Ἓν μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄν των ἐπὶ τοῖς μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο καὶ ἀποστάσιες ἐγίνοντο. ξυνέπιπτε δὲ καὶ ἐν τοῖσι πλείστοισι τὸ στραγγουριῶδες τῇσι ἡλικίῃσιν ταύτῃσι γίνεσθαι μάλιστα. ἐγίνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νοσημάτων, ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τούτοισι πάντων ἐγίνετο· κοιλίαι τε γὰρ εἰ καὶ τύχοιεν ἐφυγραινόμεναι, κακοήθεα τρόπον ταχὺ ξυνίσταντο, γεύμασί τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρῃέες μετὰ ταῦτα. χρόνια δὲ τουτέοισι τὰ περὶ τὴν στραγγουρίαν καὶ ἐπίπονα ἦν. Εἰρήκει καὶ πρόσθεν στραγγουριώδη καὶ ἀνεφριτικὰ τούτοις γενέσθαι συμπτώματα καίπερ ἔχοντά τινα κοινωνίαν, ἀλλ’ ἄλλα ἀντ’ ἄλλων. καὶ ἡμεῖς ἔφαμεν ἐκκαθαιρομένου τοῦ σώματος ὅλου τὰ περιττώματα διὰ τῶν νεφρῶν τὴν στραγγουρίαν αὐτοῖς γίγνεσθαι μὲν καὶ ἄλλως, μάλιστα δὲ διὰ δριμύτητα τῶν συῤῥεόντων οὔρων, ἐφ’ ᾗ καὶ νῦν αἰτία συνέστη. μεμνῆσθαι δὲ χρὴ πάλιν ὅτι καὶ νῦν ἀποστάσεις ἐπὶ στραγγουρίαν ἔφη γε γονέναι καίτοι κατ’ ἔκρουν, οὐ κατ’ ἀπόθεσιν τῶν λυπούντων χυμῶν ἀποχωρησάντων ὅλου τοῦ σώματος. ὥσπερ γὰρ διὰ γαστρὸς πολλάκις ἐκκαθαίρεται τὸ σύμπαν σῶμα, οὕτω καὶ διὰ νεφρῶν καὶ κύστεως. χρόνια τούτοισι τὰ κατὰ τὴν στραγγουρίαν καὶ ἐπιπόνως ἐκκαθαίροντες ὅλον τὸ σῶμα διὰ τῆς στραγγουρίας. ταῦτα δ’ ἀναγκαῖον ἦν πάσχειν τὰ μόρια, δι’ ὧν ἡ ἔκκρισις ἐγίγνετο τῶν δριμέων οὔρων, δηλονότι δακνόμενα καὶ τῷ συνεχεῖ τῆς ἀποκρίσεως ἐνοχλούμενα, διόπερ καὶ ἐπιπόνως εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ δ’ αὐτοῖς πλείονι τὰ τοιαῦτα συμπτώματα ἐγίνετο, διὰ τὸ πλῆθος τῶν ἐκκαθαιρομένων περιττωμάτων. Οὖρα δὲ τουτέοισιν εἴη πολλὰ, παχέα, ποικίλα καὶ ἐρυθρὰ, μιξόπυα μετ’ ὀδύνης. Ταῦτα πάντα τοῦ παντὸς σώματος ἀποτιθεμένου τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐγίνετο, διὸ καὶ πάντες ἐσώθησαν. ποικίλης δ’ οὔσης αὐτῆς, ὡς ἔμπροσθεν ἔφαμεν, ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν, εἰκότως κἀν τοῖς οὔροις γενέσθαι ποικιλίαν, οὐχ ἅπασιν ὁμοίων γιγνομένων αὐτῶν, ἀλλὰ τοῖς μὲν τοίως, τοῖς δὲ τοίως. Περιεγένοντο δὲ πάντες οὗτοι καὶ οὐδένα τούτων οἶδα ἀποθανόντα. ὅσα δ’ ἀκινδύνως. Διὰ τί μὲν περιεγένοντο προείρηται, ἐξηνέχθησαν δὲ διὰ τῶν οὔρων. τὸ δ’ ὅσα ἀκινδύνως ἔστιν ἔνιοι τῆς ἐχομένης λέξεως προτάττουσιν, ἔνθα