Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καῦσοι καὶ διετέλεον ἀπ’ ἰσημερίης ἄχρι πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρχομένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσώζοντο, ὀλίγοι δέ τινες ἔθνησκον. Δῆλόν ἐστιν ὡς οὐκ αὐτῶν ἕκαστον τῶν ἀρξαμένων καύσων πρωῒ τοῦ ἦρος ἄχρι θέρους ἐκταθῆναί φησιν, ἀλλὰ τὴν ἐπιδημίαν αὐτῶν τῆς γενέσεως ἐν ἅπαντι χρόνῳ συμβαίνειν, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ τῶν Θασίων ἁλισκομένων τῷ τοιούτῳ πυρετῷ. γέγραπται δ’ οὐχ ὡσαύτως ἐν ἅπασι τοῖς ἀντιγράφοις ἡ ῥῆσις, ἀλλ’ ἔγωγε τὴν ἀρίστην γραφὴν εἱλόμην κατὰ μὲν τὴν ἑξῆς ῥῆσιν, ὅτι καὶ διὰ τοῦ θέρους ὅλου παρέμενεν, ἡ γένεσις τῶν καύσων δηλώσειε καὶ ὡς ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι καὶ οὐ θανατώδεις ἦσαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου πολλοὶ τῶν ἁλισκομένων αὐτοῖς ἀπώλοντο. τὸ μὲν οὖν ἄχρι πολλοῦ τοὺς καύσους ἐπιεικεῖς γενέσθαι λόγον ἔχειν εἰκότως φαίνεται, μέτριοι γὰρ ἐγίνοντο, καθάπερ οἱ ἐν τῇ πρὸ ταύτης καταστάσει, καὶ οὐκ ἀκριβεῖς, ὡς ἂν οὐδ’ ὑπὸ θερμῆς ἀκριβῶς καὶ ξηρᾶς καταστάσεως ἀποτελεσθέντες, οὔτε μὴν πάσαις ἐπισυμβάντες κράσεσιν, ἀλλὰ καὶ ταῖς τὸ χολῶδες ἠθροικέναι φθανούσαις. τὸ δ’ ὅλως γίνεσθαι καύσους τηνικαῦτα τὴν τῆς αἰτίας εὕρεσιν οὐκ ἔχει σαφῆ διὰ τὸ μηδ’ ὅλως μνημονεύεσθαι τὸν Ἱπποκράτην τοῦ προηγησαμένου θέρους, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς τοῦ φθινοπώρου τὴν ἀρχὴν τῆς ἐξηγήσεως ποιήσασθαι καὶ πολὺ χαλεπωτέραν, ὅτι πιθανὸν ἦν τὸ θέρος ἐκεῖνο τὴν κατὰ φύσιν ἑαυτοῦ φυλάξαι κρᾶσιν ἢ εἰ πάντως ἂν ἐξετράπετο κατά τι, διηγήσαιτ’ ὁ Ἱπποκράτης αὐτοῦ τὴν κατάστασιν. ἴσως οὖν θερμότερον ἐγένετο καὶ οὐ πάνυ πολλῷ τοῦ κατὰ φύσιν ἐξηλλαγμένον, ὅθεν οὐδὲ ἠξίωσεν αὐτὸ γράφειν ὡς ἤδη παρὰ φύσιν ἔχον. ἀλλ’ ὅμως ἐπειδὴ καὶ τὸ θέρος, εἰ κατὰ φύσιν ἔχον σταίη, τὸν πικρόχολον χυμὸν ἀνάγκη πλείονα γίνεσθαι, διὰ τοῦτο καὶ τότε πλείων ὢν οὕτως, οὐ μόνον τοῦ εἰωθότος, ἀλλ’ ἔτι καὶ μᾶλλον ἐν ἐκείνῳ τῷ θέρει γιγνόμενος, ὑπὸ τοῦ μετὰ ταῦτα ἐπιγενομένου κρύους ἔνδον ἐφυλάχθη μὴ διαπνευσθεὶς μηδὲ διαφορηθεὶς, ἐπὶ πλεῖον δ’ ἐμφωλεύσας τῷ χρόνῳ καὶ διασαπεὶς τοὺς καύσους ἤνεγκεν. Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γινομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπώλλοντο. Ἀναμνησθῶμεν ὡς κατὰ τὸ τέλος τῆς ὅλης διηγήσεως, ἣν ἐποιήσατο περὶ τῆς καταστάσεως, ἔγραφεν, ὕδατα νότια μέχρι ἰσημερίης ἦρος. εἰρήκει δὲ καὶ περὶ τοῦ μετὰ κυνὸς ἐπιτολὴν χρόνου μέχρις ἀρκτούρου κατὰ λέξιν οὕτως, θέρος θερμὸν, καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια, ὕδωρ οὐκ ἐγένετο. πρόδηλον