Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ, ἄπεπτοι, λημίαι σμικραὶ καὶ δυσκόλως πολλοῖσιν ἐκρηγνύμεναι, τοῖσι πλείστοισιν ὑπέστρεφον, ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον. Καὶ διὰ τί μὲν ἐν ἦρι τῶν ἐπιδημίων νοσημάτων ἡ γένεσις ἤρξατο προείρηται· διὰ τί δ’ ὀφθαλμίαι μᾶλλον τῶν ἄλλων παθῶν ἐγένοντο μάθοις ἂν εἰ τῆς ἐν αὐτῷ καταστάσεως ἀναμνησθείης. ψυχρότερον γὰρ ἔφη καὶ βόρειον καὶ ὑδατῶδες καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν οὖν ὑπὸ τῶν ἀνέμων μόνον ἐπλήγησαν οἱ ὀφθαλμοὶ, χωρὶς ῥεύματος ἂν αἱ ὀφθαλμίαι συνέπεσον αὐτοῖς. ἐπεὶ δὲ μεθ’ ὑγρότητος πολλῆς ἐγένετο τὰ βόρεια πνεύματα, εἰκότως ῥοώδεις ἔφη τὰς ὀφθαλμίας γεγονέναι, τουτέστιν ὑγρὰς, ὡς ἀπὸ καταστάσεως ὑγρᾶς γεννηθείσας. ὀδυνώδεις δ’ ἑκατέρως ἦσαν καὶ μετὰ ῥεύματος συνιστάμεναι καὶ χωρὶς τούτου, τῷ διαμένειν τὴν ψύξιν. ἱκανὴ γὰρ καὶ αὕτη τοὺς ὀφθαλμοὺς ὀδυνώδεις ἐργάσασθαι. νυνὶ δ’ εἰκὸς αὐξηθῆναι τὰς ὀδύνας, τῆς ψύξεως τῶν ὀφθαλμῶν ἅμα τῷ κατ’ αὐτοὺς ῥεύματι συνελθούσης. ἄπεπτοι δὲ γίνονται καὶ χρόνῳ πολλῷ παρέμενον διά τε τὴν ὑγρότητα καὶ τὴν ψύξιν. τὸ γάρ τοι πέττεσθαι τοῖς ῥεύμασι γίνεται κρατουμένοις ὑπὸ τῆς ἐμφύτου θερμασίας. κρατεῖται δὲ ῥᾷον, ὅταν ὀλίγον τε ᾖ τὸ ὑγρὸν καὶ μὴ πάνυ ψυχρὸν, ὅταν δὲ πολὺ καὶ ψυχρὸν, δυσκόλως πέττεται. καὶ μὲν δὴ καὶ ἡ κατὰ φύσιν ἐν τοῖς ζώοις θερμότης ἰσχυρὰ μὲν οὖσα θᾶττον ἐκπέττει τὰς ἐν αὐτοῖς ὑγρότητας· εἰ δ’ ἀσθενὴς, μόγις ἐν χρόνῳ πλείονι περιγίνεται καὶ κρατεῖν δύναται τῶν ὑγρῶν. διὸ καὶ εἴ τινες ἐθεραπεύθησαν, ὑπέστρεφον αὖθις. ἠσθενηκότας γὰρ ἐν ταῖς ὀφθαλμίαις τοὺς ὀφθαλμοὺς τὸ περιέχον ψυχρὸν καὶ βόρειον ὑδατῶδες καὶ ἐπινέφελον γενόμενον εἰκότως ἔβλαπτε. εἴωθε δὲ ταῖς τοιαύταις ὀφθαλμίαις λημία γίνεσθαι μικρὰ, μόγις ἐκπίπτουσα διὰ τὴν πύκνωσιν τῶν χιτώνων, ἣν ἐκ τῆς τοῦ περιέχοντος ψυχρότητος ἔσχον. ὅλῳ μὲν οὖν τῷ ἦρι χείρους ἀναγκαῖον ἦν ἐν αὐτῷ γίνεσθαι τοὺς ὀφθαλμοὺς, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν αὐτοῖς σκιῤῥώδη διάθεσιν ἐς πέψιν ἀχθῆναι κατὰ βραχύ. τὰ γὰρ ἐν χρόνῳ κατασκευασθέντα νοσήματα, καὶ μάλιστα ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν, οὐκ ἐνδέχεται λυθῆναι ταχέως. εἰκότως οὖν ἔφη τελέως παύεσθαι τὰ κατὰ τοὺς ὀφθαλμοὺς πάθη κατὰ τὸ φθινόπωρον. Κατὰ δὲ θέρος ἤδη καὶ τὸ φθινόπωρον λειεντεριώδεες καὶ δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ διάῤῥοιαι χολώδεσι, λεπτοῖσι, πολλοῖσι, ὠμοῖσι καὶ δακνώδεσιν, ἔστι δ’ οἷσι καὶ ὑδατώδεσι. πολλοῖσι δὲ καὶ περίῤῥοιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες καὶ στραγγουριώδεες. Οὐ ταῦτα μόνον ἐγίνετο νοσήματά τε καὶ συμπτώματα τοῖς Θασίοις, ἀλλὰ καὶ ἄλλα τινὰ περὶ ὧν ἐφεξῆς ἐρεῖ. ποικιλώτατα γὰρ ἐνόσησαν, ἑτερογενέσι περιπεσόντες νοσήμασι. τὸν κοινὸν δ’ οὖν λόγον, ὃς καὶ πρὸς τὸ μὴ νοσεῖσθαι πάντας τοὺς ἐν τοιαύτῃ καταστάσει γενομένους ἐστὶ χρήσιμος, ἐρῶ πρότερον, εἶθ’ ἑξῆς ἐπὶ τὰ κατὰ μέρος ἀφίξομαι νοσήματα. σκοπεῖσθαι δεῖ ἐν πάσαις ταῖς καταστάσεσι τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων, ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάστασιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυσάλωτον ἣ μετρίως ἔχοντα πρὸς αὐτὴν εὑρήσεις αὐτά. εἶθ’ ἑξῆς ἁρμόσεις τά τ’ ἐπιτηδεύματα καὶ σύμπασαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταστάσει. τὸ μὲν οὐκ εὐάλωτόν τε καὶ δυσάλωτον εἷναι τὸ σῶμα τοῖς ἔξωθεν αἰτίοις εἴρηται πολλάκις ἡμῖν, διά τε τῶν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τῆς κράσεως γενέσθαι. τῆς γὰρ ὑγείας ἐκ συμμετρίας γινομένης τῶν τεττάρων στοιχείων, εἴτε ποιοτήτων εἴτε δυνάμεων θέλεις ὀνομάζειν, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ἕνια τῶν σωμάτων καὶ φύσεων καὶ ἡλικιῶν ἐστὶ δύσκρατα. τούτοις οὖν αἱ μὲν ὅμοιαι καταστάσεις νοσώδεις εἰσὶν, αἱ δ’ ἐναντίαι συμφέρουσιν αὐτοῖς. τοῖς δ’ εὐκράτοις σώμασιν αἱ μὲν εὔκρατοι καταστάσεις ὑγιειναὶ, βλαβεραὶ δ’ αἱ δύσκρατοι. ἀλλ’ ὥσπερ οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις ἐστὶν, οὕτως οὐδὲ μεγάλως βλαβερὰ, καθάπερ τοῖς δυσκράτοις. αἱ μὲν γὰρ ἰσχυρῶς ὑγραὶ καταστάσεις ἐσχάτως βλάπτουσι τὰ δύσκρατα σώματα καθ’ ὑγρότητα καὶ ψυχρότητα, καθάπερ γε καὶ αἱ ὑγραὶ καὶ αἱ θερμαὶ καταστάσεις τὰς ὑγρὰς καὶ θερμὰς τῶν κράσεων βλάπτουσι. καὶ κατὰ τὸν αὐτὸν λόγον αἱ θερμαὶ καὶ ξηραὶ τὰς ὁμοίας. ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα, νόσον τοιάνδε διὰ τὴν οἰκείαν δυσκρασίαν ἐξελέγχεται. τὰ δ’ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω τῇ ἀμετρίᾳ κολαζόμενα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ταῖς οὖν θερμαῖς καὶ ξηραῖς κράσεσιν ἡ ὑγρὰ καὶ ψυχρὰ κατάστασις ὠφέλειαν μᾶλλον ἢ βλάβην παρέχει, διὰ τῆς εἰς