Πᾶσι πάντοθεν πολὺς ὁ πλάδος. Τὴν περιττὴν ὑγρότητα πλάδον εἴωθεν ὀνομάζειν. ἐπεὶ τοίνυν ἄλλοις ἄλλως, τισὶ δὲ καὶ πολυειδῶς ἐξεκενοῦντο τὰ συνειλεγμένα χρόνῳ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότως ἔφη, πᾶσι πάντοθεν πλάδος. Ἐγίνοντο δὲ ταῦτα πολλοῖσιν ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρέττουσι, περὶ ὧν γεγράψεται. Ὅσοις μὲν ἔφθασε τὸ ἠθροισμένον πλῆθος, ἤ τι χολῶδες ὑπάρχον, ὅλως εὐδιάφθαρτον, εἰς σηπεδόνα πυρετώδη μεταβαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲς δ’ ὀρθοστάδην ἢ οὐ πρότερον εἰς τοὺς πυρετοὺς ἠνέχθησαν. Ἐν οἷσι δὲ ἐπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα μετὰ πόνου, φθινώδεες μὲν, ἤδη δὲ φθινοπώρου καὶ ὑπὸ χειμῶνα. Περὶ δὲ τοῦ δευτέρου φθινοπώρου δηλονότι λέγει καὶ τοῦ δευτέρου χειμῶνος, ἐπεὶ περί γε τοῦ προτέρου προείρηκεν οὕτως, κατὰ χειμῶνα μὲν ὑγιεινῶς ἔχον τὰ πλεῖστα. πρὸ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπιπόνως. εἶτα περὶ τῶν ἐν τῷ ἦρι γενομένων διελθὼν, ἐφεξῆς τοῦ θέρους ἐμνημόνευσε καὶ μετὰ τοῦτο τοῦ δευτέρου φθινοπώρου, περὶ οὗ κατὰ τὴν τελευτὴν τῆς ὅλης καταστάσεως εἰρήκει. ταχὺ περὶ ἀρκτοῦρον ἐν βορείοισι, πολλὰ πάνυ ὕδατα. φθινώδεας δὲ τίνας εἴρηκεν οὐ πάνυ σαφές ἐστιν, εἴωθε γὰρ τοὺς ὁπωσδήποτε ἰσχνουμένους τὸ σῶμα καὶ φθίνοντας οὕτως ὀνομάζειν, οὐ μόνον τοὺς διὰ τὴν τοῦ πνεύμονος ἕλκωσιν ὅλον τὸ σῶμα τηκομένους. εἰκὸς δὲ καὶ νῦν ἐπ’ αὐτοῦ λελέχθαι φθινώδεις τοὺς ὁπωσδήποτε τὸ σῶμα λεπτυνομένους, μηδενός γε προειρημένου περὶ τῶν κατὰ τὸν πνεύμονα νοσημάτων. οὔτε γὰρ αἵματος ἀναγωγὴν ἐξ αὐτῶν γεγονέναι προειπὼν οὔτε περιπνευμονίαν οὔτε ῥεῦμα κατασκῆψαι τῷ σπλάγχνῳ τούτῳ, πῶς ἂν εἰκότως δόξαις φθινώδεις λέγειν γεγονέναι τοὺς τότε κάμνοντας ἐπὶ τῇ κακώσει τοῦ πνεύμονος; οὐ μὴν ἀδύνατόν γε, καθάπερ ἐπὶ γαστέρα καὶ νεφροὺς ἧκέ τι τῆς καθ’ ὅλον τὸ σῶμα περιουσίας, οὕτως καὶ τοῖς πνευματικοῖς κατασκῆψαι. Πυρετοὶ ξυνεχέες. Τὸ ὑπὸ χειμῶνα μεταξὺ λεγόμενον τῆς τε προγεγραμμένης λέξεως καὶ ταύτης οἱ μὲν ἐκείνῃ προσένειμαν, οἱ δὲ ταύτῃ. ἐμοὶ δὲ σύμπας ὁ λόγος φαίνεται τοιόσδε. καὶ κατὰ τὸ φθινόπωρον ἤδη τινὲς ἐγένοντο φθινώδεις, ὡσαύτως δὲ καὶ κατὰ τὸν χειμῶνα, καὶ μέντοι καὶ πυρετοὶ συνεχεῖς καὶ κατὰ τὸ φθινόπωρον ἐγένοντο καὶ κατὰ τὸν χειμῶνα. πρόδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος οὐκ ἔγραψε τὴν κατάστασιν ὡς φυλάξαντος τὴν οἰκείαν χειμῶνος κρᾶσιν. ἐμάθομεν οὖν ἐκ τοῦ δευτέρου λόγου νοσήματα γίνεσθαι κατ’ ἐνίας τῶν ὡρῶν οὐδὲν αὐτὰς πεπονθυίας, ἀλλὰ τὰ τῶν πρόσθεν ἁμαρτήματα διαδεξαμένας. Καὶ τίσιν αὐτέων ὀλίγοισι καυσώδεες. Οὐ κατὰ τὸν ἴδιον λόγον τῆς καταστάσεως οἱ καυσώδεις ἐγίνοντο πυρετοὶ, κατά τι δὲ συμβεβηκὸς, καθάπερ πρόσθεν εἴπομεν τὰ συμβεβηκότα. ἐπισχεθείσης γὰρ τῆς καθ’ ὅλον τὸ σῶμα διαπνοῆς τὰ περιττεύειν ἑκάστῃ τῶν φύσεων εἰθισμένα κωλυθέντα τῆς κενώσεως οἰκείας ἑαυτοῖς ἐγέννησαν νόσους, ὡς ὅσοι σφοδρῶς ἦσαν χολώδεις, τούτοις φύσει εἰθισμένως συνέβη τὸν καῦσον γενέσθαι, διὸ καὶ περὶ αὐτῶν ἐφεξῆς ἐρεῖ· οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισιν ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὐ γὰρ θερμὴ καὶ διακαὴς καὶ αὐχμηρὰ κατάστασις ἐγέννησεν αὐτούς. πολλοὶ γὰρ ἂν ἐγένοντο καὶ πολλοῖσι καὶ μετὰ πόνων ἰσχυρῶν.