Ὥσπερ δὲ τὰ περὶ τοῦ πυρὸς ἀμαθῶς εἴρηται τῷ Λύκῳ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον κἀπειδὰν φάμενος τριχῶς ἐννοεῖσθαι τὸ πολὺ θερμὸν, ἕκαστον τῶν σημαινομένων ἐπεξέρχεται. τὸ μὲν γάρ τι κατὰ τὴν οὐσίαν φησὶν ἐννοεῖσθαι τὸ πολὺ θερμὸν, τὸ δὲ τι κατὰ τὴν ἐπίστασιν τῆς ποιότητος, τὸ δέ τι κατὰ τὴν ἰσχὺν τῆς οἰκείας ἐνεργείας.  ἀλλ’ οὐδὲ κατὰ τὴν οὐσίαν εἶναι τοῖς αὐξανομένοις πολὺ θερμὸν ἐπὶ σμι κρῷ γε τῷ τοῦ σώματος ὄγκῳ οὔτε κατὰ τὴν τῆς ποιότητος αὔξησιν, οὐ γὰρ φαίνεται θερμότερον τῶν ἀκμαζόντων. ἐν μὲν δὴ τῇ τῶν οἰκείων ἔργων ἰσχύϊ συγχωρεῖ μὲν ὑπερέχειν τὸ τῶν αὐξανομένων θερμὸν, ἀλλ’ οὐ κυρίως λέγεσθαι. ἔστι μὲν οὖν ἡ ῥῆσις αὐτοῦ, δι’ ἧς ταῦτα δηλώσει, μεγίστη. ἀλλ’ ἐγώ μοι δοκῶ, καθάπερ ἐπὶ τῆς προγεγραμμένης ἔπραξα, καὶ νῦν οὕτω ποιήσειν. οὖσαν γὰρ κἀκείνην μακροτάτην οὐχ ὅλην ἔγραψα, μόνον δὲ τὸ ἐπικαιρότατον αὐτῆς ἐξέλεξα. γιγνέσθω τοίνυν κἀπὶ ταύτης οὕτως καὶ γραφέσθω τὸ χρησιμώτατον εἰς τὸ προκείμενον μέρος αὐτῆς. ὁ μὲν ἕτερος οὖν μοι τῶν λόγων καὶ δὴ πέρας ἔχει, ἐπὶ δὲ τὸν λοιπὸν ἂν ἀφικοίμην, δύο γὰρ δήπου μεμνῆσθαί μου προθεμένας εὐθὺς ἐπιζητήσεις ἐν ἀρχῇ, μίαν μὲν τὴν εἰ ὀρθῶς προσέθηκεν Ἱπποκράτης τὸ ἔμφυτον, ἄλλην δὲ εἰ ὀρθῶς εἶπε, πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμόν. τῆς δ’ ἑτέρας οὖν ζητήσεως ἐκτετελεσμένης, ἐπὶ ταύτην οὖν λοιπὸν τραποίμην καὶ ἐπιχειρήσαιμι ἀνασκοπεῖσθαι, εἰ ὀρθῶς λέλεκται, πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμόν. κατὰ δὴ τὸ ἐξετάζειν ἕτερον θερμὸν, τριττὰ τυγχάνει ὄντα τὰ ἐπιζητήσεως δεόμενα καὶ μάλα πολὺ κεχωρισμένα ἀλλήλων. ἓν μὲν τί ποτέ ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερμὸν, ἕτερον δὲ τί ποτέ ἐστιν ἄλλο ἄλλου θερμότερον, καὶ τρίτον τί ποτέ ἐστιν ἄλλο ἄλλου θερμὸν ἰσχυρότερον. εἰ μὲν οὖν τύχῃ τις ἐρόμενος ῾μᾶς ποῖόν τί ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερμὸν, τὸ ἀνάλογον ὀφείλομεν ἀποκρίνεσθαι ὡς καὶ πρὸς τὸν ἕτερον ἐρόμενον ποῖόν τί ἐστιν ἕτερον ἑτέρου ὑγρὸν πλεῖον ἀποκρινοίμεθα. ὥσπερ γὰρ ἐνταῦθα πρῶτον τὸ ἐπερώτημα πρὸς τὸ εἰρημένον ἐστὶν, οὐκέτι ἄλλο τι ὀρθῶς ἀποκρίνεσθαι ἀλλ’ ἢ μόνον τοῦτο τὸ τῇ οὐσίᾳ ὑπερβάλλειν πλεῖον, ἀμέλει ὑγρὸν ἄν τις εἴποι τὸν ἀμφορέα τοῦ ἡμίσεως. οὕτω δὲ κἀπὶ τοῦ θερμοῦ, εἰ τὴν αὐτήν τις ἐρώτησιν ἐρωτοίη ταύτην, ποῖόν ἐστι πλέον τοῦ ἑτέρου θερμὸν, οὐκ ἂν ἄλλο τι ὀρθῶς ἀποκρινοίμεθα ἢ τὸ τῇ οὐσίᾳ πλέον διὰ τὸ οὐσίας ὑπάρχειν πλεῖον δηλονότι καὶ παρήκειν τόπῳ πλείονι. καὶ οὐδὲν ἄν γε κωλύσει ταὐτὸν καὶ πλεῖον εἶναι θερμὸν καὶ ἐπ’ ἔλαττον θερμὸν, ὥσπερ γε καὶ τὸ πλεῖον τῇ οὐσίᾳ ὑγρὸν, δύναιτ’ ἂν ἐπ’ ἔλαττον εἶναι κεχυμένον. πρὸς μὲν οὖν τό γε ἐπερώτημα τοῦτο ὀρθῶς ἄν τις ἀπεκρίνατο· πρὸς δ’ αὖ ἐκεῖνο τὸ ποῖόν ἐστιν ἕτερον ἑτέρου θερμότερον ἀποκρίνασθαι ὀρθῶς ἐστι τὸ κατὰ τὴν θάλψιν ἐπιτεταμένον μᾶλλον, κἂν ἐπὶ οὐσίας ἐλάττονος τύχῃ ὂν. ὥσπερ γε πρὸς τὸν ἐρόμενον ὁποῖόν τί ἐστιν ἕτερον ἑτέρου λευκότερον ἔστιν ἀποκρίνασθαι ὀρθῶς τὸ ἐπιτεταμένον μᾶλλον κατὰ τὴν ποιότητα τὴν λευκήν. κατὰ γοῦν τοῦτο κἂν ἐν βραχεῖ ὄγκῳ τύχῃ οὖσα χιὼν, λευκοτέραν τις φαίη αὐτὴν εἶναι οὑτινοσοῦν ἄλλου λευκοῦ, ὥσπερ γε καὶ πρὸς τὸν ἐρόμενον ποῖόν ἐστι τὸ ἕτερον ἑτέρου ὑγρότερον ἀποκρίνασθαι ἔστιν ὀρθῶς τὸ μᾶλλον κεχυμένον, οἷον τὸ ὕδωρ τοῦ μέλιτος καὶ τῆς πίττης, κἂν τὸ μὲν ὕδωρ ἐν πάνυ βραχείᾳ οὐσίᾳ θεωρῆται, τὸ δὲ μέλι καὶ ἡ πίττα ἐν ὑπερβολῇ. οὕτω δὲ καὶ πρὸς τὸν περὶ θερμοῦ ἐρόμενον ποῖόν τί ἐστιν ἕτερον ἑτέρου θερμότερον ὀρθῶς ἔστιν ἀποκρίνασθαι τὸ μάλιστα ἐπιτεταμένον κατὰ τὴν θάλψιν, οἷον τὸ πῦρ οὐκ ἂν ἐπ’ ὀλίγης οὐσίας θεωρεῖται, ἕτερον δὲ τί που θερμὸν καὶ χλιαρὸν ἀντεξεταζόμενον τούτου τυγχάνον ἐπὶ πλείονος οὐσίας ὑπάρχον. πρὸς μὲν οὖν ταῦτα αἵδ’ ἀποκρίσεις εἰσὶ, πρὸς δὲ τὸν ἀναπυνθανόμενον, ποῖόν τί ἐστι τὸ ἕτερον τοῦ ἑτέρου ἰσχυρότερον θερμὸν οὐκέθ’ ὁμοία ταῖς πρόσθεν ἀπόκρισις. οὔτε γὰρ τὸ κατὰ θάλψιν ἐπιτεταμένον μᾶλλον ἀποκρινούμεθα οὔτε τὸ ἐπ’ οὐσίας θεωρούμενον πλείονος, ἀλλὰ τὸ κατὰ τὴν ἄνυσιν τοῦ ἔργου ὑπερβάλλον. συνίσταται δ’ ἂν ὅπερ λέγω οὕτως· ἔργα δήπου τὰ τοῦ θερμοῦ πολλά ἐστι. χεῖται γάρ τινα τούτῳ καὶ ἄλλα συνίστησι καὶ μεταβάλλει μάλα πολλὰ καὶ ὡς κατὰ μέρος εἰπεῖν ἐπὶ τῶν ἡμετέρων σωμάτων πέττει τὴν τροφὴν ἐν γαστρὶ καὶ τοῖς ἐντέροις καὶ εἰς τὸ σῶμα ἀνάγει τὴν κατεργασίαν καὶ πρὸς σῶμα ἀλλοιοῖ καὶ προσφύει τοῖς ἡμετέροις σώμασιν αὐτὴν, κατά γε τὴν θρέψιν καὶ τὴν αὔξησιν. ἔστιν οὖν ἰσχυρότερον ἕτερον ἑτέρου θερμὸν τὸ μᾶλλον παρέχεσθαι ταῦτα δυνησόμενον. τὸ δὲ τυγχάνον ὂν οὐχὶ πάντως, τὸ ἤτοι κατὰ τὴν ποιότητα ἐπιτεταμένον ἢ κατὰ τὴν οὐσίαν πλεῖον. πολλάκις γὰρ τὸ ἔλαττον τῇ οὐσίᾳ καὶ τὸ ἔλαττον τῇ θάλψει ἀνυσιμώτατον πρὸς τὸ ἔργον ἐστίν. ὡς γὰρ τὸ πρότερον εἴπομεν ἡμῖν πρὸς τὴν ἀπόδοσιν τῶν οἰκείων ἔργων, οὐ τὸ μάλιστα ἐπιτεταμένον ἐστὶν ἰσχυρότερον, ἀλλὰ τὸ μάλιστα σύμμετρον. ὡς τό γε ἐπιταθὲν κατ’ αὐτὴν τὴν θάλψιν, ἐνίοτε καὶ βλάβος τοῖς ἔργοις γίνεται, καί μοι τούτου πιστότατα ἱκανὰ, ἃ πρόσθεν ἡμῖν ἐγὼ διεξῆλθον περὶ τῆς ἰδιότητος τοῦ θερμοῦ λέγων. τούτων ὧδε ἐχόντων καὶ τριῶν ὄντων, ὥσπερ προείρηκα, τῶν ἐπιζητουμένων κατὰ τὸ ἀντεξετάζειν, ἕτερον πρὸς ἕτερον