Ἐν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται μέγα γίνεται μᾶλλον ἢ ἐν τῇσιν, ἐν ᾗσι λεπτῇσι ὀλίγον ἁδροτέρῃσι διαίτῃσι, διὰ τοῦτο καὶ τοῖσιν ὑγιαίνουσιν σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσι. διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται σφαλεραὶ ἐς τὰ πλεῖστα, τῶν σμικρῶν ἁδροτέρων. Διχῶς γράφεται δὲ καὶ ἑτέρως ἡ ἀρχὴ τοῦδε τοῦ ἀφορισμοῦ κατὰ τόνδε τὸν τρόπον· ἐν τῇσι λεπτῇσι διαίτῃσι τὰ πολλὰ ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. καί τισιν ἀρέσκει μᾶλλον ἥδε τῆς ἑτέρας ἡγουμένοις τοῦτο βούλεσθαι λέγειν τὸν Ἱπποκράτην, ὡς ἄρα ἐν ταῖς λεπταῖς διαίταις ἁμαρτάνοντες οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. τρέφεσθαι γὰρ ἀναγκάζονται λάθρα τῶν ἰατρῶν δι’ αὐτὸ τοῦτο, διότι λεπτῶς ὑπ’ αὐτῶν διαιτῶνται, κᾀντεῦθεν μειζόνως βλάπτονται ἢ εἰ μὴ διῃτῶντο λεπτῶς. ἔτι δὲ ἁμαρτάνουσι δῆλον ὅτι καὶ ἐπ’ ἀσθενεῖ τῇ δυνάμει, ὡς ἂν ἐν ταῖς ἐνδείαις προκεκμηκυίᾳ. ἀμείνων δὲ ἡ προτέρα γραφή. περιλαμβάνει γὰρ καὶ ταύτην καὶ γενικώτερον ποιεῖται τὸν λόγον, ὑπὲρ ἁπάσης ἁμαρτίας ἐκδιδάσκουσα τῆς ἀκουσίως τε καὶ ἑκουσίως συμπιπτούσης τοῖς νοσοῦσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ὅ τι ἂν ἁμάρτημα συμπέση τοῖς λεπτῶς οὕτω διαιτωμένοις, σφαλερώτερον τοῦτο καθίσταται παρόσον ἥ τε δύναμις ἄῤῥωστος ὑπὸ τῆς τοιαύτης διαίτης γέγονεν ἥ τ’ ἐπ’ αὐτὴν μετάβασις ἀήθης. μαρτυρεῖ δὲ τῇ προειρημένῃ γραφῇ καὶ τὰ περὶ τῶν ὑγιαινόντων εἰρημένα. σφαλερὰς γὰρ ἐπ’ αὐτῶν ἔφη τὰς λεπτὰς διαίτας ὑπάρχειν, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσιν, οὐχ ὅτι διὰ τὸ λεπτὸν τῆς διαίτης ἁμαρτάνειν ἀναγκάζονται. τὰ δ’ ἐφεξῆς τοῦ ἀφορισμοῦ σαφῆ.