Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ τοῖσι μειρακίοισι καὶ ἀκμάζουσι καὶ ἔθνησκον πλεῖστοι τούτων οἶσι μὴ αἱμοῤῥάγει. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους ἢ κοιλίαι ταραχώδεες ἢ δυσεντεριώδεες, οἷον Βίωνι τῷ παρὰ Σιλήνῳ κατακειμένῳ. ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος καί τισι διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησαν, οἷον τῷ Ἐράτωνος τῷ παιδὶ καὶ Μύλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης ἐς δυσεντεριώδεα κατάστασιν περιεγένοντο. Μειρακίοισι μὲν ὅτι κατὰ λόγον ᾑμοῤῥάγει πρόδηλον, ἐφεξῆς δ’ αὐτῶν καὶ τοῖς ἀκμάζουσι. τοῖς δὲ τούτων πρεσβυτέροις ἀσθενεστέρας τε τῆς δυνάμεως οὔσης καὶ τῆς ἐμφύτου θερμασίας ἐλάττονος εἰς ἰκτέρους μᾶλλον ἡ ἀπόθεσις ἐγένετο τῆς πλεοναζούσης χολῆς. ἐγένετο δ’ ἐνίοις καὶ διὰ γαστρὸς ἔκκρισις ταραχώδης ἢ δυσεντεριώδης, οἷς ἐντεῦθεν ἔῤῥευσε τὸ περιττὸν τῆς κοιλίας. ἐκ τούτων οὖν τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆς εἰρησομένων οὐκ ἄδηλον ἔσται σοι τὰς ἐν τοῖς καύσοις αἱμοῤῥαγίας γίνεσθαι διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολὴν, ἥτις μεμιγμένη τῷ αἵματι, διακαίουσά τε τοῦτο καὶ σὺν αὐτῷ πολλὴν θερμασίαν ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, ὅταν ῥήξῃ τὰς ἐν τῇ ῥινὶ φλέβας, αἱμοῤῥαγίας ἐργάζεται. Πολὺς μὲν οὖν καὶ μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν. ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη. τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ εἰς ἄκρον ἰσχίον. ἀλγημάτων δὲ μετὰ κρίσιν γενομένων καὶ οὔρων λεπτῶν διεξιόντων αἱμοῤῥαγέειν σμικρὰ ἤρξαντο. περὶ δὲ τετάρτην καὶ εἰκοστὴν ἐγίνοντο εἰς αἱμοῤῥαγίαν ἀποστάσεως Ἀντιφῶντι τῷ Κριτοβούλου, ἀπεπαύσατο καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν. Διὰ κίνδυνον δηλονότι καὶ δεῖ ἀγὼν ὅσους μικροῦ τοῦ σωθῆναι τούτους ὑπῆρξε, μόγις ἀπὸ τῆς τετάρτης καὶ εἰκοστῆς καὶ τῆς τεσσαρακοστῆς δι’ αἱμοῤῥαγίας ὠφεληθεῖσε. Γυναῖκες δ’ ἐνόσησαν μὲν πολλαὶ, ἐλάσσους δ’ ἢ ἄνδρες καὶ ἔθνησκον ἥσσους. ἐδυστόκεον δὲ πλεῖσται καὶ μετὰ τοὺς τόκους ἐπενόσεον καὶ ἔθνησκον αὖται μάλιστα, οἷον Τελεσβούλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο. ἔστι δ’ οἶσιν ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο. ἔστι δ’ οἷσι καὶ ἐκ ῥινῶν καὶ τὰ γυναικεῖά τισιν ἐπεφαίνετο, οἷον τῇ Δαιθαρσέως θυγατρὶ παρθένῳ τότε ἐπεφαίνετο πρῶτον καὶ ἐκ ῥινῶν λάβρον ἐῤῥύη καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τούτων τι καλῶς γένοιτο, ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα. Εἰκότως ἦν τὰς γυναῖκας ἧσσον τῶν ἀνδρῶν νοσῆσαι καὶ διακινδυνεῦσαι, ὡς δι’ αἱμοῤῥαγίας τὰς κρίσεις ἐργασαμέναις, ὡς ἂν ἐχούσαις σύμφυτον βοήθημα τὴν ἔμμηνον κένωσιν. ἐδυστόκησαν δὲ διὰ τὴν κατάστασιν ψυχρὰν οὖσαν. ἀλλὰ καὶ ἐν αἷς ἐφάνη τι νόσημα, καὶ αὗται διέφθειραν τὰ ἔμβρυα κατὰ τὸν αὐτὸν λόγον. Οὖρα δὲ τοῖς πλείστοισιν εὔχροα μὲν, λεπτὰ δὲ καὶ ὑποστάσεις ὀλίγας ἔχοντα διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν, πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας τελευτᾷ, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. Καὶ ταῦτα μὲν εἶναι λεπτὰ οὖρα, τουτέστιν ὑδατώδη φησὶ καὶ μέντοι καὶ κατ’ ὀλίγα πάλιν ἔγραψεν· Οὖρα δὲ ὑδατώδεα πολλὰ, καθαρὰ, λεπτὰ μετὰ κρίσιν καὶ ὑποστάσιος πολλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων. ἀναμνήσομαι οἶσιν ἐγένετο, Βίωνι, ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνους, Ἀρέτωνος παιδὶ, Μνησιστράτου γυναικί. Διελθὼν τὰ ὀνόματα τῶν οὐρησάντων τοιαῦτα ἐφεξῆς φησί.