καὶ τὴν ἐξήγησιν αὐτοῦ ποιησόμεθα μετὰ τὴν δευτέραν κατάστασιν. Πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπέεσθαι. Ἔνιοι δὲ τὸ πέρας τῆς προγεγραμμένης καταστάσεως ἀρχὴν ἐποιήσαντο τῆς νῦν προκειμένης ἐξηγήσεως, ὡς ἔχειν αὐτὴν οὕτως· ὅσα δ’ ἀκινδύνως πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπεῖσθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τις εἴη. ὅσα δ’ ἀκινδύνως προέρχεται πάθη, σκεπτέον ἐπ’ αὐτῶν ἐστὶ τοὺς πεπασμούς. ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’ ἑαυτὴν ἀναγινώσκειν τὴν προκειμένην ῥῆσιν, ἵν’ ὁ λόγος ᾖ περὶ πάντων ἁπλῶς νοσημάτων αὐτῷ καθόλου λεγόμενος τῶν χωρὶς πεπασμοῦ. πέψις γάρ τίς ἐστι τῶν παρὰ φύσιν ὁ πεπασμὸς τοῦ νοσήματος, αὕτη δὲ ἡ πέψις εἰς τὴν τοῦ πέττοντος οὐσίαν ἀγωγή τίς ἐστι τοῦ πεττομένου. κατὰ φύσιν μὲν οὖν ἔχοντος τοῦ σώματος, ὅταν καὶ τὸ πεττόμενον οἰκείαν ἔχῃ φύσιν τῷ πέττοντι, μεταβολὴ καὶ ἀλλοίωσις ἁπάσης τῆς πεττομένης οὐσίας ἢ τοῦ πλείστου μέρους αὐτῆς γίνεται, βραχυτάτου περιττεύοντος ἡμῖν ἡμιπέπτου. παρὰ φύσιν δὲ διακειμένων, ὅπερ ἐστὶν ἀλλοτρίων ὑπαρχόντων τῇ τοῦ μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος φύσει, τὸ μὲν ἐξομοιούμενον ὀλίγον γίνεται, τὸ δ’ ἡμίπεπτον περίττωμα πολύ. καθάπερ δ’ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων σωμάτων τὰ περιττώματα τὴν πέψιν ἐνεδείκνυτο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν νοσούντων σωμάτων ἐνδείξεται. τῶν μὲν οὖν τὴν γαστέρα τὰ περιττώματα κάτω διαχωρούμενα τὴν ἀπεψίαν τε καὶ πέψιν ἐκ τῆς ἑαυτῶν ἰδέας ἐνδείκνυται, τῶν δὲ κατὰ θώρακα καὶ πνεύμονα τὰ κατὰ βηχὸς ἀναγόμενα, τῶν δὲ κατὰ τὸν ἐγκέφαλον τὰ διὰ τῆς ῥινὸς ἐκκρινόμενα, τὰ δὲ κατὰ τὰς φλέβας τὰ κατὰ τῶν οὔρων ἀπερχόμενα. δέδεικται δὲ περὶ τούτων ἔν τε τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κρίσεων λόγοις, οὐχ ἥκιστα δὲ κἀν τοῖς περὶ τῶν ἐν νόσοις καιρῶν, οἷς γέγραπται τῶν πεττομένων νοσημάτων τὰ γνωρίσματα. καὶ νῦν οὖν ὁ Ἱπποκράτης αὐτὸ τοῦτό γε κελεύει πράττειν ἐπισκοποῦντας τοὺς πεπασμοὺς τῶν νοσημάτων ἐκ τῶν ἐκκρινομένων περιττωμάτων. ἔνιοι δὲ κατὰ τὸ πέρας τῆς ῥήσεως ἀντὶ τοῦ σκοπεῖσθαι γράφουσι ποιέεσθαι, πρακτικόν τινα καὶ θεραπευτικὸν καὶ συμβουλευτικὸν εἶναι βουλόμενοι τὸν λόγον, οὐ διαγνωρισμός. εἰ μὲν γὰρ σκοπεῖσθαι τοὺς πεπασμοὺς κελεύει, διαγνωστικός τε καὶ προγνωστικὸς ὁ λόγος ἐστίν· εἰ δ’ αὖ ποιεῖσθαι, θεραπευτικός ἐστιν. εὔδηλον δ’ ὅτι πεπασμοὺς ἐργάζεται τὰ συμμέτρως θερμαίνοντα πάντα, τοῦτο μὲν ἐδέσματα, τοῦτο δὲ καταντλήματα καὶ καταπλάσματα, καὶ τρίψις δὲ μετρία καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους εἰσίν. εἴρηται δ’ αὐτῶν πάντων ἡ κατὰ μέρος χρῆσις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. οὐ μόνον δὲ πεπασμοὺς τῶν νοσημάτων σκοπεῖσθαι προσῆκεν ἡ ποιεῖν αὐτὸν, ἑκάτερον γὰρ ἀληθὲς, ἀλλὰ καὶ τὰς ἀποστάσεις τὰς κατ’ ἔκρουν, ὅπερ καὶ μάλιστα χρὴ σπουδάζειν, ἤτοι τὰς κατ’ ἀπόθεσιν εἰς ἀκυρώτερα μέρη· δεύτερος γὰρ οὗτος σκοπὸς ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν ἐπὶ γαστέρα ῥέποι τὰ περιττώματα, ταῦτα συνεργεῖν προσήκει, κλύσμασί τε χρώμενον ἐπισπᾶσθαι δυναμένοις ἐνταῦθα καὶ τοῖς κατὰ τὴν δίαιταν πᾶσαν εἰς τοῦτο συντελοῦσιν. εἰ δ’ ἐπὶ νεφροὺς, τοῖς οὐρητικοῖς, εἰ δὲ ἐπὶ κῶλον, ἐκεῖνο θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων. Πεπασμοὶ ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσι. Ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην ἐνίους μὲν σκοπεῖσθαι τοὺς πεπασμοὺς ἀξιοῦν, ἐνίους δὲ καὶ ποιεῖσθαι καὶ γράφειν ἑκατέρους τὸ τέλος τῆς ῥήσεως διττῶς ἐξηγουμένους, τοὺς μὲν ἑτέρους σκοπεῖσθαι τοῖς ἰατροῖς, τοὺς δὲ ἑτέρους ποιεῖσθαι. χρησίμως δ’ ἔφην ἑκάτερον ἀσκεῖσθαι τοῖς ἰατροῖς, ὥστε καὶ σκοπεῖσθαι γεγραμμένον, εἰ πάντως ἀκολουθεῖ αὐτῷ καὶ τὸ ποιεῖσθαι. μιμητὴν γὰρ ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτης ἀξιοῖ τὸν ἰατρὸν εἶναι τῆς φύσεως. ὅτι μέντοι βέλτιόν ἐστι γράφειν ἐπὶ τῆς προτέρας ῥήσεως τὸ σκοπεῖσθαι δῆλον ἐποίησε κατ’ αὐτὴν εἰπὼν τοὺς πεπασμοὺς σημαίνειν ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφησε σημαίνουσιν, ἀλλὰ ποιέουσιν, εἰ συνεβούλευσε τοῖς ἰατροῖς αὐτοῦ ἐργάζεσθαι τοὺς πεπασμούς. ἀλλὰ τοῦτο μὲν ἐν οἷς θεραπεύει τὰ νοσήματα συμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν ἐπιδημιῶν πραγματείαν εἰς διαγνώσεις αὐτοὺς καὶ προγνώσεις ἐπανατείνει, συνεμφαινομένης μὲν ἐν τῇ καθόλου καὶ τῆς θεραπευτικῆς ὁδοῦ, μὴ μέντοι λεγομένης. ὅτι δὲ συνεμφαίνεται δῆλον. εἰ γὰρ ἀξιοῖ τὰ καλῶς ὑπὸ τῆς φύσεως γινόμενα μιμεῖσθαι τὸν ἰατρὸν, εἰ πεπασμοὶ δὲ ἔργον αὐτῆς ἐστὶν, εὔδηλον ὅτι καὶ τάχος κρίσεως καὶ ἀσφάλειαν καὶ ὑγείαν δηλώσουσι, καὶ ἡμεῖς δὲ συνεργοῦντες αὐτοῖς ἐργασόμεθα πεπασμούς.