Ἵνα δὲ τοῖς μὲν ὑπ’ ἐκείνου λεγομένοις, ὑπ’ ἐμοῦ δὲ μέλλουσι πρὸς αὐτὰ ῥηθῆναι, ῥᾷον ἀκολουθήσωσιν οἱ δικάσοντες ἡμῖν, ἀναγκαῖον ἔσται μοι βραχέα προειπεῖν. ὅτι μέν ἐστι θερμὸν ἐν ἡμῖν ἐναργῶς ἅπασι φαίνεται, πότερα δ’ ἐκ κινήσεως τοῦτο τῆς κατὰ τὴν καρδίαν καὶ τὰς ἀρτηρίας ἔχει τὴν γένεσιν ἢ καθάπερ αὐτὸ τὸ κινεῖσθαι τῇ καρδίᾳ σύμφυτον ὑπάρχει, τὸν αὐτὸν τρόπον καὶ ἡ θερμασία, διαπεφώνηται τοῖς ἰατροῖς. ἀλλ’ ὅστις γε βούλεται μαθεῖν ἐπιστημονικῶς, ἀρχὰς τοῖς ζώοις ἅπασι γενέσεως εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ἓν ἔχει βιβλίον ὑπ’ ἐμοῦ γεγραμμένον, ἐν ᾧ τὴν Ἱπποκράτους γνώμην ἐξηγοῦμαι καὶ ἀποδεικνύω. τοῦτο μὲν δὴ τὸ βιβλίον ἐπιγέγραπται περὶ τῶν καθ’ Ἱπποκράτους στοιχείων. ἕτερα δὲ ἐφεξῆς ἐστιν αὐτοῦ τὰ περὶ κράσεων, ἐν οἷς δείκνυμι τίνα μὲν τῶν σωμάτων πλείονα μοῖραν ἐν ἑαυτοῖς ἔχει τοῦ θερμοῦ στοιχείου, τίνα δ’ ἐλάττονα. καὶ ὡς διὰ τοῦτ’ αὐτὸ τὰ μὲν θερμότερα φύσει, τὰ δὲ ψυχρότερα γέγονεν. ἅπασι γὰρ ἡμῖν ὑπάρχει τὸ θερμὸν στοιχεῖον ἔμφυ τον ἐκ πρώτης ἀρχῆς, ἣν ἐκ σπέρματός τε καὶ καταμηνίου κεκτήμεθα. διαφέρομεν δ’ ἀλλήλων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον εἶναι θερμοί· ἀλλ’ εἰσὶ γέ τινες ὅροι τούτου τοῦ πλάτους, ὧν ἐπέκεινα τῆς κράσεως ἐξικομένης ἤτοι νοσεῖν ἡμῖν ἀναγκαῖόν ἐστιν ἢ διαφθείρεσθαι. καὶ γὰρ ἐπὶ πλέον ψυχθέντες ἐν νοσήματι ψυχρῷ καθιστάμεθα καὶ θερμανθέντες ἔξω τοῦ κατὰ τὴν ὑγείαν πλάτους εἰς πυρετὸν ἀγόμεθα. καὶ τοίνυν καὶ τῶν πυρετῶν αὐτῶν ἔνιοι μὲν ἀκριβῶς εἰσι ξηροὶ, καθάπερ οἱ ἀκριβῶς καῦσοι, τινὲς δὲ ἐσχάτως ὑγροὶ, καθάπερ οἱ τυφώδεις ὀνομαζόμενοι. εἰ δ’ οὐ χαίρει τις τοῖς οὕτω καλουμένοις ἢ κατ’ ἄλλου πράγματος ἐπιφέρειν εἴθισται τὰς εἰρημένας προσηγορίας, ἐγὼ τούτῳ τῷ λόγῳ διηγήσομαι τοὺς ὑγροὺς πυρετοὺς ὁποίους εἶναί φημι. ἱδροῦσι μὲν οἱ κάμνοντες ἀπὸ πρώτης ἡμέρας, ἐν δ’ αὐτοῖς ἱδρῶσιν ἢ μετρίως ἢ οὐδὲν ὀνινάμενοι, τούτους ὑγροὺς ἐγὼ τοὺς πυρετοὺς ὀνομάζω, ξηροὺς δὲ ἔμπαλιν ἐκείνους καλῶ τῶν πυρετῶν, οἷς δίψα σφοδρὰ καὶ γλῶττα ξηρὰ καὶ δέρμα σκληρὸν οἷόν περ βύρσα καὶ πολὺς αὐχμὸς ἐν ἅπαντι τῷ σώματι. καὶ μὴν καὶ ἕτεροί τινές εἰσι πυρετοὶ τὴν διαπνοὴν ὅλου τοῦ σώματος ἔχοντες ἀνιαρὰν τοῖς ἁπτομένοις, ὡς νύττεσθαί τε καὶ δάκνεσθαι