Μετὰ δὲ ταῦτα δυσεντεριώδεις ἐγένοντο οὗτοι πάντες, ἠράγε οὖρα ὅτι οὔρησαν ὑδατώδεα σκεπτέον. Εἰκὸς γὰρ ἦν καὶ διότι τοῖς οὔροις οὐκ ἐξεκαθάρθη τὸ χολῶδες, ἐπὶ γαστέρα ῥυὲν, τὰς δυσεντερίας ἐργάσασθαι. εἰκὸς δὲ καὶ διὰ πολλὰς πλεονεξίας τοῦ χυμοῦ τούτου γεγονέναι καὶ εἰ μὴ χολώδη τοῖς οὔροις ἐξεκενώθησαν, ἐκ τοῦ περιττεύοντος ἔτι κατὰ τὸ σῶμα, τὴν δυσεντερίαν αὐτοῖς γενέσθαι. Περὶ δ’ ἀρκτοῦρον ἑνδεκαταίοισι πολλοῖς ἔκρινε καὶ τουτέοισιν οὐ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον. ἦσαν δὲ καὶ κωματώδεες περὶ χρόνον τοῦτον. πλείω δὲ παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων. Εὔδηλον ὅτι τῆς κατὰ τὸ δεύτερον ἔτος ἐπιτολῆς ἐκ τούτου μέμνηται, γεγραμμένης ἐπὶ τέλει τῆς διηγήσεως. αὕτη τοίνυν ἐγένετο νότιος, τοὺς ὑετοὺς ἔχουσα μέχρι τῆς φθινοπωρινῆς ἰσημερίας. ἐν τούτῳ δὴ τῷ χρόνῳ φησὶν ἑνδεκαταίους πολλοὺς ἀσφαλῶς κριθῆναι γενομένους ἅμα κωματώδεις, διὰ τὴν νότιον δηλονότι κατάστασιν. διὰ δὲ τὴν αὐτὴν καὶ αἱ κρίσεις αὐτοῖς ἐγίνοντο βεβαιότεραι τῶν κατὰ τὸν ἄλλον χρόνον, ἡνίκα ἐπεκράτει τοῦ περιέχοντος ἡ ψυχρὰ κρᾶσις, ἐν ᾗ χρονίας ἔφη γενέσθαι τὰς κρίσεις. τοῦ μέντοι μεταξὺ κυνὸς καὶ ἀρκτούρου, θερμὴν καὶ ξηρὰν ἔχοντος κατάστασιν, οὐκ ἐμνημόνευσεν, ἐν ᾗ μᾶλλον εἰκὸς ἦν ὀξέως κριθῆναι πολλοὺς, ὡς μηδὲ τὴν ἑβδόμην ὑπερβῆναι. μή τι οὖν τοῦτο μὲν ὡς οἰκεῖον τοῦ καιροῦ παρέλιπε, τὰ δ’ ἐπιδημήσαντα μόνα διέρχεται. Περὶ δ’ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν καὶ οἱ καῦσοι, ἀτὰρ καὶ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγίνοντο καὶ ἔθνησκον τούτων πλεῖστοι. Τοὺς καύσους καὶ τὰς φρενίτιδας ὁ μὲν αὐτὸς ἐργάζεται χυμὸς, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖς εὐρυχωρίαις τῶν ἀγγείων περιεχομένης τῆς ξανθῆς χολῆς ἅμα τῷ αἵματι, συμβαίνει καθ’ ὃν ἂν τρόπον ἐκπυρωθῇ, τοὺς καύσους γίνεσθαι, καὶ μάλιστα ὅταν ἐν ταῖς κατὰ γαστέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν ἡ ζέσις γένηται τῆς χολῆς. ὅταν δ’ εἰς τὰ στερεὰ μόρια τοῦ σώματος ἀφικνῆται καὶ δι’ αὐτῶν φέροιτο, ῥῖγος ἐργάζεται. κατὰ δὲ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας στηριχθεῖσα τὰς φρενίτιδας ἐργάζεται. πρὶν δὲ στηριχθῆναι, διαῤῥέουσα κατὰ τὰς ἐν αὐτοῖς φλέβας, οὐ φρενίτιδας, ἀλλὰ τὰς ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν ἐπιφέρει παραφροσύνας. ἡ τοίνυν ἔμπροσθεν ἐν ταῖς κάτω φλεψὶ τὸν καῦσον ἐργαζομένη χολὴ, κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆς ἰσημερίας νότιον κατάστασιν, εἰς τὴν κεφαλὴν ἀναληφθεῖσα καὶ στηριχθεῖσα κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας ἐγέννησε τὰς φρενίτιδας. Ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. Ὀλίγους φησὶ γεγονέναι φρενιτικούς. τὸ μὲν γὰρ ἄχρι κυνὸς αὐτοῦ μέρος ψυχρὸν ἦν, τὸ δὲ μέχρι ἀρκτούρου θερμὸν καὶ ξηρὸν, ὥστ’ οὐ δυνατὸν ἦν πληρῶσαι τοῦτο μεταξὺ τὴν κεφαλὴν ὥσπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι τῆς ἰσημερίας γενομένης νότος. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε νότιον οὔτε πολυχρόνιον τὸ μεταξὺ κυνός τε καὶ ἀρκτούρου. ἐῤῥέθη ὅτι χολῆς πολλῆς ἐνεχθείσης ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις καὶ φρενίτιδες ἐγένοντο. Τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν, αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξὺς, σμικρὰ ἐπεῤῥίγουν, ἄγρυπνοι, ἀδήμονες, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφιδροῦντες περὶ τὸ μέτωπον καὶ κληῖδας, αὖθις οὐδεὶς διόλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα ὑπόψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι. τοῖς δὲ πλείστοισι τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρῶτες ἐπὶ πλεῖστον ὑπόψυχροι καὶ ἄκρεα οὐκέτ’ ἀναθερμαινόμενα, ἀλλὰ ἦσαν πελιδνὰ, ὑπόψυχρα, οὐδ’ ἐδίψων. ἔτι τούτοισιν οὖρα μέλανα, λεπτὰ, ὀλίγα καὶ κοιλίαι. ἐφίσταντο οὐδ’ ᾑμοῤῥάγησαν ἐκ ῥινῶν, οὐδὲ τοῖσιν οἷσι ταῦτα συμπίπτει, ἀλλὰ σμικρὰ ἔσταξεν. οὐδ’ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ’ ἑκταῖοι ἀπέθνησκον σὺν ἱδρῶτι. Ὥσπερ ἅπαντα τὰ κατὰ τοῦτο τὸ σύγγραμμα τῶν καθόλου λεγομένων αὐτῷ δι’ ἑτέρων βιβλίων παραδείγματ’ ἐστὶ τὴν ἐξέτασιν ἐν τοῖς καθ’ ἕκαστα λαμβάνοντι δι’ αὐτοψίας, κατὰ τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ νῦν λεγόμενα. τοῖς γὰρ ὀλεθρίοις καύσοις γενέσθαι συμπτώματα φησὶ, κατ’ ἀρχὰς ἐπιῤῥιγοῦντες καὶ ἀγρυπνοῦντες καὶ ἀσώδεες, ἐφιδροῦντες μικρὰ περὶ μέτωπον καὶ κλεῖδα. τὸ μὲν γὰρ ὀξύν τε τὸν πυρετὸν αὐτοῖς εἶναι καὶ δίψος παρεῖναι τῆς τοῦ πάθους φύσεως ἴδια, καὶ ταῦτα τῆς κακοηθείας ἴδια, τό τε ῥιγοῦν εὐθέως ἐν ἀρχῇ. καὶ γὰρ κρίνειν εἴωθε τοὺς καυσώδεις πυρετοὺς τὸ ῥῖγος, οὐ μὴν αὐτίκα γ’ ἐπιφαίνεσθαι χρὴ κρίσιμα. τὸ δὲ τῆς ἀγρυπνίας καὶ τῆς ἀδημονίας σύμπτωμα διὰ παντός ἐστι μοχθηρὸν, οὐ κατὰ μόνην τὴν ἀρχὴν, ὥσπερ γε καὶ τὸ ἐφιδροῦν. τὸ δὲ παραλέγειν, ὅπερ ἐστὶ παρὰ τὰ κατὰ φύσιν λέγειν, τουτέστι παραφρονεῖν, βεβλαμμένον δηλοῖ τὸν ἐγκέφαλον. οἵ γε μὴν φόβοι δριμείας ἱκανῶς καὶ κατωπτημένης τῆς ξανθῆς χολῆς εἰσι συμπτώματα. συγγενεῖς δὲ τοῖς φόβοις εἰσὶ καὶ αἱ δυσθυμίαι. ἡ δὲ τῶν ἄκρων περίψυξις ὀλεθριώτατον καύσοις ἐστὶ σύμπτωμά τε καὶ σημεῖον, ὥσπερ γε καὶ τὸ παρανοῆσαι, διὰ τὴν τοῦ πυρετοῦ θερμασίαν ἐκπυρουμένης τῆς κεφαλῆς. ἴδιον δ’ ἐστὶ καὶ οἰκεῖον ὀξέων πυρετῶν καὶ τὸ διακαίεσθαι τοῖς ἄκροις τοῦ σώματος μέρεσιν. ἐάν ποτ’ οὖν καταψύχηται ταῦτα, διακαιομένων τῶν περὶ τὰ σπλάγχνα χωρίων, ἐν μὲν τοῖς μέσοις τοῦ σώματος ἠθροῖσθαι δηλοῦται τὸ αἷμα, τὰ δ’ ἄκρα λειφαιμεῖν τε καὶ καταψύχεσθαι καὶ νεκροῦσθαι τελέως, ἀπολιπούσης ἤδη τῆς φύσεως αὐτά. καὶ μὴν καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας ἡμέρας γιγνόμενοι κατ’ ἀρχὴν εὐθέως ἐνίοτε μὲν ἑκταίαν προδηλοῦσιν ἔσεσθαι κακίστην κρίσιν, ἐνίοτε δὲ εἰς μῆκος ἐκταθήσεται τὸ νόσημα. καὶ ὅταν γε σφοδρῶς κινῆται, τῆς τετάρτης μοχθηρὸν παροξυσμὸν ἐχούσης, ἀποθνήσκουσιν ἑκταῖοι, καθάπερ καὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστί. τεταρταίοις οὖν αὐτοῖς φησὶ τούς τε πόνους μεγίστους γίνεσθαι, τουτέστιν ἅπαντα τὰ ὀδυνώδη συμπτώματα, καὶ ἱδρῶτας ὑποψύχρους ἐπὶ πλεῖστον. τούτοις μὲν οὖν καὶ ὅτι καὶ ἡ ἕκτη τὸν θάνατον οἴσει μεθ’ ἱδρώτων πρόδηλον. τὸ δὲ καὶ τὰ ἄκρα πελιδνὰ γενέσθαι καὶ μηκέτ’ ἀναθερμαινόμενα νεκρώσεώς τε σημεῖόν ἐστι καὶ βέβαιον γνώρισμα τοῦ μὴ δύνασθαι τῆς ἕκτης ἡμέρας ἐξωτέρῳ τὴν δύναμιν ἐξαρκέσαι. ἐκ περιουσίας δέ τι καὶ ἄλλο σημεῖον αὐτοῖς ὀλέθριον προσεγένετο, τὸ μηκέτι διψῆν, καίτοι πρότερον ἐκαυσοῦντο. δυοῖν δὲ δήπου τούτοιν ἀναγκαῖόν ἐστι τὸ ἕτερον εἷναι, τὸ τοὺς διακαιομένους ἔμπροσθεν ὑπὸ δίψης ὕστερον ἀδίψους γενέσθαι, ἤτοι λύσιν τοῦ νοσήματος ἢ νέκρωσιν τῆς δυνάμεως, ὡς μηκέτ’ αἰσθάνεσθαι τῶν παρόντων κακῶν. ἀλλ’ οὐκ ἐγίνετο τούτοις λύσις, ὀλεθρίων ὄντων συμπτωμάτων, ὥστ’ ἀναισθησίας ἦν σημεῖον αὐτοῖς τὸ μὴ διψῆν. ταῦτα μὲν οὖν ἅπαντα τὰ εἰρημένα συμπτώματα κακοήθη τε πάντα ἐστὶ δεινῶς καὶ ὀλέθρια, σὺν αὐτοῖς δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα μέλανά τε καὶ λεπτὰ ὀλίγα γιγνόμενα· μέλανα μὲν, ὡς ἂν ἤδη κατωπτημένου τοῦ χολώδους χυμοῦ, ὀλίγα δὲ διὰ τὸ ἐκπεφρύχθαι τὴν ἰκμάδα πᾶσαν ἐκ τοῦ αἵματος ὑπό τε τοῦ καυσώδους πυρετοῦ κἀκ τῶν οὐρητικῶν ὀργάνων ἤδη νενεκρωμένων. διὰ δὲ τὰς αὐτὰς αἰτίας καὶ κοιλίαι ἐφίστανται. καὶ μὲν δὴ καὶ τὰς ἐκ ῥινῶν στάξεις ὀλέθριον οὔσας σημεῖον καὶ ἄλλοις μὲν, ἐν καύσοις δὲ μάλιστα γενέσθαι φησὶν αὐτός. ὅτι ὀλεθριώτατον τοῦτο τοῖς καύσοις, δῆλον, εἴγε μάλιστα οἰκεῖόν ἐστιν αἱμοῤῥαγία.