Ἦν δὲ τουτέοισι τὰ γενόμενα δυσεντεριώδεα καὶ τεινεσμοὶ καὶ λειεντερίαι καὶ ῥοώδεες, ἔστι δ’ οἷσι καὶ ὕδρωπες, μετὰ τούτων καὶ ἄνευ τούτων ἆσαι. Ἃς διὰ τῆς προγεγραμμένης ῥήσεως ἐν τῷ καθόλου γεγονέναι φησὶν ἀποστάσεις, ταύτας νῦν διεξέρχεται κατὰ μέρος. προείρηται δ’ ἡμῖν ἐν τοῖς πρόσθεν εἰκότως γενέσθαι τὰ τοιαῦτα νοσήματα τῶν περιττωμάτων εἰς τὴν γαστέρα συῤῥεόντων, τὰς μὲν δυσεντερίας δηλονότι μετὰ τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον γενομένας, τοὺς δὲ τεινεσμοὺς τάσεις ὄντας σφοδρὰς ἐπὶ τῆς κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεως, τὰς δὲ λειεντερίας ταχείας διεξόδους ἀμεταβλήτων σιτίων οὔσας. ῥοώδεις δὲ λέγει τοὺς χωρὶς τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦντας, ἀεί τε καὶ συνεχῶς ὑγρὰ διαχωρήματα. τοὺς δὲ καὶ εἰς ὑδέρους ὀξεῖς φη σι κατασκῆψαι διὰ τὴν πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοις μὲν μετὰ τῶν προειρημένων συμπτωμάτων, ἐνίοις δὲ ἄνευ τούτων. Ὅτι δὲ παραγένοιτο τούτων βιαίως, ταχὺ ξυνῄρει ἢ πάλιν, ἐπὶ τὸ μηδὲν ὠφελέειν. Τὰ διὰ δυσπεψίαν καὶ πλῆθος τῶν ὠμῶν χυμῶν γινόμενα νοσήματα πρὸς τῶν ἐκκρίσεων οὐδὲν ὠφελεῖται. ἔφη γὰρ τὰς μὲν πολλὰς βιαίους ταχὺ καθαιρεῖν τὴν δύναμιν, τὰς δὲ μὴ τοιαύτας οὐδὲν ὀνινάναι. οὐσῶν δὲ καὶ τούτων διττῶν, οὐδὲν ὠφελήσουσιν αἱ χωρὶς τοῦ πεφθῆναι, ἅτε καὶ τούτων ἔτι πολλῶν οὐδὲν ὠφελήσει τι χωρὶς τοῦ πεφθῆναι. Ἐξανθήματα μικρὰ καὶ οὐκ ἀξίως τῆς ἐκκρίσεως τῶν νοσημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα οἰδήματα μὴ λυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα. Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἢ τῶν χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιασαμένη τινὰς αὐτῶν ἡ φύσις ἐκκρίνειν ἐπεχείρησεν, οὐδὲν ἤνυσεν, ἀλλ’ ἡττηθεῖσα πρὸς αὐτῶν ἢ ἐπέτρεψεν αὐτίκα παλινδρομῆσαι πρὸς τὸ βάθος, ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίσεων εἰς ἀπόστασιν ὥρμησε. Ἔστι δ’ οἶσιν ἐς ἄρθρα μάλιστα δὲ κατὰ τὸ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολιπόντα καὶ ταχὺ πάλιν ἐπικρατευόμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἔξιν. Ὅτι μὲν οὖν ἡ κατ’ ἀπόθεσιν ἀπόστασις ἐν τοῖς χρονίοις μάλιστα νοσήμασι γίγνεται καὶ ὅτι μάλιστα παρ’ αὐτοῦ μεμαθηκότες ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ μέρος τούτου μαρτυρούμενον ἕξομεν. διὰ δὲ πολλὴν εἷναι τὴν περιουσίαν τῶν ὠμῶν καὶ ψυχρῶν χυμῶν καὶ ἀπέπτων εἰς τὸ μέγιστον τῶν ἄρθρων πολλοῖς ἀπέσκηψεν, ἀλλ’ οὐκ ἐκκρίνοντο, διὰ τὸ δύσπεπτον τῶν χυμῶν. εἰ δέ τινι τοῦτο ἔδοξε λωφῆσαι, ταχὺ πάλιν ὑπέστρεφε, τοῦτο γάρ ἐστι τὸ δηλούμενον, ἀπολιπόντα τὰ οἰδήματα, τῆς ἄνω φορᾶς γεγονυίας, ὑποστρέφοντα δὲ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν ἀνέσκηψε. καὶ γὰρ καὶ τοῦτο δηλοῦται πρὸς αὐτοῦ διὰ τοῦ φάναι καὶ ταχὺ πάλιν ἐπικρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν. Ἔθνησκον δὲ ἐκ πάντων μὲν, πλεῖστοι δὲ ἐκ τουτέων, παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη καὶ πρεσβύτερα, ὀκταέτεα καὶ δεκαέτεα καὶ ὅσα πρὸ ἥβης ἦσαν. ἐγίνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων. τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τουτέων. Τῆς καταστάσεως ἐπικρατοῦν ἐσχηκυίας μάλιστα τὸ ὑγρὸν, ἐπὶ πλεῖστον γὰρ τοῦτο τοῦ κατὰ φύσιν ἐξετράπετο τῆς καθ’ ὑγρότητα καὶ ψυχρότητα μοχθηρίας, ἐπ’ ὀλίγον ὄντες ψυχροὶ καὶ ξηροί. δέδεικται γὰρ ἡμῖν ἑτοιμότερον πάσχειν τὰ σώματα πρὸς ἐκείνων τῶν αἰτίων, ὅσα συγγενῆ ταῖς δυσκρασίαις αὐτῶν ἐστίν.