θερμὸν, ἐπειδὰν Ἱπποκράτης φησὶν ἐνταῦθα ἔχειν τὰ αὐξανόμενα τὸ θερμὸν πλεῖστον τὸ ἔμφυτον, τῶν τριῶν ἓν ἢ κυρίως χρώμενος ταύτῃ τῇ φωνῇ, ψεῦδός τε εἴρηκεν ἢ κακῶς κέχρηται τῇ φωνῇ καὶ ψεῦδός τι εἴρηκεν ἢ ἵνα ἀληθές τι δόξῃ εἰρηκέναι,  χρὴ γὰρ αὐτὸν οὐ καλῶς τῇ φωνῇ κεχρῆσθαι. εἰ μὲν γὰρ λέγει πλεῖστον εἶναι τὸ θερμὸν τοῖς αὐξανομένοις, οἷον κατὰ τὴν οὐσίαν, ὡς ἂν καὶ τὸ ὑγρόν τις φαίη πλεῖστον εἶναι τοῦ ἀμφορέως, οὐ τὸ διπλάσιον τούτου, τῇ μὲν φωνῇ ὀρθῶς δόξει κεχρῆσθαι, ψεῦδος δέ τι πολὺ ἀνάγκη ἐστὶν αὐτὸν εἰρηκέναι. οὐ γάρ ἐστι τῇ οὐσίᾳ τὸ ἐπὶ τῶν αὐξανομένων θερμὸν πλεῖστον, ὅτι οὐδὲ ὁ τοῦ σώματος ὄγκος μείζων ἐστὶν ἐπὶ τούτων ἢ ἐπὶ τῶν ἀκμαζόντων τε καὶ γερόντων. τὸ δ’ ἔμφυτον θερμὸν παντὶ παρεκτέταται τῷ σώματι. εἰ δ’ αὖ πλείονα λέγει τοῖς αὐξανομένοις καὶ ταύτην τὴν θάλψιν ἐπιτεταμένην ἴσως τούτου θερμοτέραν, ὡς ἂν καὶ φαίη τις βουλόμενος εἰπεῖν τὴν χιόνα λευκοτέραν εἶναι ἄλλου του τῶν λευκῶν, μὴ λευκοτέραν εἶναι αὐτὴν μηδὲ μᾶλλον λευκὴν, ἀλλὰ πλεῖον εἶναι τὸ λευκὸν τοῦδε λευκοῦ, κατ’ ἀμφότερα δόξει ἁμαρτάνειν Ἱπποκράτην, κατά τε τὸ μὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ἄλλως ψεῦδός τι λέγειν· κατὰ μὲν τὸ μὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ διαμαρτάνειν ἂν δοκοίη, ὅτι τὴν ἐπ’ οὐσίας πλείονος ταττομένην φωνὴν ταύτην ἔταξεν, ἐθέλων σημῆναι ποιότητα ἐπιτεταμένην μᾶλλον ὑπάρχειν τῇ θάλψει. ψεῦδος δέ τι ἂν δοκῇ εἰρηκέναι, ὅτι οὐ μάλιστα ἐπιτεταμένον τὸ θερμὸν τοῖς αὐξανομένοις κατὰ τὴν ποιότητα, οὐ δεόντως, θερμότερον ἐπὶ τῆσδε τῆς ἡλικίας τοῦ θερμοῦ ἢ ἐπ’ ἄλλης τινός. ὁ δὲ ἔφη εἶναι μάλιστα ἐπιτεταμένον ἐπὶ τῶν αὐξανομένων· ὅτι δὲ τοῦτο ψεῦδος τυγχάνει ὂν τὸ μάλιστα ἐπιτετάσθαι τοῖς αὐξανομένοις τὸ θερμὸν, ῥᾴδιόν ἐστι παντὶ ἐπιστῆσαι. οὐδὲν γὰρ ἂν εὑρέθη γνώρισμα κατὰ τὸ σῶμα ὑπάρχον ἐπὶ τῶν αὐξανομένων τῆς μάλιστα κατὰ τὴν θάλψιν ἐπιτάσεως τοῦ θερμοῦ. τὸ γὰρ εἰρημένον ὑπὸ τούτου ἐν τῷ περὶ φύσεως ἀνθρώπου συγγράμματι, εἰς τέκμαρσιν τοῦ πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν, ἠλίθιον παντελῶς. τῷ γὰρ πρώτῳ χρόνῳ θερμότερον ἀποφαίνειν εἶναι τὸν ἄνθρωπον, τεκμαιρόμενος τῇ αὐξήσει πλείστῃ τηνικαῦτα συντελουμένῃ. οὐ γὰρ ἂν πρὸς βίαν, φησὶ, καὶ παρὰ φύσιν ἀνεφέρετο ἡ τροφὴ πρὸς ἐναντίον τῷ αὐτῆς τῆς βάρει ἐν τῷ αὔξεσθαι τὸ σῶμα, εἰ μή τι ἰσχυρὸν τὸ ἐπαναγκάζον ᾖ. τῷ γὰρ τοιούτῳ οὐ τὸ μᾶλλον ἐπιτετάσθαι κατὰ τὴν θάλψιν τὸ θερμόν ἐστι γνώρισμα, ἀλλὰ τὸ ἰσχυρότερον εἶναι. τὸ δὲ ἰσχυρότερον, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, οὐ τοιοῦτον ἦν, οἷον τὸν μάλιστα ἐπιτεταμένον κατὰ αὐτοῦ ποιότητα, ἀλλὰ τὸ μάλιστα σύμμετρον πρὸς τὸ ἔργον· ὅτε δὴ οὖν ταῦτα ταύτῃ ἔχει, εἴπερ οὕτως λέγει Ἱπποκράτης, τὰ αὐξανόμενα τὸ θερμὸν ἔχει πλεῖστον τὸ ἔμφυτον, κατ’ ἀμφότερα διαμαρτάνει, κατά τε τὸ μὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ψεῦδός τι ἄλλως εἰρηκέναι· εἰ δ’ ὡς τὸ τρίτον εἶπον λέγει, πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν ἐν ἴσῳ τοῦ τε ἰσχυροτάτου πρὸς τὴν ἄνυσιν τοῦ ἔργου, ὅπερ γίνεται ἐκ τοῦ μάλιστα σύμμετρον εἶναι, οὐχὶ δέ γε ἐκ τοῦ ἤτοι τῇ οὐσίᾳ πλεῖον ὑπάρχειν ἢ αὐτῇ τῇ θάλψει ἐπιτετάσθαι μάλιστα. τῇ μὲν οὖν φωνῇ δοκοίη ἂν καλῶς κεχρῆσθαι, ὅτι πλεῖστον εἶπεν εἶναι τὸ θερμὸν, δέον φάναι ἰσχυρότατον, τὸ μέντοι εἰρημένον ὀρθῶς λελέχθαι δοκοίη ἄν. ὥσπερ γὰρ αἱ αὐξήσεις ὑπὸ τοῦ ἐμφύτου γίνονται θερμοῦ, ὥσπερ οὖν ἐρεῖ ὁ λόγος, ἀμήχανον καὶ ἀδύναντον μὴ ἰσχυρότατον εἶναι αὐτὸ ἐπὶ τῶν αὐξανομένων. καί μοι εἰς τοῦτο καλῶς ἂν εἴη λελεγμένον τὸ ἐκ τοῦ περὶ φύσεως ἀνθρώπου συγγράμματος. ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην ἰσχυρότατον ἔχειν τὸ θερμὸν αὐτῆς, οἵα καὶ ἡ τοῦ Λύκου ῥῆσις εἰς μῆκος μὲν ἐκτεταμένη, πλέον δὲ οὐδὲν ἑρμηνεύουσα τῶν ὑπ’ ἐμοῦ προειρημένων. εἰ μὲν γὰρ τῷ τῆς οὐσίας ὄγκῳ παραμετρῶν ὁ Ἱπποκράτης, πλέον ἔφησεν εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν ἁμαρτάνειν αὐτὸν οἴεται, μικροτέρου σαφῶς τοῖς παιδίοις ὑπάρχοντος τοῦ σώματος. εἰ δὲ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταμένον, πάλιν αὖ καὶ τούτου μάχεσθαί φησι τὸ φαινόμενον. εἰ δὲ τὸ κατὰ τὴν ἐνέργειαν ἰσχυρότερον, ἀληθὲς μέν τι λέγεσθαι συγχωρεῖ, κεχρῆσθαι δὲ οὐ καλῶς αὐτὸν ἀποφαίνει τῇ λέξει. χρῆναι γὰρ οὐ πλέον, ἀλλ’ ἰσχυρότερον ὡς πρὸς τὴν ἐνέργειαν εἰρῆσθαι τὸ τῶν αὐξανομένων θερμόν. Ἀλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν, οἶμαι, πρὸς αὐτὸν ἀπολογούμενος ὑπὲρ ὧν ἐπηρεάζει τὸν Ἱπποκράτην μὴ ταῦτα εἶναι μοχθηρὰ τὰ λεγόμενα. εὐθὺς οὖν τὸ κατὰ τὴν οὐσίαν πλέον θερμὸν, οὐχ ἁπλῶς κρίνεται τῷ τοῦ παντὸς ὄγκῳ σώματος, ἀλλ’ ὡς αὐτὸς ὁ Λύκος ἔλεγεν ἑτέρωθι, μέγιστον ἐγκέφαλον ἔχειν τὸν ἄνθρωπον οὐχ ἁπλῶς λαμβάνων τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τοῦ ζώου πρὸς τὸ ζῶον. ὥσπερ οὖν οὕτω σμικρὸν παιδίον ἐλέφαντος τοῦ μεγίστου μείζονα τὸν ἐγκέφαλον ἔχειν φησὶν, οὐ τῷ τοῦ σώματος ὄγκῳ μόνῳ προσέχων τὸν νοῦν, ἀλλὰ προστιθεὶς αὐτοῦ τὸ κατὰ τὴν ἀναλογίαν, οὕτω κἀπὶ τοῦ θερμοῦ σώματος ἐχρῆν πεποιηκέναι, σκεψάμενον ὁποῖόν τι τῶν ἐν ἡμῖν σωμάτων ἔμφυτον ὑπάρχει, τουτέστιν ἀρχέγονον. αὐτὸς γὰρ ἐπίσταται