δοκεῖν, διχῶς καὶ τούτου γινομένου, ποτὲ μὲν ἀερώδους ξηροῦ τοῦ προσπίπτοντος ἡμῖν, ἔστι δ’ ὅτε ὑγροῦ πως φαινομένου, καθάπερ ἀτμοῦ τινος. τοιαύταις ἰδέαις ἀλλήλων διαφέρουσι καὶ  τῶν ὑγιαινόντων αὐτῶν αἱ κράσεις, ἃς δὴ καὶ δυσκράτους εἶναί φαμεν, ἐπανορθούμεθά τε καθ’ ὅσον οἷόν τε τὴν φυσικὴν δυσκρασίαν αὐτῶν. ἔστι γὰρ καὶ τοῦτο μόριον οὐ σμικρὸν τῆς ὑγιεινῆς τέχνης. ὅσα δὲ εὔκρατα φύσει τῶν σωμάτων ἐστὶν, οὐδὲν τοιοῦτον ἁπτομένοις ἐμφαίνει. σύμμετρα γὰρ ἀκριβῶς ἐστιν, ὡς μηδὲν ἐνδεῖν αὐτοῖς τὸ θερμὸν, οἷα γέρουσιν ἢ τοῖς ἐψυγμένοις, μήθ’ ὑπερβάλλειν, ὡς τοῖς ἀμετρότερον πονήσασιν ἢ διατρίψασιν ἐπὶ πλεῖον ἐν ἡλίῳ θερινῷ. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ τὸ δάκνον ἢ ἀνιαρὸν ἡ τούτων ἔχει θερμασία. σαφηνείας δὲ ἕνεκα τῶν λεγομένων οὐδὲν ἂν εἴη χεῖρον ἀναμνησθῆναί σε βαλανείων, ἐν οἷς ἓν μέν ἐστι δήπου τὸ τῶν εὐκράτων εἶδος, αἱ δυσκρασίαι δὲ πολλαί. μία μὲν γὰρ δυσκρασία βαλανείου, ψυχροτέρου τῆς χρείας ὑπάρχοντος, ἑτέρα δὲ εἰ μέχρι τοῦ λυπεῖν ἤδη θερμανθείη, τρίτη δ’ ἄλλη καθ’ ἣν οὔθ’ ὡς ψυχρότερον οὔθ’ ὡς θερμότερον αἰτιώμενοι πλῆρες ἀτμοῦ φαμεν ὑπάρχειν καὶ κατὰ τοῦτο μεμφόμεθα. τίς γὰρ οὐκ οἶδεν, εἴ γε ὅλως ἄνθρωπός ἐστιν, ὡς εὔκρατόν ἐστι μὲν ὕδωρ πολλάκις, ἔστι δ’ ὁμοίως αὐτῷ ὁ καὶ ἀὴρ καὶ ἀτμός. οὕτω γοῦν καὶ λίθος εὔκρατος ἐν αὐτοῖς τοῖς βαλανείοις γίγνεται, καθ’ οὗ κυλινδεῖσθαι δυνατὸν, οὕτε θερμασίαν ὑπερβάλλουσαν οὔτε ψύξιν αἰτιώμενον, οὔτ’ αὐχμὸν ἢ πλῆθος ὑγρότητος. ὥσπερ οὖν ἐν ὕδατι καὶ λίθῳ καὶ ἀέρι σύμμετρος γίγνεται θερμότης, οὕτως καὶ κατὰ τὸν ἀτμὸν, ὃς ἐπειδὰν εὔκρατος ὢν ἐμπλήσει τὸ βαλανεῖον, οἱ λουόμενοι δυσχεραίνουσι μὲν καὶ μέμφονται τὸ τοιοῦτον λουτρὸν, ψυχρότερον δὲ ἢ θερμότερον οὐκ ὀνομάζουσιν, ὡς εἴ γε καὶ τοιοῦτόν τι ποιεῖ, διττὴν ποιοῦνται τὴν κατηγορίαν τοῦ βαλανείου, ψυχρὸν εἶναι φάσκοντες αὐτὸ καὶ μεστὸν ἀτμοῦ, καθάπερ γε καὶ θερμὸν αὖθις ἀμέτρως σὺν ἀτμῷ δαψι λεῖ. μὴ τοίνυν ἐπιλανθανώμεθα τούτων μηδὲ τὰ κοινῇ πᾶσιν ἀνθρώποις γιγνωσκόμενα διαφθείρωμεν ὑπὸ περιττῆς σοφίας, ἣν ἐπιδείκνυνταί τινες, ἀλλὰ μεμνημένοι τῶν βαλανείων, ἐπειδὰν ἀκούσωμέν τινος ἐπὶ ζώου λέγοντος, ὡς ἔστι τούτου μὲν εὔκρατον τὸ θερμὸν, τούτου δὲ δύσκρατον, οὐκ ἐπ’ ἄλλο τι