Ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. Ὥσπερ οἱ πεπασμοὶ γίνονται τῆς φύσεως κρατούσης τῶν νοσωδῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν πεπασμῶν εἰρημένῳ, ταχύτητα κρίσεως, ἐναντίον ἐστὶ τὸ χρονίζειν τὰ νοσήματα, τῷ δ’ ἐπ’ ἐκείνοις ἀσφάλειαν ἀντίκειται τό τε τῆς ἀκρισίας καὶ τὸ τοῦ θανάτου καὶ τὸ τῶν αὐτῶν ὑποστροφάς. τῷ δ’ ἐπ’ ἐκείνοις ὑγιεινὴν κοινῇ μὲν πάντα τὰ νῦν εἰρημένα καὶ κατὰ μέρος δὲ οἱ πόνοι. τὰ γὰρ ὑγιαίνοντα σώματα τὴν εἴτ’ ἀπονίαν εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχλησίαν ἐθέλοις ὀνομάζειν, ἴδιον ἀχώριστον ἔχει. τὸ δὲ τῆς ἀκρισίας ὄνομα μέμνημαι δήπου λεγόμενον ὑπ’ αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ’ ὅλως ἐσομένης κρίσεως ἢ μοχθηρῶς ἐσομένης, κατ’ ἄμφω τε ταῦτα τὰ σημαινόμενα ταῖς ἀπεψίαις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ ἀκρισίαι. μέμνησθε δὲ, ὡς ἡ ὅλη πέψις τοῦ νοσήματος ἐν τῇ τῶν χυμῶν ἀλλοιώσει γίνεται. διά τε γὰρ τῶν στερεῶν σωμάτων ἡ φύσις διατέταται, δύναμις ἐκείνων οὖσα, καὶ τὸ πέττεσθαι τοῖς χυμοῖς ὑπὸ τῶν στερεῶν ὑγιαινόντων γίνεται, ὡς ὅταν γε καὶ αὐτὰ ταῦτα νοσεῖ, καθ’ ἕξιν μὲν ἤδη τὸ νόσημα τοῦτο καὶ κίνδυνον ἔσχατόν ἐστιν οἷς ἐπάγει. θεραπευθῆναι δ’ οὐ δύναται πρὶν αὐτὰ τὰ στερεὰ σώματα τὴν οἰκείαν ἀνακτήσασθαι δύναμιν, ἥτις ἐν συμμετρίᾳ κεῖται θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. διὸ καὶ τῆς ὑγείας αὐτῆς τῶν στερεῶν σωμάτων ἐν τῇ τούτων συμμετρίᾳ τὴν ὕπαρξιν ὑπάρχειν, ὡς μηδὲν διαφέρειν ἢ εὐκρασίαν ὁμοιομερῶν φάναιτ’ ἂν εἶναι τὴν ὑγείαν ἢ συμμετρίαν τῶν στοιχείων ἐξ ὧν γεγόναμεν. ὅπως δὲ χρὴ τὰς αὐτῶν τῶν στερεῶν σωμάτων νόσους ἰάσασθαι, λέλεκται διὰ τῶν τῆς θεραπευτικῆς μεθόδου βιβλίων. ἅπαντα δ’ ἐν πᾶσιν οὐκ ἐγχωρεῖ λέγειν· ἀρκεῖ γὰρ μόνον ἐνταῦθα τῶν περιπιπτόντων θεραπευτικῶν λογισμῶν ἐπισημαίνεσθαι τὰ κεφάλαια, καθάπερ ἐν τοῖς θεραπευτικοῖς τῶν διαγνωστικῶν. τὸ μὲν γὰρ ἴδιον ἑκάστης πραγματείας, χρὴ τελέως διεξέρχεσθαι, τὸ δὲ παραπίπτον, ἐπισημαίνεσθαι διὰ κεφαλαίων. Ὅ τι δὲ τουτέων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. Ὧν ἀναμιμνήσκει τῆς προγνωστικῆς τέχνης καὶ ὧν ἐδίδαξεν ἐν τῷ προγνωστικῷ συγγράμματι. τῶν γὰρ προειρημένων ἕκαστον ἐκ τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων καὶ ἡμεῖς ἐξηγησάμεθα διὰ τῶν τριῶν ὑπομνημάτων. καὶ κατά γε τὸ τέλος δέδεικται τὰ τῶν ἐπιδημιῶν ἑπόμενα τῷ προγνωστικῷ. καὶ πρὸς τούτοις δὲ, τοῦ γραφῆναι τὰ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματα, διὰ τῶν περὶ κρίσεων, εἴρηντο προγνώσεις ὀλεθρίου καὶ ἐπιεικοῦς νοσήματος. αἵτινες δὲ προθεσμίαι τῶν κρίσεών εἰσιν ἐφ’ ἑκάστῳ καὶ τίνες μὲν ἀγαθαὶ κρίσεις, τίνες δὲ σφαλεραὶ, βίαιοί τε καὶ οὐ βίαιοι. περί τε τῶν ἅλλων ἁπάντων καὶ ὅσης ταύτης ἔχεται τῆς θεωρίας. Λέγειν τὰ προγινόμενα, γινώσκειν τὰ παρεόντα, προλέγειν τὰ ἐσόμενα. Καὶ τῷ προγνωστικῷ συγγράμματι κατ’ ἀρχὰς εὐθὺς εἶπε, προγινώσκων γὰρ καὶ προλέ γων, τά τε παρεόντα καὶ τὰ προγενόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὡς περὶ τοὺς τρεῖς χρόνους καταγινομένης τῆς προγνώσεως. καὶ ὅπως χρὴ τοῦτο διαπράττεσθαι, διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων εἴρηται. Μελετᾶν ταῦτα. Ἐνταῦθα νῦν τὸ μελετᾶν ἀντὶ τοῦ ἀσκεῖν εἶπεν, ἐν ἄλλοις δὲ πολλάκις τὴν ἐπιμέλειαν ὀνομάζει μελέτην. Ἀσκεῖν περὶ τοῦ τὰ νουσήματα δύο ὠφελέειν ἢ μὴ βλάπτειν. Ἐγὼ τοῦτο μικρὸν ᾤμην τότε καὶ οὐκ ἄξιον Ἱπποκράτους. ἅπασι γὰρ ἀνθρώποις ὑπάρχειν πρόδηλον ἐνόμιζον, χρὴ τὸν ἰατρὸν στοχάζεσθαι μὲν μάλιστα τῆς ὠφελείας τῶν καμνόντων, εἰ δὲ μὴ, ἀλλὰ τοῦ μὴ βλάπτειν αὐτούς. ἐπεὶ δὲ πολλοὺς τῶν ἐνδόξων ἰατρῶν ἐθεασάμην ἐγκληθέντας δικαίως ἐφ’ οἷς ἔπραξαν ἢ φλεβοτομήσαντες ἢ λούσαντες ἢ φάρμακον διδόντες ἢ οἶνον ἢ ὕδωρ ψυχρὸν, ἐνενόησα τάχα μέν τι καὶ αὐτῷ τῷ Ἱπποκράτει συμβῆναι τὸ τοιοῦτον, ἐξ ἀνάγκης δ’ οὖν, πολλοῖς καὶ ἄλλοις τῶν κατ’ αὐτὸν ἰατρῶν, ἐξ ἐκείνου τε, περὶ παντὸς ἐποιησάμην, εἴ ποτέ τι τῷ κάμνοντι μέγα προσφέροιμι βοήθημα, προδιασκέπτεσθαι παρ’ ἑαυτῷ, μὴ μόνον ὅσον ὠφελήσω τοῦ σκοποῦ τυχὼν, ἀλλὰ καὶ ὅσον βλάψω ἀποτυχών. οὐδὲν οὖν οὐδεπώποτ’ ἔπραξα μὴ πειράσας αὐτὸς πρότερον, ἐὰν ἀποτύχω τοῦ σκοποῦ, μηδὲν βλάψαι τὸν νοσοῦντα. τινὲς δὲ τῶν ἰατρῶν ὁμοίως τοῖς τοὺς κύβους ἀναῤῥίπτουσιν εἰώθασιν ἐπὶ τῶν καμνόντων βοηθήματα προσφέρειν, ὧν ἡ ἀποτυχία μεγίστην ἐπιφέρει βλάβην τοῖς νοσοῦσι. τοῖς μὲν οὖν μανθάνουσι τὴν τέχνην οἶδ’ ὅτι δόξει καθάπερ μοί ποτε τὸ ὠφελέειν ἢ μὴ βλάπτειν οὐκ ἄξιον πρὸς Ἱπποκράτους γεγράφθαι πρώτου, τοῖς δ’ ἰατρεύουσιν ἤδη σαφῶς οἶδα τὴν δύναμιν αὐτοῦ φανησομένην. ἐὰν δὲ καὶ διὰ προπετῆ χρῆσιν ἐνίοτε βοηθήματος ἰσχυροῦ συμβῇ τὸν κάμνοντα διαφθαρῆναι, μάλιστα νοήσουσιν οὗ νῦν ὁ Ἱπποκράτης παρῄνεσε τὴν δύναμιν.