τοὐναντίον ἀγωγῆς μεσότητα κράσεως ἐργαζομένη. καὶ τοῦτ’ ἦν αἰτία τοῦ μὴ νοσεῖν ἅπαντας ἐν ταῖς δυσκράτοις καταστάσεσιν. ἐὰν οὖν τις τοῦτο γινώσκῃ, τὴν ὑγείαν φυλάξει, τοῖς σώμασι τἀναντία διαιτήματα προσάγων. ἂν γὰρ ὑγρὸν καὶ ψυχρὸν τὸ περιέχον ἡμᾶς ἐστι, δεήσει θερμαίνειν τὰ σώματα, καὶ μάλισθ’ ὅσα ψυχρότερά τέ ἐστι καὶ ὑγρότερα. γυμνάσιά τε οὖν πλείω τοῖς τοιούτοις ὠφέλιμα καὶ οἶνος ὀλίγος θερμότερος φύσει ὢν καὶ ὕδωρ προσλαβὼν, ἐδέσματά τε θερμαίνοντα. καὶ μέντοι καὶ τὸ καθ’ ἕκαστον αὐτῶν ποσὸν ἔκ τε τῆς τοῦ σώματος κράσεως εἰσόμεθα καὶ τῆς τοῦ περιέχοντος, ἐφ’ ὅσον ἑκάτερον ἐκτέτραπται τῆς εὐκρασίας ἐπισκοπούμενοι. κατὰ γὰρ τὸ μέγεθος τῆς ἐκτροπῆς καὶ τὸ ποσὸν τῆς διαίτης ὑπαλλακτέον, οἷον εἴ τί ἐστι σῶμα τῆς εὐκρασίας ἐπὶ πλεῖστον ἀποκεχωρηκὸς πρὸς ὑγρότητά τε καὶ ψυχρότητα, τοῦτο κατὰ τὴν προκειμένην κατάστασιν ἐπὶ πλέον αὐτοὶ ξηρανοῦμέν τε καὶ θερμανοῦμεν. εἰ δὲ μετρίως εἰς τοιοῦτον, ἄλογον ἂν εἴη ἐσχάτως αὐτῷ τοῦτο ποιεῖν, ἀναλόγως ἄν. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῶν ξηρῶν καὶ θερμῶν σωμάτων οὐ χρὴ τὰ διαιτήματα σφοδρῶς εἶναι θερμὰ καὶ ξηρὰ, παρ’ ἑαυτῶν γὰρ ἔχει τοῦτο. σκοπεῖσθαι δὲ μόνον, ὁπόσον τὸ περιέχον ἐκτέτραπται τῆς προσηκούσης εὐκρασίας. εἰ μὲν γὰρ ὀλίγον, οὐδ’ ὅλως ὑπανάξομεν τὴν μέσην δίαιταν ἐπὶ τῶν θερμῶν καὶ ξηρῶν σωμάτων· εἰ δ’ ἐπὶ πλέον, ἀρκέσει τὸ μετρίως ὑπαλλάξαι. ταῦτ’ οὖν ὅστις ἐστὶν ἐπιστάμενος τὰς αἰτίας τῆς ἑκάστου τῶν νοσημάτων γινέσεως, ἐν ἑκάστῃ καταστάσει φυλάξει. Κόϊντος δὲ τοῖς ἐμπειρικοῖς ὁμοίως ἀρνούμενος ἐπίστασθαι τῶν οὕτω γινομένων παθῶν τὰς αἰτίας, ἀναφέρων δ’ εἰς πεῖραν μόνην αὐτὰς, τῶν προσηκόντων βοηθημάτων τῆς εὑρέσεως ἠπόρει, καίτοι δι’ αὐτὸ τοῦτο χρησίμης οὔσης ἀνεγνῶσθαι τῆς γενέσεως τῶν ἐπιδημιῶν νοσημάτων. ἐπισκεψώμεθα οὖν ἡμεῖς τὴν προκειμένην κατάστασιν, ἀναλαβόντες ἐξ ἀρχῆς. ἐγένετο δὲ, καθάπερ ὁ Ἱπποκράτης ἐδήλωσεν, ὑγρὰ καὶ ψυχρὰ, τὴν ἀρχὴν ἀπὸ φθινοπώρου ποιησαμένη. διὰ τοῦτ’ οὖν ἐν μὲν αὐτῷ τῷ φθινοπώρῳ καὶ τῷ μετ’ αὐτὸν χειμῶνι μετρίως διῆγον οἱ Θάσιοι. κατὰ δὲ τὸ ἔαρ ἐπειδὴ καὶ αὐτὸ ψυχρόν τε καὶ ὑγρὸν ἐγένετο, πρῶτοι πάντων ἐνόσησαν οἱ ὀφθαλμοὶ, διότι μὴ μόνον ὑγρὸν ἦν καὶ ψυχρὸν τὸ περιέχον, ἀλλὰ καὶ λαιλαπῶδες ἔμπροσθεν ἐγεγόνει. πληττομένους οὖν ὑπὸ ψυχρῶν ἀνέμων τοὺς ὀφθαλμοὺς εἰκὸς ἦν πρώτους τῶν ἄλλων μερῶν νοσῆσαι τοῦ σώματος, κατὰ τὴν τοῦ δρῶντος αἰτίου φύσιν, ὥστ’ οὐκ ἄλλως αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ ῥεύματα συνέπεσεν. ἐπειδὴ δ’ οὐκ ἤχθη εῖς ἐσχάτην ἡ κατάστασις ὑγρότητα, διὰ τοῦτο τῶν ἄλλων παθημάτων οὐδὲν ἠκολούθησεν, ὅσα πλεονεκτούσης ἐν τῷ περιέχοντι τοιαύτης κράσεως εἴωθε γίνεσθαι. λέγω δὲ ἀποπληξίας καὶ σπασμοὺς καὶ παλμοὺς καὶ τετάνους, περιπνευ μονίας τε καὶ πλευρίτιδας. ἀλλ’ ὕστερόν γε νοσήματα πληθωρικὰ μετὰ διαφορᾶς ἐγένετο, σηπομένων ἤδη τῶν χυμῶν διὰ τὴν πολυχρόνιον ἔνδον μονήν. καὶ γὰρ τὰ ψυχρὰ τῶν αἰτίων πυκνοῦντα τὸ δέρμα κωλύει διαφορεῖσθαι τοὺς χυμοὺς, ἥ θ’ ὑγρότης ἡ ἐκ τοῦ περιέχοντος οὐ μόνον οὐδὲν ἀπάγει τοῦ σώματος, ἀλλὰ προσδίδωσιν. ἀμφοτέρων οὖν ὁμοῦ γενομένων ἐν τῇ προκειμένῃ καταστάσει, πλῆθος ἠθροίσθη κατὰ τὰ σώματα τῶν νοσησάντων οὐχ ὅμοιον ἅπασιν. οἷς μὲν γὰρ ἦν ἐν τῷ σώματι χολῶδες περίττωμά τι, οὐ διαφορηθὲν τοῦτο χολῶδες τὸ πάθος ἐποίησεν, οἶς δὲ φλεγματικὸν ἢ μελαγχολικὸν ἢ αἱματικὸν, αὐτίκα καὶ τὸ πάθος ἦν ὅμοιον τῷ μὴ κενωθέντι. διαφθείρεσθαι δὲ πεφυκυίας ἐν τῷ σώματι καὶ σήπεσθαι τῆς τοιαύτης περιουσίας εὔλογον ἦν ἄλλους ἄλλοις ἁλῶναι νοσήμασιν, πρὸς τῷ καὶ τὰ μέρη τοῦ σώματος οὐχ ὁμοίως διακείμενα ἅπαντας ἔχειν, ἀλλὰ τῷ μὲν ἧπαρ ἀσθενέστερον εἶναι, τῷ δὲ σπλῆνα, τῷ δὲ γαστέρα, τῷ δὲ ἔντερον, τῷ δὲ ἄλλο τι. δεχομένων οὖν ἀεὶ τῶν ἀσθενεστέρων μορίων τὴν ἐκ τῶν ἰσχυροτέρων περιουσίαν ἀκόλουθον ἦν καὶ παρὰ τὴν τῶν τόπων φύσιν ἄλλον ἄλλο παθεῖν τῶν Θασίων. αἱ μὲν οὖν δυσεντερίαι καὶ οἱ τεινεσμοὶ καὶ αἱ διάῤῥοιαι καὶ λιεντερίαι ῥυέντων εἰς ἔντερα τῶν περιττῶν ἐγένοντο, δυσουρίαι δ’ εἰς τὴν κύστιν τρεπομένων, ἔμετοι δ’ ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀφικομένων. ἀλλὰ ταῦτα μὲν ἔσωθεν τοῦ σώματος ὥρμησε διὰ τὴν ἐκ τοῦ περιέχοντος ψύξιν. ἐν δὲ τῷ θέρει ταῖς θερμοτέραις κράσεσι τῶν σωμάτων ἰσχυρά τε τὰ ἔνδον ἐχούσαις, εἰκὸς ἦν ἱδρῶτας γενέσθαι, καὶ τισὶ μὲν αὐτῶν ἄνευ πυρετῶν τοῦτο συμβῆναι μηδέπω σῆψιν ἱκανὴν ἐσχηκυίας τῆς περιουσίας, ἐνίοις δὲ καὶ μετὰ τοῦ πυρέττειν. ἐν δὲ τῷ χρόνῳ προήκοντι καὶ πυρετοὺς γενέσθαι ποικίλους, ἄλλον ἄλλης ἰδέας, ἐπειδὴ καὶ οἱ σηπόμενοι χυμοὶ διαφέροντες ἦσαν. οὐ γὰρ ἐγεννήθησαν ὑπὸ τοῦ περιέχοντος, ἀλλ’ ἠθροίσθησαν, ἅτε τῆς καταστάσεως ψυχρᾶς, οὐ θερμῆς γενομένης, ἵνα κατὰ τὸ ἑαυτῆς λόγον ἐκθερμαίνει τὸ σῶμα καὶ ἡ μετὰ κυνὸς