οὖν ὅτι χολοποιὸς ἡ τοιαύτη κατάστασις ἐγένετο, ὥστ’ εἰκότως ὑδάτων νοτίων διαδεξαμένων αὐτὴν οἱ καῦσοι πλείους τε καὶ θανατώδεις ἐγίγνοντο, τοῦ νότου πεφυκότος διαλύειν τε τὰ σώματα καὶ χεῖν τοὺς χυμοὺς καὶ μέντοι καὶ σήπειν ἅμα, ὅταν ἅμα πλείοσιν ὑετοῖς γένηται. Ἦν δὲ τῶν καύσων τὰ παθήματα οἷσι μὲν καλῶς καὶ δαψιλέως διὰ ῥινῶν ᾑμοῤῥάγησαν καὶ διὰ τοῦτο μάλιστα σώζεσθαι, καὶ οὐδένα οἶδα εἰ καλῶς αἱμοῤῥαγήσειεν ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. ἐν Φιλίσκῳ γὰρ καὶ Ἐπαμίνοντι καὶ Σιλήνῳ, τεταρταίῳ καὶ πεμπταίῳ, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε καὶ ἀπέθανον. Καὶ ἄλλως μὲν ἴδιόν ἐστι καύσων πυρετῶν αἱμοῤῥαγίαις ταῖς ἐκ ῥινῶν ὡς τὰ πολλὰ κρίνεσθαι καὶ τότε πλείους αἱμοῤῥῆσαί φησι. καὶ μέντοι καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα πάντα τῶν κατὰ μέρος γεγραμμένων ἑκάστοισιν ἓν ἔχει τοῦτο κεφάλαιον. ὅσοις μὲν αἱμοῤῥαγίαι τελέως ἐγίνοντο, σωθῆναι τούτους, οἷς δ’ ἐλλιπῶς ἢ οὐδ’ ὅλως ἦν στάξις αἵματος ἐκ ῥινῶν, μόνους διαφθαρῆναι τούτους. ἐν ἄλλοις δέ τισι φυσικῶν ἄλλων ἐκκρίσεων ἤτοι διὰ γαστρὸς ἢ δι’ οὔρων γενομένων σωθῆναι. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσούντων περὶ κρίσιν ἐῤῥίγουν καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι, ἐπεῤῥίγουν δ’ οἱ αὐτοὶ καὶ ἐξίδρουν. Ἐν τοῖς περὶ ῥίγους λόγοις ἐδείχθη διὰ τὸν πικρόχολον ὁρμὴν ἔχοντα φέρεσθαι διὰ τῶν αἰσθητικῶν καὶ σαρκωδῶν σωμάτων ἐπὶ τὴν ἔκκρισιν ἕπεσθαι τὸ ῥῖγος. ἐδείχθη δὲ ὅτι καὶ τῇ κινήσει ταύτῃ κατὰ λόγον ἐστὶν ἀκολουθεῖν ἱδρῶτας, ἐνίοτε δὲ καὶ χολώδεις ἐμέτους καὶ διαχωρήσεις. Ἔστι δ’ οἶσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοισιν ἡ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν ἢ δαψιλὴς αἱμοῤῥαγίη οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκλείδῃ, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ ἡ κοιλία ἐπεταράχθη καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο. ἐκρίθη δὲ εἰκοσταῖος, οὐχ οἵαν ὁ Φαναγορέων οἰκέτης, ᾧ οὐδὲν τούτων ἐγένετο, ἀπέθανεν. Οἷς οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύσις ἐκκρῖναι, τούτοις ἀθροισθεῖσα κατὰ τὸ δέρμα τοὺς ἰκτέρους εἰργάσατο. μοχθηρὸν δὲ τὸ πρὸ τῆς ἑβδόμης αὐτοὺς γενέσθαι, καθότι κἀν τοῖς ἀφορισμοῖς εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι μόνοι ἐσώθησαν, οἷς ἂν ἡ φύσις ἠδυνήθη δι’ ἑτέρου τρόπου τὴν περιουσίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνημόνευσεν, ἐκκρίσεων οὔρων, γαστρὸς ἐκταράξεως καὶ αἱμοῤῥαγίας. ἐνίοις δὲ καὶ ταῦτα πάντα γίνεσθαί φησιν, ὥσπερ τῷ Ἡρακλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοσταῖον.