις καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. ἐκείνων γὰρ πρώτων τῶν γόνων ἔγγονα ποιήματα ἂν εἴη. ὅρα πῶς ἐν ὑψηλοτάτοις θρόνοις καὶ μετεωροτάτοις καθημένη ἡ μέθοδος ἐλάνθανεν, ἣν ὑπὸ ἐπιεικείας καὶ μετριότητος βουλόμενος λανθάνειν. ἐν οὐρανῷ ἔδειξα καὶ ἐξεκάλυψα μόνος καὶ πρῶτος ἐπισκοτοῦν νέφος παραγαγὼν καὶ ἐλευθερώσας. ταῦτ’ οὖν ὁ Ἰουλιανὸς λέγει καὶ τούτων ἑξῆς. ἄλλο τι μὴ νῦν ξυμφεροίμην Ἐπικούρῳ οὐχ ἑλόμενος αὐτοῦ τὰ στοιχεῖα, οὐχ ἑνώσαντι τὴν οὐσίαν. ἐν μὲν δὴ τῷ περὶ τῆς μεθόδου ταῦτά τε καὶ ἄλλα πολλὰ γέγραπται, τὸ βιβλίον ὅλον Ἰουλιανοῦ ἐπιγράφοντος Φίλωνα. δι’ ἄλλου δ’ αὖθις, ἐν ᾧ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν παθῶν ὁ λόγος ἐστὶν αὐτῷ, γράφει ταυτί· σύμμετρον μὲν δὴ κατάστασιν καὶ μεμετρημένην συναγωγῆς τε καὶ χύσεως ὑποστησάμενοι ἐπὶ τῶν ἀνθρωπείων συγκριμάτων, ὄνομα αὐτῇ ἐθέμεθα ὑγείαν. ἥδε δὲ ἡ μεσότης ὑπὸ τῶν νόσων ἐπιβουλευθεῖσα ἐξ ἀνάγκης πάσχει τὰ σώματα συναγόμενα καὶ σκληρυνόμενα καὶ ξηρότερα γιγνόμενα ἢ χεόμενα καὶ μαλακυνόμενα καὶ ὑγραινόμενα. Αὗται μὲν οὖν αἱ ῥήσεις τοῦ λαμπροτάτου σοφιστοῦ, Ζήνωνι καὶ Ἀριστοτέλει καὶ Πλάτωνι τοὺς μεθοδικοὺς ἰατροὺς ἕπεσθαι φάσκοντος. ἡμεῖς δ’ αὖθις ἀναμνήσομεν αὐτῶν ὡς ἕκαστος τούτων τῶν φιλοσόφων ἅμα πολλοῖς τοῖς μετ’ αὐτὸν εὐκρασίαν μὲν ἡγεῖται τὴν ὑγείαν εἶναι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. νοσήματα δὲ γίγνεσθαι τὰ γοῦν κατὰ δίαιταν ὑπερβάλλοντος ἑκάστου τῶν εἰρημένων ἢ ἐλλεί ποντος, εἶναι δὲ καὶ χυμοὺς ἐν τῷ σώματι, τοὺς μὲν ὑγροὺς καὶ ξηροὺς κατὰ δύναμιν, ἐνίους δὲ θερμοὺς ἢ ψυχροὺς ἀναλογίζοντας νοσήμασιν. οὕτω Πλάτων ἅμα τοῖς ὑπ’ αὐτοῦ πᾶσιν, οὕτως Ἀριστοτέλης ἅμα τοῖς ἐκ τοῦ περιπάτου, οὕτω Ζήνων καὶ Χρύσιππος ἅμα τοῖς ἄλλοις στωϊκοῖς ἐγίνωσκον. Ἰουλιανὸς δ’ οὐδ’ ἀνέγνω τι βιβλίον ὧν εἶπον ἀνδρῶν, οὔθ’ ὅλως ἀκολούθου καὶ μαχομένου σύνεσιν ἔχει, πάντως γὰρ ἂν ᾔσθετο τῇ μὲν ἀναιρούσῃ τὸ κενὸν αἱρέσει ταῦθ’ ἑπόμενα, τοῦθ’ ὑπάρχειν εἰπούσῃ συμμετρίαν μέν τινα πόρων εἶναι τὴν ὑγείαν. ἐν στεγνώσει δὲ καὶ ῥύσει τῶν δι’ αὐτὸ φερομένων συνίστασθαι τὰ κατὰ διαίτην νοσήματα. πότερον οὖν Ἀριστοτέλους καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων περιπατητικῶν τε καὶ στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς φλέγμα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσήματα τέτταρα ὑπάρχειν φασὶν, ὥσπερ καὶ τὰ στοιχεῖα τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν. ἢ τοῦτο μὲν ὡς ἂν οὐχ ἓν ἢ δύο βιβλία πληρῶσαι δυνάμενον, ἀλλὰ καὶ τρία καὶ τέτταρα καὶ πλείω παραλιπεῖν ἄμεινον, ἀρκεσθῆναι δὲ μόνον τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις. εἰς οὓς ἅμεινον τοῦτο πρᾶξαι καὶ μὴ συναδολεσχεῖν τὰ πάντα ληρώδει σοφιστῇ. τοσοῦτον μόνον εἰπὼν ὑπὲρ τῶν ἐκ τοῦ περιπάτου τε καὶ τῆς στοᾶς τῶν φιλοσόφων ἀπαλλάξομεν. οὐδὲν ἂν εὑροῖς οὔτ’ Ἀριστοτέλους οὔτε Θεοφράστου βιβλίον, ἐν ᾧ περὶ νοσημάτων ἀναγκασθέντες εἰπεῖν τι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ μνημονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ μέμνηνται καὶ σὺν αὐτοῖς πολλάκις ἑκατέρας τῆς χολῆς, μελαίνης τε καὶ ξανθῆς, οὐκ ὀλιγάκις δὲ καὶ φλέγματος, οἵ γε τὰς διαφορὰς αὐτῶν διέρχονται, τὸ μὲν ὀξὺ, τὸ δ’ ἁλμυρὸν ἢ ἁλυκὸν, ἄλλο δὲ γλυκὺ προσαγορεύοντες. οὐ μὴν οὐδὲ Χρύσιππος ἑτέρως, ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσημάτων καὶ περὶ τῶν χυμῶν διαλέγεται. εἴ τις ἐθέλοι μόνων τῶν εἰρημένων τριῶν ἀνδρῶν ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων δ’ οὕτως τις ὥσπερ Ἰουλιανὸς ἐπὶ τῆς Ἀλεξανδρείας ἐσχόλαζεν. ἐὰν δὲ καὶ τῶν ἄλλων τῶν στωϊκῶν ἢ περιπατητικῶν ἑκάστου ἐκλέγειν τὰς ῥήσεις, ὅλην βιβλιοθήκην πληρώσει· ἀλλ’ ὥσπερ ἔφην, ἐάσας τούτους, ἀρκεσθήσομαι μόνον τοῦ Πλάτωνος ῥήσεσιν, ἑπομένου κατὰ πάντα τοῖς τοῦ Ἱπποκράτους δόγμασιν. οὐ μὴν οὐδὲ παρὰ τούτων τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ’ ἐξ ἑνὸς ἀρκεσθησόμενος μόνου τοῦ Τιμαίου περιγράφομαι ταῦτα. τὸ δὲ τῶν νόσων ὃ ξυνίσταται, δῆλόν που καὶ παντί. τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς καὶ ὕδατός τε καὶ πυρὸς καὶ ἀέρος, τούτων ἡ παρὰ τὴν φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γινομένη. πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνει καὶ πάνθ’ ὅσα τοιαῦτα, εἰ στάσεις  καὶ νόσους παρέχει. παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου, θερμαίνειεν ὅσα ἄν περ πρότερον ψύχηται. ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίνεται νοτερὰ καὶ κοῦφα δὴ καὶ βαρέα καὶ πάσας πάντη μεταβολὰς δέχεται. ἐν ταύτῃ μὲν οὖν τῇ ῥήσει σαφῶς ὁ Πλάτων ἀκολουθεῖ τῷ Ἱπποκράτει κατὰ πρῶτα στοιχεῖα καὶ τὰς ποιότητας αὐτῶν. ἐν δὲ τοῖς μετὰ ταῦτα καὶ τοὺς χυμούς πως αἰτιώμενος τῶν νοσημάτων ὡδί πως φησί· τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μὲν, καταποικίλλει δὲ τὸ σῶμα, λεύκας, ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήματα ἀποτῖκτον. μετὰ δὲ χολῆς μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύμενον καὶ ξυνταράττον αὐτὰς, καθ’ ὕπνου μὲν ἐὸν πρᾳότερον, ἐγρηγορόσι δὲ ἐπιτιθέμενον δυσαπαλλακτότερον· νόσημα δ’ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται. καὶ ταύτῃ γε τῇ ῥήσει πάλιν ἐπιφέρον ἑτέραν φησί· φλέγμα δ’ ὀξὺ καὶ ἁλμυρὸν, πηγὴ πάντων νοσημάτων ὅσα γίνεται καταῤῥοικὰ, διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας, παντοῖα ὀνόματα εἴληφεν. οὕτω μὲν οὖν ὁ Πλάτων περὶ τοῦ φλέγ ματος ἀπεφήνατο καὶ σὺν αὐτῷ μελαίνης χολῆς. ἐφεξῆς δ’ ἄκουσον ἃ λέγει περὶ τῆς ξανθῆς· ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα. λαμβάνουσα μὲν οὖν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει φυσήματα ζέουσα, καθειργνυμένη δὲ ἐντὸς πυρίκαυστα νοσήματα πολλὰ ἐμποιεῖ. μέγιστον δ’ ὅταν αἵματι καθαρῷ συγκερασθεῖσα τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν εἰς αἷμα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ μήτε διὰ θερμότητα, ὡς ὑγρὸν ἐκ μανοῦ τοῦ σώματος ἐκρέοι, μήτ’ αὖ πυκνότερον δυσκίνητον ὂν μόγις ἀντιστρέφοιτο ἐν ταῖς φλεψί. καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν, ἃς ὅταν τις καὶ τεθνεότος αἵματος ἐν ψύχει τε ὄντος πρὸς ἀλλήλας ξυναγάγοι, διαχεῖται πᾶν τὸ λοιπὸν αἷμα. ἐαθεῖσαι δὲ παχὺ μετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους ξυμπηγνύασι. ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι, χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερμὴ καὶ ὑγρὰ, κατ’ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα, πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν. πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει. πλεῖον δ’ ἐπιῤῥέουσα, τῇ παρ’ αὐτῆς θερμότητι κρατήσασα, τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσωσε. καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ μυελοῦ διαπεράσασα γένος, καίουσα ἔλυσε τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσματα, μεθήκε δὲ ἐλευθέραν. ὅταν δὲ ἐλάττων ᾖ, τό τε σῶμα ἀντίσχῃ τηκόμενον, αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶμα ἐξέπεσεν ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω ξυνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώματος ἐκπίπτουσα, διαῤῥοίας καὶ δυσεντερίας καὶ τὰ τοιαῦτα νοσήματα πάντα παρέχετο. ταυτὶ μὲν οὖν ἐν μόνῳ τῷ Τιμαίῳ Πλάτων εἶπεν ἑπόμενος Ἱπποκράτει· τὰ δὲ τῶν ἄλλων αὐτοῦ βιβλίων εἴ τις ἐκλέγοι, πάντα δόξει μιμεῖσθαι μακρολογίας ἕνεκα τὸν Ἰουλιανόν. ἔτι δὲ δὴ μᾶλλον εἰ τὰ παρὰ Θεοφράστου καὶ Ἀριστοτέλους καὶ Χρυσίππου καὶ πᾶσι τοῖς περιπατητικοῖς τε καὶ στωϊκοῖς εἰρημένα, περὶ θερμοῦ καὶ ὑγροῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ χολῆς καὶ φλέγματος, ὑγείας τε καὶ νόσου παραγράφῃ σύμπαντα. καὶ γὰρ νῦν ἡγοῦμαι ἤδη τινὰς μέμφεσθαι τοῦ μήκους ἡμῖν τῶν λόγων εἰς ἔλεγχον ἀναισθήτου σοφιστοῦ συγκειμένων. ὃς γὰρ οὐκ ὤκνησεν, ὦ Ζεῦ καὶ θεοὶ, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ζήνωνα καὶ τοὺς ἀπ’ αὐτῶν φιλοσόφους ἐπαινεῖν, ἐξελέγχειν δὲ τὰ περὶ τῶν τοῦ σώματος στοιχείων ὑφ’ Ἱπποκράτους εἰρημένα, τί ἂν ἐπὶ τῶν πάντων ὁ τοιοῦτος εἰπεῖν αἰδεσθῇ; ἢ ταῦτα μὲν ἀφείσθω.