Ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων καὶ ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης. ἐναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ ἰατροῦ χρή. Τρία πάντ’ εἶναί φησι, περὶ ὧν καὶ δι’ ὧν θεραπεία περαίνεται, πρῶτον μὲν τὸ νόσημα, εἶθ’ ὁ ἰατρὸς, ἀνταγωνιζομένων ἀλλήλοις καὶ ὡς ἄν τις εἴποι, διαμαχομένων τε καὶ πολεμούντων, τοῦ τε ἰατροῦ καὶ τοῦ νοσήματος. ὁ μὲν γὰρ ἰατρὸς ἀνελεῖν ἐπιχειρεῖ τὸ νόσημα, τῷ δὲ μὴ νικηθῆναι πρόκειται. τρίτος δ’ ἐπ’ αὐτοῖς ὁ κάμνων ἐστὶν, ἐὰν μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προσταττόμενα πράττῃ, συναγωνιστὴς γενόμενος αὐτῷ καὶ πολεμῶν τῷ νοσήματι, ἐὰν δ’ ἀποστὰς αὐτοῦ τὰ κελευόμενα πρὸς τοῦ νοσήματος ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρὸν, ἕνα μὲν ὅτι τε μόνον εἴασεν, ἕτερον δὲ ὅτι δεύτερον ἐποίησεν, ὄντα πρότερον ἔνα. ἰσχυροτέρους δ’ ἀναγκαῖον εἶναι τοὺς δύο τοῦ ἑνός. δῆλον δὲ ὅτι τὰ κελευόμενα τῆς νόσου ὁ κάμνων πράττει, καταλιπὼν τὸν ἰατρὸν, ὅταν ὁ μὲν ἰατρὸς αὐτὸν κελεύῃ ἀπέχεσθαι ψυχροῦ πόσεως, ὁ δὲ ὑπὸ τοῦ πυρετοῦ διακαιόμενος ἀναπείθηται πρὸς αὐτοῦ πίνειν. οὕτως δ’ εἰ καὶ λούοιτο καὶ προσφέροιτο οἶνον καί τι τοιοῦτον ἕτερον, ὧν ὁ ἰατρὸς ἀπαγορεύῃ μὴ ποιεῖν, αὐξήσει δηλονότι τὸ νόσημα, πράττων ἃ φίλον ἐκείνῳ, προδώσει δὲ τὸν ἰατρὸν, ἃ μὴ βούλεται ποιῶν. ἐν πολλοῖς μὲν οὖν τῶν ἀντιγράφων γέγραπται ὁ ἰατρὸς ὑπηρέτης τῆς τέχνης, ἔν τισι δ’ οὐ τῆς τέχνης, ἀλλὰ τῆς φύσεως γέγραπται. διαφέρει δ’ οὐδὲν πρὸς τὴν ὅλην τοῦ λόγου διάνοιαν. Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη σὺν πυρετοῖς καὶ ἄνευ πυρετῶν. Τοῦτο προγράμματος ἔχει δύναμιν ἐπαγγελλομένου τοῦ Ἱπποκράτους, πῇ τελευτᾷν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη καὶ ἅστινας ἔχει διαφορὰς ἐπαγγελλομένου ἑξῆς ἐρεῖν. καὶ τοίνυν προσέχωμεν αὐτῷ τοῦτο ποιοῦντι διὰ τῶν εἰρημένων. Φρενιτικοῖσι μὲν σπασμοί. Σπασμοί, φησι, γίνονται τοῖς φρενιτικοῖς, τῶν περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων καὶ βαρῶν. Ἀλλὰ καὶ ἰώδη ἐμέουσι καὶ ἔνιοι ταχυθάνατοι τουτέων. Ἐδείχθη δὲ ἡμῖν τὰ τοιαῦτα πάντα διαχωρήματά τε καὶ ἐμέσματα, τῆς ξανθῆς χολῆς κατοπτωμένης γινόμενα, διὸ καὶ τούτοις ἐφεξῆς ἐρεῖ ὅτι ταχυθάνατοι ἔνιοι γίνονται, τουτέστιν, εὐθέως ἐπὶ τοῖς ἐμεθεῖσιν ἀποθνήσκουσιν, ὡς ἃν ἐν τοῖς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας χωρίοις τῆς φρενίτιδος συνισταμένης ἐπὶ τῇ ξανθῇ χολῇ. θαυμαστὸν οὖν οὐδὲν ὑπερξηρανθέντων τῶν μορίων τούτων γίνεσθαι τοὺς σπασμούς. ἔνιοι μὲν οὖν ἅμα τῷ σπασθῆναί τε καὶ ἰώδη ἐμέσαι παραχρῆμα ἀποθνήσκουσιν, ἔνιοι δὲ διὰ ῥώμην δυνάμεως ἐπέζησαν ἡμέραν ἢ δύο ἢ τρεῖς, ἔστιν ὅτε πέντε. Ἐν καύσοισι δὲ καὶ τοῖσιν ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας ἢ καὶ ὑποχονδρίου ξύντασις, οὐ μετ’ ὀδύνης ἐγγίγνηται, τουτέοισιν αἱμοῤῥαγέει διὰ ῥινός. Εἴρηταί μοι κατὰ τὴν ἐξήγησιν τοῦ προγνωστικοῦ περὶ τῶν οὕτω γινομένων αἱμοῤῥαγιῶν, ἐκείνην ἐξηγουμένῳ τὴν ῥῆσιν ἧς ἡ ἀρχὴ, οἶσι δὲ καὶ ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ μὲν τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἢ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε μετ’ ὀδύνης μήτε σὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν ῥυῆναι τούτοισι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. καὶ ὅτι τελεώτερον ἐκεῖ περὶ τούτων ἔγραψεν, εἰ παραβάλλοις ἀλλήλαις τὰς ῥήσεις, ἐναργῶς μαθήσῃ. τοσοῦτον οὖν μοι μόνον ἐνταῦθα προσθεῖναι δεήσει διὰ τοὺς περὶ τὸν Καπίτωνα γράψαντας ἐν τῇ προκειμένῃ ῥήσει καὶ ὑποχονδρίου ξύντασις μετ’ ὀδύνης. οὐκ ὀρθῶς γὰρ ἀφεῖλον τὴν ἀπόφασιν, τὴν οὐ, διά τε τὸ ἀληθὲς αὐτὸ καὶ ὅτι κατὰ τὸ προγνωστικὸν Ἱπποκράτους εἴρηται, ὅταν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἀριστερὰ συντείνεταί τι μήτε σὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν ῥυῆναι τούτοις προσδόκιμόν ἐστι. τῆς γὰρ ἐπὶ τὴν κεφαλὴν ῥοπῆς τῶν χυμῶν σημεῖόν ἐστιν ἡ τοῦ ὑποχονδρίου σύντασις χωρὶς ὀδύνης γινομένη. ὡς εἴ γε μετ’ ὀδύνης ᾖ, τῇ τῶν σπλάγχνων ἀκολουθεῖ φλεγμονῇ, ὅταν δὲ τῆς περὶ τὴν κεφαλὴν θερμασίας ἑλκούσης ἄνω τὸ αἷμα καὶ τοῦ ἥπατος ὠθοῦντος ἡ σύστασις γίγνηται, τὴν αἱμοῤῥαγίαν προσδέχεσθαι χρή.