μεταφέρωμεν τὴν διάνοιαν, ἀλλ’ ἐφ’ ὅπερ ἅπαντες οἱ τὰς κοινὰς ἐννοίας διασώζοντες ἄνθρωποι, καθ’ ἑκάστην ἡμέραν ἐν ἄλλοις τε πολλοῖς καὶ μέντοι γε καὶ τοῖς βαλανείοις ὧν ἐμνημόνευσα. θερμὸν γοῦν εἷναί φασι τὸ βαλανεῖον καὶ ψυχρὸν, εἶτ’ αὖθις ἀτμοῦ πλῆρες ἢ ξηρὸν καὶ αὐχμῶδες καὶ ἑκάστῳ τῶν ὀνομάτων ἴδιόν τι δηλοῦντες πρᾶγμα. πρὸς τοίνυν τοῖς εἰρημένοις ἕτερόν τι βαλανεῖόν ἐστι καπνοῦ πλῆρες καὶ ναὶ μὰ Δία γε τούτου πολυειδεστάτου. ἕτερος μὲν ὁ ἐκ δρυίνων ξύλων, ἕτερος δὲ ὁ ἐκ συκίνων ἢ ἐλαΐνων ἐστὶ καὶ καθ’ ἕκαστόν γε δένδρον ἄλλος καὶ ἄλλος. ἀλλ’ οὐδέπω δέομαι τῶν κατὰ μέρος διαφορῶν. ἀρκεῖ γάρ μοι τήν γε πρώτην ὅλον γε τὸ γένος τοῦτο μιᾷ κλήσει καὶ νοήσει περιλαμβάνοντι καπνώδη τὸν ἀέρα φάναι τοῦ βαλανείου, μηδ’ ἐνταῦθα μεμφόμενον αὐτοῦ θερμασίαν ἢ ψύξιν ἢ ὥσπερ γε μεμφόμενον αὖθις, εἰ οὕτως ἔτυχε κατ’ ἄμφω, καὶ ὡς θερμὸν τὸ βαλανεῖον καὶ ὡς καπνῶδες. ἐάσης οὖν ἤδη τὰ βαλανεῖα τῶν καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς οἰκίαις ἡμῖν συμβαινόντων ἀναμνήσθητί μοι, ποτὲ μὲν ὑγρότητα τῶν οἰκίων ἐν οἷς ἔσμεν, ἔστι δ’ ὅτε ἄμετρον ψύξιν ἢ θερμότητα μεμφόμεθα, πότερα μὲν οὖν ὁμοίως μεμφόμεθα τὸν κατὰ τὸν οἶκον ἀέρα τοῖς ὑπὸ κύνα καύμασι, κἀπειδὰν καπνοῦ πληρωθῇ, ἢ κἀνταῦθα ὥσπερ ἐν ταῖς βαλανείοις ἔστιν ὅτε κατὰ μὲν τὴν θερμασίαν διαλλάττουσιν οὐδὲν, ἔστι δ’ αὐτῶν ὁ μὲν αὐτὸ δὴ τοῦτο μόνον, ἀὴρ θερμὸς, ὁ δὲ σὺν τούτῳ καπνώδης, εἶτα ὁ μέν γε θερμὸς ἀὴρ οὐδέποτε προκαλεῖται δάκρυον, τῷ καπνώδει δ’ ἀεὶ ὑπάρχει τοῦτο κἂν μετρίως θερμὸς ᾖ, ὥστε ἐναργῶς ἐνταῦθα κατάδηλόν ἐστι τὸ δακνῶδες θερμὸν οὐ τῷ μᾶλλον θερμαίνειν, ἀλλ’ ἑτέρῳ τινὶ διαλλάττον. ἐγγυτάτῳ γοῦν φλογὸς μεγίστης ἀκάπνου στάντες θερμαινόμεθα οὕτω πολλάκις, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, δάκνεται δ’ οὐδεὶς οὐδὲ δακρύει τοὺς ὀφθαλμοὺς ὡς ἀπὸ καπνοῦ. θαυμαστὸν οὖν εἴ τις ἐπὶ καπνοῦ καὶ φλογὸς αἰσθάνεται τῆς διαφορᾶς, ἐπὶ δὲ τῶν ἡμετέρων σωμάτων ἀναίσθητός ἐστιν ἐνίοτε μὲν ἰσχυροτάτης θερμασίας οἷον φλογὸς, ἐνίοτε δὲ ἀνιαρᾶς καὶ δακνώδους οἷόν περ καπνοῦ. θαυμάζω δὲ οὐδὲν ἧττον, εἰ μὴ συγχωρεῖ τὰς κατὰ τὸ θερμὸν ἐν τοῖς ζώοις δυσκρασίας ἀνάλογον ἔχειν ταῖς κατὰ τὰ βαλανεῖα καὶ τὰς οἰκίας· ὡς οὖν ἐν ταῖς οἰκίαις