Οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα. Ὅτι τοῦτον τὸν λόγον ἐν τῷ προγνωστικῷ διὰ τῆσδε τῆς ῥήσεως ἐδίδαξεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ κεφαλὴν ἀλγῇ ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν γίνηται ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος ἐκλάβῃ καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέως ἐμέεται. τούτων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος, τῇ πρώτῃ ἡμέρᾳ τεταρταῖοι πιεζοῦνται μᾶλλον ἢ πεμπταῖοι, ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τεταρταῖοι, πιέζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι ἢ ἑνδεκαταῖοι. οἱ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τὰ ἄλλα κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γίγνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην ἀπαλλάσσονται. γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖς τριταίοις μάλιστα, τοῖσι δὲ νεωτέροισι γίνονται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ τοῖς συνεχεστέροισι πυρετοῖς καὶ τοῖσι γνησίοισι τριταίοισιν. αὕτη περὶ τῶν αὐτῶν, ὧν νῦν διέρχεται ῥῆσις ἐν τῷ προγνωστικῷ γέγραπται καὶ αὐτὴν ἐξηγησάμεθα κατὰ τὸ γ΄ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ἡμῖν γεγραμμένων, ὥστ’ οὐδὲν δεῖ πάλιν περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν, ὁρῶντας ἀκριβέστερον ἐν τῷ προγνωστικῷ γεγραμμένον ὅλον τὸν λόγον. εἰ δέ τι περιττότερον ἐν τούτῳ τῷ βιβλίῳ πρόσκειται, τοῦτο διὰ τῶν ἑξῆς ῥήσεων ἐξηγήσομαι, μεμνημένων ἡμῶν ὅτι τὸ μὲν κυρίως ὀνομαζόμενον ἐξηγεῖσθαι κατὰ τὰς ἀσαφεῖς γίνεται λέξεις· ἤδη δὲ διὰ τὸ τῶν ἐξηγητῶν ἔθος καταχρώμενοι καὶ τὰς ἀντιλογίας τῶν ἀσαφῶς εἰρημένων ἐξηγήσεις ὀνομάζομεν, ὅπερ καὶ νῦν ἡμεῖς ποιοῦμεν ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ. τὴν γὰρ λέξιν αὐτὴν οὖσαν σαφῆ καὶ μηδεμιᾶς ἐξηγήσεως δεομένην προσφερόμενοι τῷ ὑπ’ αὐτῆς δηλουμένῳ, σαφῶς τὰς αἰτίας ἐπιχειροῦμεν λέγειν. Ὡς τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα. Τὰ παιδία διὰ τὴν ἀσθένειάν τε ἅμα καὶ μαλακότητα τοῦ νευρώδους γένους ἑτοιμότατα πρὸς τοὺς σπασμούς ἐστιν. Γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι. Καὶ τὰ προειρημένα πάντα γίνεται ταῖς γυναιξὶν, ὡς καὶ τοῖς ἄῤῥεσι, καθόσον ἄνθρωποί τέ εἰσι καὶ πάντα ἔχουσι τοιαῦτα τοῖς ἄῤῥεσι μόρια. καθόσον δ’ αὐταῖς ἐξαίρετον ὑπάρχει μόριον ἡ μήτρα, κατὰ τοῦτο καὶ τοῖς ἐκείνων ἁλίσκεται νοσήμασι καὶ μάλιστ’ ἐφ’ ὧν τῷ στομάχῳ συμπάσχει. Πρεσβυτέροισι δὲ καὶ ὅσοισιν ἤδη τὸ θερμὸν κρατέεται καὶ παραπληκτικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν. Ὁ λόγος ἦν αὐτῷ περὶ τῶν βαρυνομένων τε ἅμα τὴν κεφαλὴν καὶ καρδιωσσόντων καὶ ἀσσωμένων, οὓς ἐπανεμεῖν ἔφη χολώδη καὶ φλεγματώδη καὶ μάλιστα εἰ παιδία εἶεν, ἐν οἷς καὶ σπασμοὺς γίνεσθαι μᾶλλον ἢ τοῖς τελείοις. ἀλλὰ καὶ γυναιξὶν ἔφη καὶ ταῦτα καὶ ἀπὸ ὑστερῶν πόνους συμβαίνειν. ἐφεξῆς οὖν φησὶ τοῖς πρεσβυτέροις παραπληξίας τε γίνεσθαι καὶ μανίας καὶ στερήσεις ὀφθαλμῶν, προσέθηκε δὲ τῷ λόγῳ τὸ οἶσιν ἤδη τὸ θερμὸν κρατέεται, τὴν αἰτίαν ἐνδεικνύμενος δι’ ἣν ταῦτα γίνεται. παραπληγίας μὲν καλεῖ τὰς ἐξ ἀποπληξίας εἴς τι μόριον κατασκηπτούσας παραλύσεις, μανίας δὲ τὰς ἄνευ πυρετοῦ παραφροσύνας. εἴωθε δὲ ταῦτα γίνεσθαι τοῖς πρεσβυτέροις διὰ τὴν ἀσθένειαν τῆς φύσεως, ἀδυνατούσης ἐκκρῖναι δι’ ἐμέτων ἢ αἱμοῤῥαγίας τὸ περὶ τὴν κεφαλὴν ἠθροισμένον πλῆθος, ἐφ’ ᾧ καὶ στερήσεις ὀφθαλμῶν ἐνίοτε γίγνονται κατασκήπτοντος τούτοις. Ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ ὕδατα πολλὰ ἐν βορέοισι μεγάλα, περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια ὕδατα σμικρὰ, ὀλίγα, χειμὼν βόρειος, αὐχμοὶ, ψύχεα, πνεύματα, μεγάλαι χιόνες. περὶ δ’ ἰσημερίην χειμῶνες μέγιστοι, ἔαρ βόρειον, αὐχμοὶ, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς, ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνός. μετὰ δὲ κύνα μέχρις ἀρκτούρου θέρος θερμὸν, καύματα μεγάλα καὶ οὐκ ἐκ τῆς προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια. ὕδωρ οὐκ ἐγένετο, ἐτησίαι ἐπέπνευσαν. περὶ δὲ ἀρκτούρου ὕσματα νότια μέχρι ἰσημερίης ἦρος. ἐν δὲ τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτῶν ἔθνησκον διὰ ταχέων, καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν, τὰ δ’ ἄλλα διετέλεον ἄνοσοι. Ψυχρὰ καὶ ξηρὰ κατάστασίς ἐστιν ἣν διηγεῖται καί τι καὶ ἀνώμαλον ἔχουσα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ παραπλησία οὖσα καὶ τὰ νοσήματα τοιαῦτα ἔσχεν, οἷα μάλιστα πλεονάζειν εἴωθε φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλος ἐγένετο, δῆλον ἐκ τῶνδε. περὶ γὰρ ἀρκτούρου εἰσβολὴν, μετὰ βορείων πνευμάτων, ὑετοὺς μεγάλους γενέσθαι φησὶν. ἀκολουθῆσαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταστάσει, ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου βραχέα ἔχον ὕδατα. πάλιν δὲ τὸν χειμῶνα βόρειόν τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον ἄχρι κυνὸς ἐπιτολῆς, ὥστε πρόδηλον μέν ἐστιν ἱκανῶς ἐπικρατῆσαι ἐν τῇ καταστάσει τὸ ξηρὸν καὶ τὸ ψυχρόν. ἐδείχθῃ δὲ καὶ ἀνώμαλα τὰ πρῶτα αὐτῆς μέχρι χειμῶνος, εἶτα μετὰ κύνα πάλιν ἐκ τῶν βορείων καὶ ψυχρῶν ἐξαίφνης γενέσθαι φησὶ καύματα μεγάλα καὶ βόρεια καὶ μετὰ ταῦτα πάλιν ὕδατα νότια. δῆλον οὖν ὅτι καὶ τὸ τέλος τῆς ὅλης καταστάσεως τὸ μετὰ κύνα σφοδρῶς ἀνώμαλον ἐγένετο. ἐξηγεῖται τοιγαροῦν ἐφεξῆς τὰ γενόμενα νοσήματα σαφῶς ἅπαντα μηδεμιᾶς λέξεως ἀσαφοῦς περιεχομένης, ὅτι μὴ σπανίως. ἀλλ’ ἐπεὶ καὶ τὰς αἰτίας τῶν γενομένων νοσημάτων προεθέμεθα λέγειν, ἐκείνας δεήσι προστιθέναι ταῖς ῥήσεσιν αὐτοῦ, τὰς λέξεις δὲ αὐτὰς διὰ κεφαλαίων συντέμνειν, αἷς ἀκολουθήσουσιν οἱ προμεμνημένοι τῶν τε κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων καὶ τῶν ἔμπροσθεν ἐν τούτῳ. παραπληγίας μὲν οὖν ἐν τῷ χειμῶνι γενέσθαι τῆς κεφαλῆς δηλονότι πληγείσης ὑπὸ τῶν ἐν αὐτῷ γενομένων ψυχρῶν πνευμάτων καὶ μάλιστα ὅτι τὸ φθινόπωρον ὅλον νότιον γενόμενον ἐθέρμηνέ τε καὶ ἠραίωσεν αὐτὴν ἅμα τῷ πληρῶσαι. ἡ γὰρ οὕτως προσδιακειμένη πλεῖστα πάσχει κατὰ τὰ ψυχρὰ βόρεια πνεύματα, οὐ μὴν ἄλλο γέ τι νόσημα τὸν χειμῶνα παρελύπει, διότι ξηρὸς ἦν. εἴρηται δὲ καὶ κατὰ τοὺς ἀφορισμοὺς τοὺς αὐχμοὺς τῶν ἐπομβρίων ὑγιεινοτέρους εἶναι. κατὰ μέντοι τὰς παραπληγίας ἀπέθνησκον, αὐτοῦ τοῦ Ἱπποκράτους εἰπόντος. καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν ἐν ἴσῳ τῶν ξενιζόντων, διὰ τὴν παρὰ τὸ σύνηθες γενομένην παραπληγίαν. ἡ γάρ τοι συνήθως γινομένη κατασκήπτει μὲν εἰς μέρους παράλυσιν, οὐ μὴν ἀναιρεῖ γε τὸν ἄνθρωπον. ἀλλ’ ἡ κατὰ τὴν προκειμένην κατάστασιν ἐπιδημήσασα παραπληγία θανατώδης ἦν, ἅτε κατεψυγμένης ἱκανῶς τῆς κεφαλῆς.