Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν. οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδὲ ἀτρεμέειν. ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδέ τι δύνανται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται οὖν ἐπὶ τὸ χεῖρον. τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λάβῃ τὸ σῶμα. μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλερὸν γὰρ, ἀλλ’ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο ἄγειν. ὡσαύτως δὲ καὶ αἱ κενώσεις αἱ ἐς τὸ ἔσχατον ἄγουσαι σφαλεραί· καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί. Τὸν μὲν πρὸ τούτου λόγον αὐτῷ περὶ ποιότητος εἶναι ἐδείξαμεν τῶν κενουμένων. ἐν τούτῳ δὲ καὶ τοῖς ἐφεξῆς περὶ ποσότητος βούλεται διδάσκειν καὶ ἄρχεταί γε παρὰ τῆς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως ἐν τῷδε τῷ νῦν ἡμῖν προκειμένῳ ἀφορισμῷ, ὁμοίως τῷ πρόσθεν ὑποθέμενός τι παράδειγμα καὶ πρὸς τοῦτο κατευθύνων τὸν λόγον, ὥσπερ ἔθος αὐτῷ. τὸ παράδειγμα δὲ αὐτῷ ἐστιν ἡ γυμναστικὴ εὐεξία. γυμναστικὴν δὲ εὐεξίαν ὀνομάζει τὴν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, κατὰ τὸν βίον ἅπαντα διατριβὴν ἐν γυμνασίοις, τοῦ κα ταβάλλειν ἑτέρους ἕνεκα, καθάπερ οἱ ἀθληταί. ἡ μὲν γὰρ ἁπλῶς εὐεξία λεγομένη ἣν καὶ τῶν ἀγροίκων ἔχουσι πολλοὶ, σκάπτοντες καὶ θερίζοντες καὶ ἄλλα ὅσα κατὰ τὸν βίον διαπονούμενοι οὐχ ἥκει μέχρι πληρώσεως ἀμέτρου. τῆς δὲ τῶν ἀθλητῶν εὐεξίας οὐ μικρὸν τοῦτό ἐστιν ἔγκλημα τὸ περιβάλλεσθαι πειρᾶσθαι μέγεθος ὄγκου κατὰ τὸ σῶμα καὶ δηλονότι καὶ πλῆθος χυμῶν. παρασκευαὶ γὰρ αὗται τῆς τοῦ παντός εἰσι σώματος θρέψεως καὶ οὐχ οἶά τε χωρὶς αὐτῶν ἑτοίμως παρεσκευασμένων εἰς ὄγκον ἀρθῆναι τοῦ δέοντος μείζονα τὰ σώματα, διὸ καὶ σφαλερὰν ἀναγκαῖον εἶναι τὴν τοιαύτην διάθεσιν. ὅταν γὰρ ὑπερπληρωθῇ τὰ ἀγγεῖα ποτῶν ἢ σιτίων, τοῦ διαῤῥαγῆναι κίνδυνος αὐτοῖς ἢ καταπνιγῆναι ἢ καὶ σβεσθῆναι τὸ ἔμφυτον αὐτὸ θερμὸν, καθάπερ καὶ ἀπώλοντό τινες ἐξαιφνίδιον ἤδη τῶν εἰς ἄκραν πλήρωσιν ἀφικομένων ἀθλητῶν. ἡ δ’ εἰς τὰ κατὰ φύσιν ἔργα χρήσιμος εὐεξία τοιοῦτον οὐδένα κίνδυνον ἐφεδρεύοντα κέκτηται, τὸ μηδ’ εἰς ἄκρον ἥκειν ποτὲ τῆς πληρώσεως, ὅθεν οὐδὲ λύειν αὐτὴν προσήκει, καθάπερ τὴν τῶν ἀθλητῶν, ὅταν εἰς ἄκρον ἥκῃ. ταύτην γὰρ χρὴ λύειν μὴ βραδέως, ἀλλὰ φθάνειν δηλονότι τὸν κίνδυνον. τὴν αἰτίαν δὲ αὐτὸς τοῦ χρῆναι λύειν αὐτὴν τοιαύτην ἔγραψεν· οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδ’ ἀτρεμέειν εἰπών· ἀεὶ γὰρ τῆς φύσεως τὴν πέψιν καὶ τὴν ἀνάδοσιν καὶ τὴν ἐξαιμάτωσιν καὶ τὴν πρόσθεσιν καὶ τὴν πρόσφυσιν καὶ τὴν ἐξομοίωσιν ἐργαζομένης, ὅταν μήτε προσθεῖναί τι τοῖς στερεοῖς τοῦ σώματος μορίοις ἐγχωρεῖ μήθ’ αἱ φλέβες ἔτι χώραν ἔχωσιν ὑποδέχεσθαι τὴν ἀναδιδομένην τροφὴν, ἀνάγκη κίνδυνον καταλαβεῖν ἢ ῥήξεως ἀγγείου τινὸς ἢ ἐξαιφνιδίου θανάτου. ἵνα οὖν ἔχῃ χώραν αὖθις ἀνατρέφεσθαι τὸ σῶμα, λύειν