ἄλλος μὲν ἀήρ ἐστιν οἴκου καπνώδους, ἄλλος δὲ ἁπλῶς θερμοῦ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἕτερος τούτων ἐναργῶς ἐστὶν ἐν ᾧ πλῆθός ἐστι καιομένων λύχνων ἢ δᾳδὸς ἅμα λιγνύσι, καὶ τοίνυν καὶ καλοῦμεν, ὥσπερ τὸν ἕτερον ἀέρα καπνώδη, λιγνυώδη τοῦτο, ἐξ ὑπεροπτήσεως ὕλης γενόμενον. ἡ γάρ τοι λιγνὺς ταύτῃ τοῦ καπνοῦ διενήνοχε, καίτοι γε ἀμφοῖν περιττωμάτων ὑπαρχόντων φλογὸς, ὅτι ἡ λιγνύς ἐστι μὲν κατωπτημένης ὕλης γεώδης ἀναθυμίασις, καπνὸς δὲ οὔθ’ ὑπερωπτημένης οὔτε γεώδης, ἀλλ’ ἡμικαύστου τε καὶ συμμιγοῦς ἔξ ὑγρᾶς καὶ γεώδους οὐσίας. ὅστις οὖν ἐπαιδεύθη νομίμως ἐν Ἱπποκρατείοις δόγμασιν, ἔμαθεν οὗτος ὡς τῆς ὀνομαζομένης ἤδη συνήθως ἅπασι τοῖς ἰατροῖς ἀδήλου  διαπνοῆς, ἣν διαπνεῖται τὰ σώματα, τὸ μὲν τοιοῦτόν ἐστιν οἷον ἀτμὸς, ἕτερον δὲ οἷον ἀὴρ ξηρὸς, ἕτερον δὲ σὺν αἰσθηταῖς ὑγρότησιν ἐκπῖπτον. λείπει τινά. Αὕτη μὲν ἡ ῥῆσίς ἐστι τῶν ὑπὸ τοῦ Λύκου γεγραμμένων εἰς κατασκευὴν τοῦ μηδὲν διαφέρειν ἕτερον ἑτέρου θερμὸν οὐκ ἀναμένουσα τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ ἑαυτὴν καταβάλλουσα. τί γάρ δὴ καί φησι; τὸ θερμὸν ᾗ νενόηται θερμὸν, οὐδεμίαν ἔχει παραλλαγὴν πρὸς ἕτερον θερμόν. εἰ μὲν οὖν οὐδὲν ἐν τῷ λόγῳ σημαίνει τὸ ᾗ νενόηται θερμὸν, ἐξαιρείσθω τελέως αὐτοῦ. σημαίνων δ’ ἔτι σαφῶς ἐνδείκνυται ταύτῃ μὲν μὴ διαφέρειν τὸ θερμὸν τοῦ θερμοῦ, καθ’ ἕτερον δέ τι διαφέρειν. εἰ μὲν γὰρ οὐδαμῇ διαφέρει, περιττῶς πρόσκειται τὸ ᾗ· εἰ δὲ ἄλλῃ μέν πη διαφέρει, ταύτῃ δ’ οὐ διαφέρει, καθ’ ὃ διαφέρει, κατὰ τοῦτο νοείσθωσαν αἱ διαφοραὶ. ὡς εἴ γε. καθ’ ὃ λέγεται μόνον ἕκαστον σκοποῖτο, πάντων τῶν πραγμάτων ἀναιρήσεις τὰς διαφοράς. τὸ ζῶον ᾗ νενόηται ζῶον οὐδὲν ἑτέρου διαφέρει ζώου. τὸ φυτὸν ᾗ νενόηται φυτὸν, οὐδὲν ἑτέρου διαφέρει φυτοῦ. τὸ δένδρον ᾗ νενόηται δένδρον, οὐδὲν ἑτέρου διαφέρει δένδρου. ἆρ’ οὐκ εἰσὶ τοῦ ζώου διαφοραὶ, τὸ πτηνὸν καὶ πεζὸν καὶ νηκτὸν καὶ τὸ ἔνυδρον καὶ ἐγγεῖον καὶ ἀέριον ἢ τὸ θνητὸν καὶ ἀθάνατον ἢ τὸ λογικὸν καὶ ἄλογον ἢ τὸ ἥμερον καὶ τὸ ἄγριον ἢ τὸ δειλὸν καὶ ἄλκιμον ἢ τῶν ἄλλων ὧν ἴσμεν ἕκαστον. τί γὰρ δεῖ μακρολογεῖν; οὕτω τῶν φυτῶν τὸ μὲν δένδρον, τὸ δὲ θάμνος, τὸ δὲ ἄκανθα, τὸ δὲ πόα, τὸ δὲ φρύγανον, ἢ τῶν πάντων, καθ’ ὃ νενόηται ζῶα μηδεμίαν ἐχόντων