Οὖρα δὲ τοῖσι πλείστοισι τουτέων ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχροα καὶ κατὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως, ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲ καθιστάμενα, οὐδὲ ὑφιστάμενα, οὐδὲ πεπαινόμενα, ἢ σμικρὰ καὶ ὠμὰ καὶ κακὰ, τὰ δὲ ὑφιστάμενα καὶ κάκιστα ταῦτα πάντα. Ταῦτα πάντα τὰ καθόλου διὰ τοῦ προγνωστικοῦ γράμματος ἐδίδαξε, ταῦτα καὶ νῦν ὡς ἐπὶ παραδειγμάτων διὰ τῶν κατὰ μέρος πιστοῦται· προεξηγησάμενοι δὲ κατὰ τὸ προγνωστικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆς συμφωνίας τούτων πρὸς ἐκεῖνα λέγειν, ἐναργῶς φαινομένης, ἐδείχθη γὰρ ἡμῖν ἐν ἐκείνοις ὠμῶν καὶ ἀπέπτων χυμῶν σημεῖα τὰ τοιαῦτα. Βῆχες μὲν παρείποντο τοῖς πυρετοῖσι, γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γινομένην διὰ βηχὸς τότε. Τῆς πλεονεξίας τῶν χυμῶν ἐκκαθαιρομένης εἰώθασιν αἱ βῆχες ἐπιφέρειν. Χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ γάρ τινες αὐτέων διαλείποιεν μικρὰ, ταχὺ πάλιν ὑπέστρεφον. ἔστι δ’ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γίγνοιτο περὶ ὀγδοηκοστὴν ἐοῦσι καὶ τούτων ἐνίοις ὑπέστρεψαν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτέων ἔτι νοσεῖν, τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπον. Εὔδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος μέμνηται νῦν οὗτος, οὐ τοῦ προτέρου, κατὰ τὴν προτέραν αὐτῷ λελεγμένου τῆς ὅλης καταστάσεως. ἅπαντα γὰρ ταῦτα τὰ νοσήματα περὶ ὧν ὁ λόγος αὐτῷ νῦν ἐστὶν, ἤκμασε μάλιστα καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν ἐπαύσατο χειμῶνος ἀρχομένου, τινὰ δὲ μέχρι πλείονος ἐπετάθη. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποστροφῶδες ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων τὰ νοσήματα χυμῶν εἰκότως ἀπήντησε, διὸ καὶ συμπεσεῖν ὁμοίως αὐτὰ τοῖς περιγενομένοις. Ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγενομένοισι καὶ τοῖσι οὔ. πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικίλης ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου, τοῖσι πλείστοισιν ἀποσίτους εἶναι πάντων γευμάτων, μάλιστα δὲ τουτέων οἷσι καὶ τὰ ἄλλα ὀλεθρίως ἔχοι. διψώδεες δὲ οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τούτοισιν. Ὅτι τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν μέγιστον ἑτέρωθι πρὸς αὐτοῦ λέλεκται καὶ καθόλου καὶ νῦν καὶ διά τινος τοῦ κατὰ μέρος παραδείγματος ἐπιστώθη. τὸ δὲ μὴ λίαν αὐτοὺς διψώδεις εἶναι τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότως ἠκολούθησε. Γιγνομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς συντήξεως, ἐπὶ τουτέων ἀποστάσιες ἐγίγνοντο ἢ μείζους ὥστε ὑποφέρειν μὴ δύνασθαι ἢ μείους ὥστε μηδὲν ὠφελέειν, ἀλλὰ ταχὺ παλινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον. Ὅταν τὸ πλῆθος ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποστάσεις γίνονται· εἰ μὲν σμικραὶ εἶεν αἱ ἀποστάσεις, οὐδὲν ὠφελοῦσιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰς ἡ δύναμις οὐ δύναται. ὅτι δὲ καὶ νῦν τὰς κατ’ ἔκρουν κενώσεις ἀποστάσεις ὀνομάζει διὰ τῆς ἐπιφερομένης ῥήσεως σαφῶς ἐδήλωσε.