τοὔνομα καὶ γεγραμμένον ἐν τοῖς Ἱπποκρατείοις βιβλίοις καὶ συνημμένον ἐκεῖνο τὸ σῶμα τὸ ἐξ ἀρχῆς ὑπάρχον τοῖς γεννωμένοις, τουτέστιν ἐξ οὗ τὴν πρώτην ἔσχηκε γένεσιν. ἆρ’ οὖν ἄλλο τι τοῦτ’ ἐστὶ πλὴν καταμηνίου  καὶ σπέρματος; ἐγὼ μὲν οὐδὲν οἶδα τρίτον, ἀλλ’ ἐπεὶ περ ἡ τοῦ σώματος οὐσία τοῖς γεννωμένοις ἐκ τούτων ἐστὶ τῶν ἀρχῶν, ἡ μὲν ἀκριβῶς πρώτη σύστασις οὐκ ἐκ πλείστων ἂν εἶναι λέγοιτο τῶν εἰρημένων σωμάτων, ἀλλ’ ἐκ μόνων. καίτοι τί λέγω τὴν πρώτην ἀκριβῶς; εἰ γὰρ ἀναμνησθείημεν ὁποίαν τινὰ διηγήσατο τὴν ἑκταίαν γονὴν Ἱπποκράτης, εἰσόμεθα σαφῶς ἔτι διαμένον ἐν αὐτῇ τὸ ἔμφυτον σῶμα. πρὶν γὰρ ὀστοῦ τινα φύσιν ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου ἢ χόνδρου ἢ συνδέσμου ἐν τῷ κυήματι φαίνεσθαι, μόνον αὐτοῖς ὑπάρχει θερμὸν σῶμα τὸ ἔμφυτον. ἀδιάπλαστος γάρ τις σὰρξ μαλακὴ παραπλήσιος αἵματος θρόμβῳ διαδέχεται τὴν πρώτην τοῦ κυήματος ἰδέαν, ἐν αὐτῇ τινας ἔχουσαν, καθάπερ Ἱπποκράτης ὠνόμασεν, οἶον αἱμάλωπας ἐκ τῆς τοῦ σπέρματος οὐσίας, τῆς ἐν αὐτῇ λευκότητος ὑπαρχούσης, ὕστερον δ’ ἐκ πολλῆς τῆς ἀλλοιώσεως συνεχῶς γιγνομένης, ὀστοῦ τις ὑπογραφὴ καὶ χόνδρου καὶ συνδέσμου καὶ νεύρου καὶ ἀρτηρίας καὶ φλεβὸς ἀποτελεῖται, καθ’ ὃν ἤδη χρόνον μένον ἔτι τὸ ἔμφυτον θερμὸν σῶμα τοῖς κυουμένοις ἐστὶν, ἀλλὰ πλεῖστον ἀεί τε καὶ μᾶλλόν ἐστιν ὅσον αὔξεται τὰ κυούμενα. τὸ μὲν ἔμφυτον αὐτῶν σῶμα θερμὸν, ὅπερ ἦν αἷμα καὶ σπέρμα μεῖον γίγνεται. ποικιλία δὲ ἐπικτήτων προσγίνεται σωμάτων. οὐδὲν γὰρ τῶν εἰρημένων τοῖς ζώοις ἔμφυτόν ἐστιν, ἀλλ’ ἐπίκτητα πάντα καὶ εἴπερ ὅλον τ’ ἦν γενέσθαι ποτε ζῶον ὄστινον ἢ νεύρινον, ἐφθείρετ’ ἂν οὕτως τὸ ἔμφυτον θερμόν. ἀλλὰ τοῦτο μὲν ἀδύνατον, ἐπικρατεῖν δὲ τὴν τῶν ὀστῶν καὶ χόνδρων καὶ συνδέσμων καὶ νεύρων καὶ ἀρτηριῶν οὐσίαν ἐγχωρεῖ. τὰ γοῦν εἰς ἔσχατον γῆρας ἀφι κόμενα τῶν ζώων ἐλαχίστην ἔχοντα τὴν αἱματώδη φύσιν ὀλίγου δεῖν, ἐξ ὀστῶν μόνων καὶ νεύρων, ὑμένων τε καὶ συνδέσμων, ἀρτηριῶν τε καὶ φλεβῶν καὶ χόνδρων σύγκειται. ἐκ γὰρ μὲν ὅλων τῶν τοῦ ζώου μορίων ἡ μόνη σὰρξ αἱματώδης ἐστὶν, ἣν ἐλαχίστην ἔχει τὰ γεγηρακότα, καὶ ταύτην ὀλίγαιμόν τε καὶ σκληράν. τῶν δ’ ἄλλων τῶν εἰρημένων μορίων οὐδὲν αἱματῶδες ὑπάρχει. οὔκουν ἁπλῶς χρὴ τῷ τῆς οὐσίας ὄγκῳ μετρεῖν τὸ ποσὸν τοῦ συμφύτου σώματος, ὅπερ ἐπὶ τῆς δραστικωτάτης τῶν ἐν αὐτῷ ποιοτήτων ἔμφυτον ὠνόμασται θερμὸν, ἀλλὰ παραβάλλοντας τοῖς οὐκ ἐμφύτοις σκοπεῖσθαι τὴν ἀναλογίαν. ὡς γὰρ ἐν τῷ βαλανείῳ πολὺν ἀτμὸν ἢ νὴ Δία καπνὸν ἤ τι τοιοῦτον ἕτερον εἶναί φαμεν, οὐ πρὸς τὸ μέγεθος ἀναφέροντες ἁπλῶς τῶν οἰκιῶν, ἀλλὰ πρὸς τὸν οἰκεῖον ἀέρα τοῦ βαλανείου, οὕτως καὶ κατὰ τὸν ἄνθρωπον ἐροῦμεν ἤτοι πλείστην εἶναι τὴν οὐσίαν ἢ ὀλίγην τοῦ ἐμφύτου θερμοῦ, παραβάλλοντες τοῖς οὐκ ἐμφύτοις σώμασιν. αἱματωδέστατα γὰρ ἅπαντα ἔχει τὸ βρέφος, ἄχρι καὶ τοῖς ὀστοῖς ἐμφαίνεσθαί τι τοιοῦτον. ἔμπαλιν δὲ οἱ γέροντες ἀναιμότατα πάντ’ ἔχουσιν ἄχρι τῶν σαρκῶν· καὶ γὰρ ταύταις ἐλάχιστον αἵματος ὑπάρχει. ἀλλ’ ἢν ἔμφυτον σῶμα θερμὸν τὸ αἷμα περαίνοιτ’ ἂν οὖν ἐκ τῶνδε πλεῖστον μὲν εἶναι τὸ ἔμφυτον θερμὸν σῶμα τοῖς αὐξανομένοις, ἐλάχιστον δὲ τοῖς γεγηρακόσιν. οὕτως δὲ καὶ τὸ σπέρμα συγκείμενον ἔκ τε τῆς ὀῤῥώδους ὑγρότητος καὶ τοῦ πνεύματος τοῦ κατ’ αὐτὴν, ἐλάχιστον μὲν ἐν τοῖς γεγηρακόσι, πλεῖστον δ’ ἐστὶν ἐν τοῖς τῶν αὐξανομένων σώμασι, καὶ τούτων μάλιστα ἐν τοῖς νεωτάτοις, ὡς ἐν τοῖς περὶ σπέρματος ὑπομνήμασιν ἀπεδείξαμεν. εἰ γοῦν ἀπορήσεις, εἰ ῥᾳδίως ἀναλίσκεται καὶ διαῤῥεῖ τὸ σῶμα τῶν αὐξανομένων; καὶ μὴν ἐπὶ γε τῶν ἄλλων οὐκ ἀγνοεῖς ὕδωρ μὲν θερμὸν ἢ ἔλαιον ἤ τι τῶν οὕτως ὑγρῶν ἐλαχίστῳ διαφορούμενον ὅλον. οὔτε γὰρ γῆν οὔτε λίθον οὔτ’ ἄλλο τῶν ψυχρῶν φύσει καὶ ξηρῶν. δύο μὲν γάρ εἰσιν ἐν ἅπασι τοῖς οὖσιν ἐπιτηδειόταται ποιότητες εἰς διαφόρησιν, ὑγρότης καὶ θερμότης, δύο δὲ ἔμπαλιν εἰς διαμονὴν, ξηρότης καὶ ψυχρότης, ὥστ’ οὐδὲν θαυμαστὸν, εἰ τὰ μὲν τῶν παιδίων σώματα διά τε τὴν ὑγρότητα καὶ θερμότητα ῥᾳδίως διαπνεῖται, τὰ δὲ τῶν γερόντων οὐ ῥᾳδίως ὑπὸ ξηρότητος καὶ ψύξεως πεπηγυῖαν ἐχόντων τὴν οὐσίαν δὲ ὥστ’, ὦ βέλτιστε Λύκε, περὶ ὧν ἐχρῆν ἐπιτιμηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν οὖν ἐφάνης ἕν τι τῶν πρώτων μαθημάτων, ὃ μηδεὶς τῶν εἰσηγμένων νομίμως ἀγνοεῖ. πολλὴν μὲν γὰρ οὐσίαν ἁπλῆν ὁ τοῦ σώματος ὄγκος κρίνει, σύνθετον δὲ ἐκ διαφερόντων ὑπάρχουσαν ἡ τῶν μιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων. οὕτω γοῦν καὶ μιγνύντες οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὔθ’ ἕτερον, ὅταν εἰς συμμετρίαν κράσεως ἥκωσιν. ἔμπληκτος δ’ οὐδεὶς οὕτως ἐστὶν, ὡς ἐμβαλὼν εἰς οἴνου πίθον ὕδατος κοτύλην πλεῖον εἷναι λέγει ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ μικρὸν ποτήριον, ὅταν οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων, ὁ μὲν εἶς ὕδατος, οἱ δὲ δύο ὑπάρχουσιν οἴνου. Λύκος δὲ, ὡς οἶμαι, καὶ τὴν τετραφάρμακον ὀνομαζομένην δύναμιν, ἐκ κηροῦ καὶ στέατος καὶ πίττης καὶ ῥητίνης, ἴσων ἁπάντων συντεθειμένων, οὐ φήσει πλείονα μὲν πίτταν ἔχειν, ἐὰν διπλασίαν τις ἐμβάλλῃ τῶν ἄλλων, ἀλλὰ κἀνταῦθα ἐπισκέψασθαι, πότερον πίθος ὅλος ἐστὶ μεστὸς τῆς τετραφαρμάκου δυνάμεως ἢ μικρόν τι λεκάριον, εἴτα τὸν πίθον ἐρεῖ πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ μὲν ἐξ ἴσων ἦν τῶν τεττάρων, ἡ πίττα δὲ ὑπάρχει διπλασία τῶν ἅλλων ἐν τῷ λεκαρίῳ. εἴπερ οὖν ἅπαντα τὰ τοιαῦτα ἁμαρτήματα  τῶν ἄλλων μὴ δυναμένων ἐστὶ διακρῖναι τὸ κατ’ ἀναλογίαν καὶ μίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν μέτρον ἁπλῶς οὕτω λεγομένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον ἐφ’ ὃν ὁ Λύκος ἐνεκάλεσεν Ἱπποκράτει· ἥ τε γὰρ οὐσία τοῦ ἐμφύτου θερμοῦ πλείστη τοῖς αὐξανομένοις ἐστὶν, ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως, ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες, ὥσπερ γε τῷ καὶ αἱ δυνάμεις. οὕτω γοῦν κἂν εἰς τὴν τετραφάρμακον ἐμβάλῃς πλέονα τῆς τῶν ἄλλων ἀναλογίας τὴν πίτταν, οὐ τὴν οὐσίαν μόνον αὐτῆς, ἀλλὰ καὶ τὴν ποιότητα καὶ τὴν δύναμιν ἐρεῖς ἐνδεῖξαι πλείονα καὶ διὰ τοῦτο καὶ τὸ ὑγρὸν ὅπερ ἂν τῆς πίττης ηὐξῆσθαι. δῆλον οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σημαινόμενα τὰ πρὸς τοῦ Λύκου γεγραμμένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ τὴν τετραφάρμακον εἶναι τό τ’ ἔμφυτον θερμὸν τοῖς ζώοις. ἔτι δὲ μᾶλλον ἐφ’ ὧν οὐ κέκραται δι’ ὅλων ἀλλήλων ὅλα τὰ μιγνύμενα, κατάδηλόν ἐστι κατὰ τοὺς τρεῖς τρόπους, οὓς ὁ Λύκος εἶπεν, ἕτερον ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ τοῦδε τοῦ φαρμάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται μὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθμῷ, δύναιτό τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάμενον ἀναμίξαι τοῖς ἄλλοις ἴσοις, οἷον εἰ τύχοι τὴν ἀριστολοχίαν. ἀληθὲς οὖν ἐστι κατὰ τὴν αὐτῶν μίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλεῖόν ἐστι καὶ κρατεῖ τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ βαλανείου τις εἴποι, μὴ μόνον ἔχοντος ἐν αὐτῷ τὸν εὔκρατον ἀέρα, προσειληφότα δὲ τι καὶ καπνοῦ καὶ ἀτμοῦ. δύναται γὰρ ἐκ τούτων ποτὲ μὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ δὲ ὁ ἀτμὸς, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου. τὸ δ’ ἁπλῶς οὐ τῷ πλείονι κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν λέγομεν, ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι καὶ τὴν ἀπ’ αὐτῆς ἐνέργειαν ἀναγκαῖόν ἐστιν ὑποκείσθω γοῦν εἶναι τὴν οὐσίαν τοῦ καπνοῦ πλείονα τῆς τῶν ἄλλων δυοῖν, ὀρθῶς ἐρεῖς τηνικαῦτα καὶ τὴν ποιότητα τοῦ καπνοῦ τῆς τῶν ἄλλων ποιότητος εἶναι πλείονα καὶ τὴν ἐνέργειαν. ὁμολογούμενον δὲ οὐ πλείονα γίγνεσθαι ποιότητα ποιότητος, ἀλλὰ σφοδροτέραν, ὥσπερ γε καὶ ἀμυδροτέραν, οὐκ ἐλάττω, παμπόλλης οὕσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν ὅλῳ τῷ βιβλίῳ καὶ κατὰ πάσας τὰς τέχνας. καὶ τί δεῖ τῶν ἄλλων μνημονεύειν ἔχοντας ἐναργῶς τοῦ λόγου μαρτύριον ἐπ’ αὐτῶν τῶν πυρετῶν, οὓς ὁσημέραι πάντες ποτὲ μὲν μείζονας ἢ ἐλάττονας ἀλλήλων γεγονέναι φασὶ, ποτὲ δὲ ἔλαττον ἢ πλέον πυρέττειν, τὸν δὲ τοῦδε κατὰ τὸν αὐτὸν χθὲς ἢ σήμερον. οὕτως οὖν ὑποκειμένου λέγεσθαι τοῦ κατὰ τὴν ποιότητα πλέονος οὐδὲν θαυμαστὸν, ἐν ᾧ βαλανείῳ πλείων ἐστὶν οὐσία καπνοῦ καὶ τὴν ποιότητα φάναι γεγονέναι πλείονα καὶ τὴν ἐνέργειαν, εἰ μὲν κυρίως ὀνομάζομεν ἰσχυράν τε καὶ σφοδροτέραν, εἰ δὲ καταχρώμενοι μείζονά τε καὶ πλείονα. δήξεται γὰρ δηλονότι τοὺς ὀφθαλμοὺς ὁ καπνὸς εἰς ὅσον αὐξάνεται καὶ τὴν οὐσίαν, ὥστ’ ἀεὶ ταῖς οὐσίαις συναυξανομένων τῶν οἰκείων αὐταῖς ποιοτήτων καὶ τῶν ἐνεργειῶν, ἀληθῶς ἂν εἴποι τις ἐν τῷ τοιούτῳ βαλανείῳ πλεῖστον εἶναι τὸν καπνόν. ὑποκείσθω δὲ πάλιν, ὡς ἐλέγομεν, ἀτμοῦ τε καὶ καπνοῦ κατὰ τὸ βαλανεῖον ὑπάρχειν, ἡ δ’ οἰκεία τοῦ ἀέρος οὐσία, πλείστη κατὰ τὴν ἀναλογίαν οὖσά τε καὶ γιγνομένη τοῦ τοῖς ζώοις ἐμφύτου θερμοῦ λεχθήσεται γὰρ καὶ νῦν ἐν τῷ βαλανείῳ πλεῖστον εἶναι τὸ οἰκεῖον θερμόν. ἆρ οὖν ἀποδεῖ τι τούτου τὸ καὶ τοὺς ἐν τῷ ζώῳ χυμοὺς, ἐξ ὧν ἀτμιζόντων ἡ προσπίπτουσα θερμασία τοῖς ἁπτομένοις ἔξωθέν ἐστιν; ἄλλη μὲν γὰρ ἀπὸ τοῦ αἵματος ἀνάπτεται θερμότης, ἄλλη δὲ ἀπὸ τοῦ φλέγματος, ἄλλη δὲ ἀπὸ τῆς ξανθῆς ἢ μελαίνης χολῆς. ἐπὶ μὲν οὖν τῶν παιδίων ἡ οὐσία τοῦ αἵματος πλείστη κατὰ τὴν τῆς μίξεως ἀναλογίαν. τούτου γὰρ ἀναμιμνήσκειν ἀεὶ δεῖ, καθάπερ ὑπὸ ληθάργου κατεχομένους, τοὺς τὰ τοιαῦτα ληροῦντας ὁποῖα Λύκος ἔγραψεν, ἥ τε συναυξανομένη ποιότης οὖσα χρηστὴ καὶ φίλιος, οὐκ ἀνιαρὰ καὶ δακνώδης τοῖς ἁπτομένοις, ἤ τ’ ἐνέργεια, καθ’ ἣν αἱ πέψεις οὐ κνισώδεις γίνονται οὐδ’ ὀξώδεις ὡς ἐπὶ φλέγματος. κατὰ πάντας οὖν τοὺς τρόπους, ὦ γενναιότατε Λύκε, τοῖς αὐξανομένοις πλέον ἐστὶ τὸ ἔμφυτον θερμὸν, ὥστ’ οὐδὲν Ἱπποκράτης ἥμαρτεν, ἀλλὰ σὺ μᾶλλον ἐξηλέγχθης ἐπηρεάζων. ἐνεδείξω γὰρ ἐξ ὧν ἔγραψας οὐδ’ ὅλως εἰσηγμένος ὑπὸ διδασκάλων τῶν Ἱπποκρατείων ἐπαΐειν τι δογμάτων ἐγκαλῶν τε προφανῶς οἷς οὐδ’ ὅλως οἶσθα, τήν τ’ ἀντιλογίαν ἀμαθεστάτην ποιούμενος ἐφωράθης, τὴν δι’ αὐτῆς ἀνατρέπειν ἐγχειρῶν ἁπάσης τέχνης σύστασιν, ἀγνοῶν δὲ ἃ περὶ τούτων ἔγραψε Πλάτων πολλάκις ἐναντία λέγεις σαυτῷ, λυμαινόμενος τοῖς νέοις, ὅσοι καθάπερ σὺ λογικῆς θεωρίας ἀγυμνάστως ἔχοντες ἀγνοοῦσι διακρίνειν ἀληθεῖς λόχους ψευδῶν. ἐφ’ ἅπασι δὲ τούτοις τολμηρότατός τε ἅμα καὶ φλύαρος ὤφθης, ἐπιχειρήσας γράφειν ἐξηγήσεις τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων ἄνευ τοῦ μεμαθηκέναι πρότερον αὐτά.