διαφορὰν, ὅμως καὶ ταύτας ἁπάσας ἃς εἴρηκε καὶ πρὸς ταύτας ἑτέρας οὐκ ὀλίγας ἀληθῶς ἄν τις εἴποι ζώου διαφοράς; οὕτως δὲ κἀπὶ τῶν φυτῶν. οὐ γὰρ φυτόν γε φυτοῦ διενήνοχε τῷ τὸ μὲν εἶναι λογικὸν αὐτῶν τὸ δὲ ἄλογον, οὔτε τὸ πτηνὸν ἢ πεζὸν, οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων οὐδεμία διαφορά. καθάπερ οὐδὲ ζῶον ζώου διαφέρει τῷ τὸ μὲν εἶναι θάμνος, τὸ δὲ ἄκανθα, τὸ δὲ δένδρον, τὸ δὲ πόα, τὸ δὲ φρύγανον, τὸ δὲ κέδρος, ἀλλ’ ἐν τῷ γένει τῶν φυτῶν ἡ τοιαύτη τομή. ἀλλὰ καὶ νοσημάτων διαφορὰς αὐτὸς ὁ Λύκος γράφει παμπόλλας, καίτοι γε οὐδὲν διαφέρει νόσημα νοσήματος ᾗ νόσημά ἐστιν, ὥσπερ οὐδὲ σύμπτωμα συμπτώματος ᾗ σύμπτωμά ἐστιν, ἀλλ’ ὅμως καὶ τὰς τούτων διαφορὰς ὁ Λύκος ἐπιχειρεῖ γράφειν, ὥσπερ γε καὶ τὰς τῆς πλευρίτιδος, ἑκάστου τε τῶν ἄλλων νοσημάτων. καίτοι γε πλευρῖτις πλευρίτιδος ᾗ πλευρῖτίς ἐστιν οὐδὲν διαφέρει, ἀλλ’ ὅμως ἡ μέν τις εἰς τὴν κλεῖν ἔχει περαινομένην τὴν ὀδύνην, ἡ δ’ εἰς τὸ ὑποχόνδριον. οὕτω δὲ καὶ μετὰ μὲν τοῦ κεχρῶσθαι τὸ πτύελον ἡ ἑτέρα τῶν πλευριτίδων, ἑτέρα δ’ ἐναντία τῇδε καλουμένη πρὸς ἐνίων ἄπτυστος, ἄλλαι τε πολλαὶ διαφοραὶ, καθ’ ἃς ὑπαλλάττεσθαι συμβαίνει καὶ τὴν θεραπείαν. ἀλλὰ ἐὰν καὶ ταύτας τῶν πυρετῶν αὐτῶν τὰς διαφορὰς ὁ Λύκος ἐκδιδάσκειν πειρᾶται. καίτοι εἴτε κατὰ πλεονεξίαν θερμασίας ἡ γένεσις αὐτοῖς ἐστιν, εἴτε κατὰ τὸ δακνῶδες τῆς ποιότητος, οὐδεμία γενήσεται διαφορὰ πυρετοῦ πρὸς πυρετὸν ᾗ πυρετός ἐστιν. οὕτως οὖν ἀπαίδευτον ἐρωτᾷ λόγον ὁ Λύκος, ὥστε οὐκ αἰσθάνεται τὰς τέχνας ἁπάσας ἀναιρῶν. ἐν γάρ τοι τῇ γνώσει τῶν διαφορῶν ἑκάστου τῶν ὄντων αἱ τέχναι συνίστανται. καὶ τοῦτο ἐπὶ πλεῖστον μὲν κἀν τῷ Φιλήβῳ διῆλθεν ὁ Πλάτων εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος· ἐφύλαξε δ’ αὐτοῦ τὴν γνώμην Ἀριστοτέλης καὶ Θεόφραστος, Χρύσιππός τε καὶ Μνησίθεος καὶ οὐδεὶς ὅστις οὐ διῆλθεν ἐν τῷ περὶ τέχνης γράμματι τὸν αὐτὸν λόγον. ἔστι δ’ ἡ μὲν πρώτη ῥῆσις ὑπὲρ τῆς κατὰ τὰς τέχνας συστάσεως τοῦ Πλάτωνος εἰρημένον τοιάδε. Σωκράτης. φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου. Πρώταρχος. τί μήν; Σωκράτης. καὶ οὐδὲν ἑτέρων γε τούτων ἐσμέν πω σοφοὶ, οὔθ’ ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ’ ὅτι τὸ ἓν, ἀλλ’ ὅτι πόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτ’ ἔστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν; Πρώταρχος. ἀληθέστατα. Σωκράτης. καὶ μὴν καὶ τὸν μουσικὸν, ὃ τυγχάνει ποιοῦν, τοῦτ’ ἔστι ταὐτόν. Πρώταρχος. πῶς; Σωκράτης. φωνὴ μέν που τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ μία μὲν αὐτῇ. Πρώταρχος. πῶς δὲ οὔ; Σωκράτης. δύο δὲ θῶμεν βαρὺ καὶ ὀξὺ καὶ τρίτονον ὁμότονον, ἢ πῶς; Πρώταρχος. οὕτως. Σωκράτης. ἀλλ’ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς δὲ, ὥς γε ἔπος εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ. Πρώταρχος. οὐ γὰρ οὖν. Σωκράτης. ἀλλ’ ὦ φίλε ἐπειδὰν λάβῃς τά τε διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς, ὀξύτητός τε περὶ καὶ βαρύτητος καὶ ὁποῖα καὶ τοὺς ὅρους τῶν διαστημάτων καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἕν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δι’ ἀριθμῶν μετρηθέντα, δεῖν αὐτά φησι ῥυθ μοὺς καὶ  μέτρα ἐπονομάζειν καὶ ἅμα ἐννοεῖν, ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς πολλῶν σκοπεῖν. ὅταν γὰρ αὐτὰ ταῦτά τε λάβῃς οὕτως, τότε ἐγένου σοφός. ὅταν δ’ ἄλλων τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τούτου γέγονας. ἤρκει μὲν οὖν καὶ ταῦτα παρὰ Πλάτωνος ἀκοῦσαι τοῖς ἔχουσι νοῦν ἀκροαταῖς εἰς ἔνδειξιν ἁπασῶν τεχνῶν συστάσεως. οὐ γὰρ οἷόν τε γενέσθαι τεχνικὸν οὐδὲ περὶ ἑνὸς ἄνευ τοῦ γνῶναι τὰς αὐτῶν διαφορὰς, ἀλλ’ οὐδὲν χεῖρον ὥσπερ ὁ Πλάτων αὐτὸς οὐκ ἠρκέσθη τῷ κεφαλαίῳ τῷ λόγῳ μόνῳ, παραδείγματα δὲ σαφηνείας ἕνεκεν προσέθηκε, τὴν γραμματικήν τε καὶ μουσικὴν, οὕτως καὶ ἡμᾶς ἓν ἔτι προσθεῖναι παράδειγμα, τέχνης μὲν γραφικῆς, ὕλης δ’ ὑποκειμένης αὐτῇ χρωμάτων. ἔξεστι γὰρ δήπου λέγειν κἀνταῦθα τὸ χρῶμα τοῦ χρώματος, ᾗ χρῶμά ἐστιν, οὐδὲν διαφέρει, καὶ κατὰ τοῦτ’ ἀναιρεῖν ἁπάσας τὰς ἐν αὐτοῖς διαφορὰς, ὅπερ ἀμέλει καὶ ὁ Πλάτων αὐτὸς ἐν ἀρχῇ τοῦ Φιλήβου δεδήλωκε. διαιρουμένῳ γὰρ τῷ Σωκράτει τὰς ἡδονὰς, ὁ διαλεγόμενος οὐ συνεχώρει διαφέρειν ἀλλήλων ἁπάσας αὐτὰς, καθόσον εἰσὶν ἡδοναὶ, φάσκων ὁμοιοτάτας αὐτὰς ὑπάρχειν, ἀλλ’ ὅ γε Σωκράτης ἀπαντᾷ τῷ λόγῳ τῷδε. καὶ γὰρ χρῶμα, ὦ δαιμόνιε, χρώματι κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει, τῷ χρῶμα εἶναι τὸ πᾶν. τό γε μὴν