χρὴ μὴ βραδέως τὴν εὐεξίαν. ἡ λύσις δ’ αὐτῆς κένωσίς ἐστι δηλονότι καὶ χρὴ ταύτην οὐδ’ αὐτὴν ἀμέτρως ποιεῖσθαι. καὶ γὰρ καὶ τοῦτο σφαλερὸν, οὐχ ἦττον ἀμέτρου πληρώσεως. σκοπὸς δὲ τοῦ ποσοῦ τῆς κενώσεως οὐ τὸ πλεονάζον μόνον, ἀλλὰ καὶ ἡ φύσις ἂν εἴη, τουτέστιν ἡ δύναμις τοῦ κενουμένου ἀνθρώπου. ἄλλοι γὰρ ἄλλως εἰώθασι φέρειν μᾶλλον τὰς κενώσεις. ταῦτα μὲν οὖν αὐτῷ περὶ τῆς ἀθλητικῆς εὐεξίας εἴρηται καὶ αὐτὰ μὲν καθ’ ἑαυτὰ χρήσιμα τοῖς βουλομένοις τὴν ἐπιτήδευσιν  ἐκείνην μετέρχεσθαι καὶ τοῖς ἰατροῖς δὲ ὡς παράδειγμα τοῦ λόγου τοῦ μέλλοντος λεχθήσεσθαι. φησὶ γὰρ, ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ εἰς τὸ ἔσχατον ἄγουσαι σφαλεραὶ καὶ πάλιν αἱ ἀναλήψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραὶ, τοιοῦτόν τι βουλόμενος ἐνδείξασθαι καθ’ ὅλον τὸν λόγον, ὡς ὅτι οὔτε κενοῦν οὔτε πληροῦν ὑπερβαλλόντως προσήκει. μάθοιμεν δ’ ἂν τοῦτο μάλιστα παρὰ τῆς ἀθλητικῆς εὐεξίας, ἧς καίτοι τἄλλα κεκτημένης οὐ μεμπτά. καὶ γὰρ καὶ εὔχυμοι καὶ ἰσχυροὶ ταῖς δυνάμεσίν εἰσιν οἱ γυμναστικοὶ, ὅμως τοῦτό γε αὐτὸ μέγιστόν ἐστιν αὐτοῖς κακὸν, τὸ εἰς ἄκρον ἥκειν πληρώσεως. διὸ καὶ λύεσθαι δεῖται συντόμως, ὥσπερ αὖ πάλιν οὐδ’ εἰς ἔσχατον ἄγειν χρὴ κενώσεως τοὺς τοιούτους· οὕτως οὐδὲ τοὺς ἄλλης δεομένους ἡστινοσοῦν κενώσεως ὑπερκενοῦν προσήκει. καθόλου γὰρ εἰπεῖν ἐν πάσῃ κενώσει στοχάζεσθαι προσήκει τῆς δυνάμεως καὶ μέχρις ἂν ἀντέχῃ καὶ μὴ κάμνῃ, πειρᾶσθαι τὸ περιττὸν ἀπάγειν, καταλυομένης δὲ, κἂν ἔτι λείπηταί τι τῶν περιττῶν, φυλάττεσθαι χρὴ τὴν κένωσιν. τὸ δὲ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραὶ, εἰ μὲν ἀνταποδώσειν μέλλοι τις τῷ παραδείγματι τὸν λόγον, ὡς μὴ γενέσθαι κολοβὸν, ἐπὶ τῆς ἐσχάτης πληρώσεως εἰρῆσθαι δόξει, παραινοῦντος αὐτὴν φυλάττεσθαι καὶ μὴ μέχρι τοσοῦτον τὰς ἀναθρέψεις ποιεῖσθαι τῶν σωμάτων, μέχρις ἂν εἰς τὸ ἔσχατον ἀφίξωνται τῆς πληρώσεως. εἰ δὲ τῷ τῆς λέξεως σχήματι προσέχοις τὸν νοῦν, ὥσπερ ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον περὶ τοῦ αὐτοῦ πράγματος, δὶς αὐτὸν ἐπινοήσειε λέγειν ἑτέρως καὶ ἑτέρως. ὅταν μὲν οὖν εἴπῃ, ὡσαύτως καὶ αἱ κενώσιες αἱ εἰς τὸ ἔσχατον ἄγουσαι σφαλεραὶ, κατ’ αὐτὸ τοῦτο μόνον φεύγειν κελεύοντα τὰς ἀμέτρους κενώσεις, ὅτι καὶ αἱ ἀναθρέψεις αἱ ἀπ’ αὐτῶν οὐκ ἀσφαλεῖς εἰσιν, ὡς ἂν ἀσθενοῦς γεγενημένης τῆς φύσεως καὶ μήτε πέπτειν ἱκανῶς μήτ’ ἀναδιδόναι μήτ’ ἐξομοιοῦν δυναμένης, παραλελείψεται δὴ φανερῶς, ἐὰν οὕτω τις δέξηται, θάτερον αὐτῷ μέρος τῆς διδασκαλίας, τὸ περὶ τῆς ἄκρας πληρώσεως, καὶ μάτην ἔσται τῆς γυμναστικῆς εὐεξίας μεμνημένος. καὶ μὲν δὴ καὶ αὐτὸ τοῦτο τὸ προκείμενον ὄνομα κατὰ τὴν λέξιν, τὸ πάλιν, ἐνδείκνυσθαί μοι δοκεῖ τὴν εἰρημένην γνώμην, εἰπόντος αὐτοῦ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί. ὥσπερ γὰρ ὑπὲρ ἄλλου πράγματος τὸν λόγον ποιούμενος οὕτως ἐμνημόνευσε τὸ καὶ πάλιν.