Ἡμερινοὶ, νυκτερινοὶ, ἡμιτριταῖοι, τριταῖοι ἀκριβεῖς, τεταρταῖοι, πλάνητες ἕκαστοι δὲ τῶν ὑπογεγραμμένων πυρετῶν πολλοῖσιν ἐγίνοντο· οἱ μὲν καῦσοι ἐλασχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. Διὰ τί πᾶν μὲν εἶδος ἐν τῇ προγεγραμμένῃ καταστάσει συνέβη γενέσθαι πρόσθεν εἴρηται. τὸ δ’ ἀκριβὲς μεταξὺ κείμενον, τοῦτο τριταίου καὶ τεταρταίου προσνέμειν ἑκατέροις χωρεῖ. Οὔτε γὰρ ᾑμοῤῥάγησεν, εἰ μὴ πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔθ’ οἱ παράληροι, τά τ’ ἄλλα πάντα εὐφόρως. Ἴδιον Ἱπποκράτους ἐστὶ τὸ διδάσκειν ἐν παρέργῳ θεωρήματα χρήσιμα. τὰ γὰρ τῶν οἰκεῖα νοσημάτων συμπτώματα μὴ γενόμενα τότε κατὰ τοῦτον εἴωθε τὸν τρόπον ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέσθαι τότε, γενέσθαι πολλάκις αὐτὰ διδάσκων. ἐν μὲν οὖν τοῖς γνησίοις, ὡς ἂν εἴπῃ τις, καύσοις διὰ τὸ πλῆθος τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων τῶν χυμῶν αἱμοῤῥαγίαι τε καὶ παράληροι γίνονται. νυνὶ δὲ, οὐ καὶ ἦν γνήσιος ὁ καῦσος, εἰκότως οὐδὲ τὰ συμπτώματα ἔσχε τὰ καύσων ἴδια. Ἐκρίνετο δὲ τουτέοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν. Καὶ τοῦτο τῶν τότε γινομένων καύσων ἴδιον, οὐ κοινὸν πρὸς τοὺς ἄλλους οὓς γνησίους ὠνόμασεν. ἐκεῖνοι γὰρ ὥσπερ σφοδροὶ τοῖς πυρετοῖς, οὕτω καὶ τῇ δίψῃ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ δυσφορίᾳ καί που καὶ τῇ παραφορᾷ τῆς διανοίας ἐνοχλοῦσι. διὰ δὲ τὴν τοιαύτην ὀξύτητα καὶ τὴν κρίσιν ἔχουσιν ἐν τάχει γινομένην. ἐν δὲ τῷ νῦν ἐπιδημήσαντι καύσῳ, καθάπερ τὸ ὀξύτητος ἦν μέτριον καὶ τῶν ἐπιπόνων συμπτωμάτων οὐδὲν, οὕτως οὐδ’ ἡ κρίσις ἐγίνετο βέβαιος, ἀλλ’ οἷον ἡμίῤῥοπός τις, ὡς ἐξ ὑποστροφῆς αὖθις κρίνεσθαι τὸ δεύτερον. ἐν γὰρ τῷ φάναι, σὺν τῇσι διαλειπούσῃσι τὸ προκεκρίσθαι μὲν ἐνδεῶς, ἐξ ὑποστροφῆς δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο. Οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε ἐν καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. Οὐδεὶς μὲν ἀπέθανε ἐν τῷ τότε καύσῳ ὅτι μέτριος ἐγένετο. καὶ λέλεκται πρόσθεν ἡ αἰτία τούτου. τὰ φρενιτικὰ δ’ οὐκ ἐγένετο, διότι μὴ ἐπληροῦτο τούτοις ἡ κεφαλὴ τῆς καταστάσεως ὅλης ψυχρᾶς οὔσης. ἐδείχθη δ’ ὅτι φρενίτιδες ὑπὸ θερμαινομένων τῶν κατὰ τὸν ἐγκέφαλον χωρίων γίνονται. Οἱ δὲ τριταῖοι πλείους μὲν καύσων καὶ ἐπιπονώτεροι. εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψεως τέσσαρας περιόδους. ἐν ἑπτὰ δὲ τελέως ἐκρίνοντο, οὐδ’ ὑπέστρεψαν οὐδενὶ τούτων. Ἕν τε τοῖς περὶ διαφορᾶς πυρετῶν ὑπομνήμασι κὰν τοῖς περὶ κρίσεων ἐπιδέδεικται τά τ’ ἄλλα καὶ ὅτι διὰ πλεονεξίαν χολῆς ξανθῆς οἵ τε καῦσοι καὶ οἱ τριταῖοι γίνονται καὶ τοῦτο ἔχοντες κοινὸν διαφέρουσι τοῖς τόποις ἐν οἷς ὁ πλεονάζων ἀθροίζεται χυμός. ἐν μὲν γὰρ τοῖς καύσοις κατὰ τὰς φλέβας πλεονάζει καὶ μάλιστα τὰς καθ’ ἧπαρ καὶ γαστέρα. τριταῖοι δὲ πυρετοὶ γίνονται κατὰ τὰς ἐν ὅλῳ τῷ σώματι σάρκας ἐπικρατούσης τῆς ξανθῆς χολῆς. ἐπισχεθείσης οὖν τῆς διαπνοῆς τοῖς φύσει χολώδεσιν, ὅσον ἐν τῷ σαρκώδει γένει τῆς χολῆς ἀθροιζόμενον ἐκενοῦτο πρότερον, οὐ κενωθὲν ἐν τῇ νῦν καταστάσει, τοὺς τριταίους ἐγέννησε πλείους τῶν καύσων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεσιν ἐξ ἐπισχέσεως ἔχουσι χολωδῶν περιττωμάτων, ἀλλὰ τῆς ἐν τοῖς ἀγγείοις τε καὶ σπλάγχνοις θερμασίας ἀπεκταθείσης, ἐκφλογωθείσης τῆς καταστάσεως τῆς θερμῆς ἰσχυρῶς, ὡς γίνεται τοῖς γυμνασαμένοις ἐπὶ πλέον ἢ φροντίσασιν ἰσχυρῶς ἢ διατρίψασιν ἐπὶ πλέον ἐν ἡλίῳ ἢ ἐδέσμασι καυσώδεσι χρησαμένοις δαψιλῶς ἢ καὶ τὰ πλεῖστα τούτων ἢ καὶ τὰ πάντα πράξασί τε καὶ παθοῦσιν. ἀλλ’ οὐχ ἡ νῦν κατάστασις ἰσχυρῶς θερμὴ, διόπερ οὐδ’ οἱ καῦσοι πολλοῖς ἐγίγνοντο, μᾶλλον δὲ τοῖς λίαν χολώδεσι, καὶ τούτοις μετριώτατοι. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως μᾶλλον οἱ τριταῖοι συνέβησαν ἐκ τοῦ τὰς εἰθισμένας ἀποῤῥοίας τῶν χολωδῶν περιττωμάτων ἐπισχεθῆναι. κατὰ λόγον οὖν τούτοις ἐπιπονώτεροί τε τῶν καύσων ἐγίνοντο, διότι καὶ γνησιώτεροι καὶ τὰς κρίσεις οἰκείας ἔσχον.