μέλαν τῷ λευκῷ πάντες γινώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον ὂν τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι, κατὰ ταὐτὸν γένει μέν ἐστι πᾶν ἕν. τὰ δὲ μέρη τοῖς μέρεσιν αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητα ἔχοντα μυρίαν που τυγχάνει. καὶ πολλὰ ἕτερα οὕτως ἔχοντα εὑρήσομεν, ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι. αὕτη μὲν ἡ περὶ χρωμάτων τε καὶ σχημάτων ῥῆσις. ἡ δὲ περὶ τῶν ἡδονῶν ἥδε· ἥδεσθαι μέν φαμεν τὸν ἀκολασταίνοντα, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν, ἥδεσθαι δ’ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστὸν, ἥδεσθαι δ’ αὖ καὶ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν, καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι λέγων οὐκ ἂν ἀνόητος φαίνοιτ’ ἂν ἐνδίκως; ὥσπερ δὲ τῶν ἡδονῶν τὰς διαφορὰς ὁ Πλάτων ἐν μὲν τῇδε τῇ ῥήσει διὰ βραχέων ἐνεδείξατο, καθ’ ὅλον δὲ τὸ βιβλίον ἐπὶ πλεῖον διῆλθεν, οὕτως τῶν τεχνῶν ἐν δυοῖν βιβλίοιν, τῷ Σοφιστῇ τε καὶ Πολιτικῷ. ἆρ’ οὖν ἐπιστημῶν μὲν καὶ ἡδονῶν εἰσι διαφοραὶ πολλαὶ καὶ χρωμάτων καὶ σχημάτων καὶ τῶν ἐν ταῖς φωναῖς τόνων, ὡσαύτως δὲ καὶ ἡλικιῶν καὶ ὡρῶν καὶ χωρῶν καὶ νόσων, ἁπάντων τε τῶν ἄλλων, ἐν μόνοις δὲ τοῖς θερμοῖς ἤτοι γε οὐκ εἰσὶν ὅλως ἢ ἀδύνατος γιγνώσκεσθαι τοῖς ἀνθρώποις; καὶ μὴν ὅ γε τοῦ Λύκου λόγος ἀναιρεῖ τοῦ θερμοῦ τὰς διαφορὰς, ὡς οἴεται μὲν αὐτοῦ μόνου, κατὰ δὲ τὴν ἀλήθειαν, ἅμα τοῖς ἄλλοις ἅπασιν, εἴ γε ἡ τοῦ λόγου δύναμις ὁμοίως ἀντεπεκτείνασθαι δύναται. καὶ γὰρ δὴ κἀπὶ τῶν ὑγρῶν αὐτῶν ἐφεξῆς ἐρῶ τάδε, μηδὲ ταῦτα διαφέρειν ἀλλήλων λέγων, καθόσον ὑγρά. τὸ δὲ δὴ μέγιστον αὐτοῦ τῶν ἁμαρτημάτων. ὅτι καὶ τὰς τέχνας ἁπάσας ἀναιρεῖ τὴν σύστασιν ἐχούσας ἐν ταῖς τῶν εἰδῶν διαφοραῖς. ὁ μὲν οὖν Πλάτων ἐν κεφαλαίῳ γε προειπὼν ὑπὲρ τῆς τῶν τεχνῶν συστάσεως, ἐπὶ παραδείγματός τε διῆλθε τὸν λόγον, ἐπιδεικνὺς ὅπως ἡ γραμματικὴ συνέστη τέχνη, γνωσθείσης τῆς ἐν ταῖς φωναῖς διαφορᾶς. ὁ δὲ τοῦ Λύκου λόγος ἀναιρεῖ δηλονότι καὶ ταύτην τὴν τέχνην καὶ τὴν μουσικὴν ὁμοίως αὐτῇ καὶ τὰς ἀλλὰς ἁπάσας, ἀξιῶν τὸ ᾗ νενόηται, τὸ δέ τι μίαν ἔχειν ἐν αὐτῷ διαφοράν. θέασαι γοῦν ὅπως ἀναιρήσει πρώτην μὲν τὴν περὶ τὰ γράμματα τέχνην ὁ λόγος αὐτοῦ, μετὰ δὲ ταῦτα