ἐπιτολὴ, ἀεὶ γίνεσθαι πεφύκασι πυρετοὶ διακαεῖς. ἀλλὰ νῦν γε οὐχ ὑπ’ αὐτῆς πρώτως ἐγένετο τῆς καταστάσεως, ἀλλὰ διὰ μέσης τῆς πυκνώσεως τοῦ δέρματος. ἡ μὲν οὖν σύνοψις τῶν ἐπιδημησάντων τότε παθημάτων εἴρηταί μοι· πρὸς δὲ τὸ μετὰ μέρος ἤδη τρέψομαι, μετὰ τοῦ καὶ τὴν λέξιν, εἴ πού τι φαίνοιτο μὴ σαφὲς ἔχειν, ἐξηγεῖσθαι. Οὐ νεφριτικαὶ, ἀλλὰ τουτέοισιν ἄλλα ἀντ’ ἄλλων. Καὶ διὰ τῆς ἕδρας ἐκκρίσεις γίνονται μοχθηραὶ πολλάκις, ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαστέρα μενόντων, ἐκκαθαιρομένου δὲ δι’ αὐτῶν ὅλου τοῦ σώματος ἢ ἀποστάσεως οὔσης κατ’ αὐτὴν, κατ’ ἔκρουν τινα, κατ’ αὐτὸν τὸν Ἱπποκράτην βουλόμενον οὐ μόνον κατ’ ἀπόθεσιν, ἀλλὰ καὶ κατ’ ἔκρουν ἀπόστασιν γίνεσθαι. οὕτως οὖν καὶ διὰ νεφρῶν καὶ κύστεώς ἐστιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ σῶμα μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθος, ὥσπερ ἐπὶ τῆς προκειμένης καταστάσεως ἐγίνετο, διότι καὶ προελθὼν αὐτὸς ἐρεῖ κατὰ λέξιν· μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γινομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων ἐπὶ τοῖς μεγίστοις κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ εἰς τοῦτο ἀποστάσεις ἐγίνοντο. τουτ’ οὖν ἐστι τὸ καὶ νῦν εἰρημένον, οὐ νεφριτικαὶ, ἀλλὰ τούτοισιν ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ σώματι περιττῶν ῥυέντων ἐπὶ νεφροὺς καὶ κύστιν, ἐκκρίσεις ἐπεγίνοντο παραπλήσιαι ταῖς νεφριτικαῖς. Ἔμετοι φλεγματώδεες, χολώδεες καὶ σιτίων ἀπέπτων ἀναγωγαί. Τῆς ἕσω ῥεπούσης περιουσίας τῶν χυμῶν, ὅσον ἐπὶ τὴν ἕδραν ἐῤῥύη, διαῤῥοίας τε καὶ τεινεσμοὺς καὶ δυσεντερίας καὶ λιεντερίας εἰργάσατο. διὰ νεφρῶν δὲ καὶ κύστεως ἄλλο τὴν ἔκκρισιν ἔσχεν. οὕτως οὖν ἐῤῥύη τὸ περιττὸν εἰς τὴν ἄνω γαστέρα καὶ δι’ ἐμέτων ἐπιπολάσαν, ἐξεβλήθη, τοῖς μὲν φλεγματώδεσι φύσει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖς δὲ χολώδεσι χολωδῶν. εἵρηται γὰρ ὅτι διὰ μὲν τὴν κατάστασιν ἠθροίσθη τὰ περιττὰ, διέφερον δ’ ἀλλήλων ταῦτα ταῖς ποιότησι κατὰ τὰς φύσεις τῶν σωμάτων. θαυμαστὸν δ’ οὐδὲν εἰ καὶ σιτίων ἀπέπτων ἀναγωγαὶ τούτοις ἐγένοντο, φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰς τὴν γαστέρα συῤῥεόντων. Ἱδρῶτες. Ὅσοις φαμὲν διὰ τοῦ δέρματος ἀπόῤῥοιαι πλείους ἐγίνοντο, κατ’ ἐκεῖνον τὸν χρόνον ἴσχυσεν ἡ φύσις ἀπώσασθαι τὸ περιττὸν ἐνταῦθα καὶ οὕτως τούτοις ἱδρῶτας γενέσθαι.