Ἱδρῶτες πολλοί. Δηλονότι τοῖς ἄλλοις πυρετοῖς ἐφάνησαν ἱδρῶτες πολλοὶ, δυνατὸν δὲ καὶ τοῖς ἄνευ πυρετοῦ πάθεσιν, οἷον τοῖς σπασμοῖς ἱδρῶτας ἐπιφανῆναι πολλοὺς ἐκ τῆς ἠθροισμένης ἐν τῷ σώματι πολλῆς ὑγρότητος ψυχρᾶς διὰ τὴν κατάστασιν, ὑπὸ δὲ τῆς τοῦ σπασμοῦ βίας ἐκκρινομένης· ἀλλὰ καὶ οἷς γέ τισιν ἔφη γενέσθαι, τούτοις οὖν αὐτοῖς καὶ εἰκός ἐστιν, ἱδρῶτες πολλοί. Τουτέοισιν ἐλάχιστα κουφίζοντες οὐδὲν, ἀλλ’ ὑπεναντίως βλάβας φέροντες. Τούτοις φησὶ τοῖς πυρετοῖς, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, τοῖς τριταιοφυέσιν ἱδρῶτες συνήδρευον οὐδὲν ὠφελοῦντες. ἡ δ’ αἰτία πρόδηλος, ἀποδεδωκότων ἡμῶν ἀπέπτοις νοσήμασιν, οὔτ’ ὠφελεῖν τοὺς ἱδρῶτας οὔτ’ ἀγαθὸν εἶναι σημεῖον ἢ γὰρ πλεονεξίαν ὑγρῶν· ἢ ἀῤῥωστίαν δυνάμεως ἐνδείκνυται. Ψύξις πολλὴ τουτέοισι τῶν ἀκρέων, καὶ μόλις ἀναθερμαινόμενα. Καὶ διὰ φλεγμονὴν μὲν ἀξιόλογον σπλάγχνων ἐν τοῖς παροξυσμοῖς δυσεκθέρμαντα γίνονται τὰ ἄκρα καὶ διὰ πλῆθος δὲ ψυχρῶν χυμῶν, ὡς ἀπεδείξαμεν ὑπὲρ ἀμφοτέρων ἐν ταῖς προειρημέναις πραγματείαις. Οὐδὲ ἄγρυπνοι τὸ σύνολον, μάλιστα δ’ οὗτοι καὶ πάλιν κωματώδεες. Καὶ πάλιν ἀγρύπνους μὲν αὐτούς φησι γεγονέναι μᾶλλον ἐν μέρει, οὐ μὴν τὸ σύνολόν γε ἐπὶ τούτοις, οὐδ’ ἐναντίωσις σφοδρά. φησὶ γὰρ αὐτοῖς ἐν μέρει καὶ τὸ κωματῶδες σύμπτωμα γεγονέναι. τοῦτο δ’ ἐστὶν ὅταν καταφέρωνται, μὴ δυνάμενοι τὰ τῶν ἐγρηγορότων πράττειν, ὡς ἀπεδείξαμεν. Κοιλίαι δὲ πᾶσι ταραχώδεες καὶ κακαὶ, πολὺ δὲ τουτέοισι κάκισται. Τῆς περιουσίας τῶν χυμῶν εἰς τὴν γαστέρα ῥεούσης, ὡς ἔμπροσθεν εἶπον, εἰκὸς ἦν ταραχώδεις γίνεσθαι αὐτάς. τούτοις οὖν τοῖς τριταιοφυέσιν, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὡς ἂν κακοηθεστέροις τῶν ἄλλων νοσημάτων, ἀναγκαῖον ἦν καὶ κατὰ τὴν γαστέρα χείρους γίνεσθαι.