καὶ τὰς ἄλλας ἁπάσας. δοκεῖ μοι ἀδύνατον καὶ ἀμήχανον εἶναι τὴν φωνὴν ταύτην γε σκοποῦντι ᾗ νενόηται, κατ’ αὐτὴν λέγω τὴν ἐκφώνησιν, πρὸς ἑτέραν ἂν φωνὴν παραλλαγὴν ἔχειν, κατά τινα ἰδιότητα παραλλάττουσαν κατὰ ποιό τητα ἐν τῇ ἐκφωνήσει κειμένην. οὗτος ὁ λόγος αὐτός ἐστι πάντῃ τοῦ κατὰ τὴν ἀρχὴν γεγραμμένου τῆς ῥήσεως τῷ Λύκῳ καὶ δι’ αὐτῶν γε περαίνεται τῶν ἐκείνου ῥημάτων ἁπάντων ἑνὸς μόνου τοῦ κατὰ τὸ θερμὸν ὀνόματος εἰς τὸ τῆς φωνῆς μεταβεβλημένου, ὥστ’ εἴπερ ἐκεῖνος ὑγιὴς, καὶ οὗτος· ἀλλὰ μὴν οὐχ ὑγιὴς οὗτος, ὥστ’ οὐδ’ ἐκεῖνος, εἰ μή τι ἄρα νομίζουσιν οἱ τὰ τοῦ Λύκου φρονοῦντες οὔτε τὴν ε φωνὴν ἑτέραν εἶναι τῆς ο, διαφέρειν δὲ τὴν ο τῆς ω. εἰ δὲ καὶ ταύτας ἑτέρας ἀλλήλων ὁμολογήσομεν εἶναι καὶ πρὸς ταῦτα καὶ τὴν α καὶ τὴν ι καὶ τὴν υ. καὶ τῶν ἄλλων ἁπάντων γραμμάτων, αὗται μὲν ἔσονται τέτταρες ἐπὶ ταῖς εἴκοσιν. ἡ γνοῦσα δ’ αὐτῶν τὴν διαφορὰν τέχνη γραμματικὴ, καθάπερ γε καὶ μουσικὴ τέχνη περὶ τὴν ἐν ταῖς φωναῖς ὀξύτητα καὶ βαρύτητα, καίτοι καὶ ταύτας οὐδὲν ἧττον ὁ τοῦ Λύκου λόγος ἀναιρεῖ. φωνὴ γὰρ φωνῆς, ᾗ φωνὴ, διαφέρειν οὐδὲν, ἀλλ’ ὅμως ὁ μὲν τῆς μέσης φθόγγος ὀξύτερος μέν ἐστι τόνῳ τῆς λιχανοῦ τῶν μέσων, βαρύτερος δὲ τόνῳ τῆς παραμέσης. αὐτῶν δ’ ἐκείνων πάλιν ὁ μὲν τῆς λιχανοῦ τῆς παρυπάτου τῶν μέσων ὀξύτερος τόνῳ. ὁ δὲ τῆς παραμέσης βαρυτέρως ἡμιτόνῳ τῆς τρίτης τῶν διεζευγμένων. εἶτ’ ἐκείνων αὖθις ὀξύτεροί τε καὶ βαρύτεροι, κἄπειτ’ ἐκείνων αὖθις ἕτεροι, μέχρις ἂν ἐπὶ τὸν ὀξύτατόν τε καὶ βαρύτατον  ἁπάντων ἀφικνώμεθα φθόγγον. ἀλλ’ ὁ θαυμασιώτατος Λύκος οὐκ αἰσθάνεται ταῦτα πάντα ἀναιρῶν ἐν τῷ λέγειν· δοκεῖ μοι ἀδύνατον καὶ ἀμήχανον εἶναι τὸ θερμὸν ταῦτά γε σκοποῦντι, ᾗ νενόηται, κατ’ αὐτὴν λέγω τὴν θάλψιν, πρὸς ἕτερον αὖθις παραλλαγὴν ἔχειν. καλὸν εἰ μηδὲ χρῶμα χρώματος, ᾗ χρῶμά ἐστι, διαφέρειν εἰπὼν, ἀναιρεῖ τὴν γραφικὴν τέχνην, ἐρυθρόν γέ τι παραθεμένην χρῶμα καὶ λευκὸν καὶ μέλαν καὶ ξανθὸν, ὅσα τ’ ἄλλα τοιαῦτα. πολὺ γὰρ δήπου πιθανώτερος ὁ λόγος αὐτοῦ καὶ περὶ χρωμάτων ἐστὶν ὁ λεγόμενος, ᾗ νῦν εἴρηται περὶ τοῦ θερμοῦ· θερμὸν μὲν γὰρ θερμοῦ διαλλάττειν φαμὲν, οὐ μὴν ἐναντίου γε ὑπάρχειν πάντῃ. χρῶμα δὲ χρώματος οὐ διαφέρειν μόνον, ἀλλὰ καὶ τὴν φύσιν ἐναντιώτατόν ἐστι τοῦ λευκοῦ τὸ μέλαν.