Ἐν Θάσῳ πρωῒ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρὸν, ἀλλ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισί γε πολλοῖσιν, ὑγροὶ καὶ προεκρηγνύμενοι. Τὸ φθινόπωρον εἶπον ἄρχεσθαι τῇ τοῦ ἀρκτούρου ἐπιτολῇ, γινομένῃ πρὸ τῆς φθινοπωρινῆς ἰσημερίας. τηνικαῦτα οὖν ἔφη γενέσθαι χειμῶνας μεγάλους πρὸ τοῦ δέοντος. τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι σημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάσαι μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ προεκρηγνύμενοι καὶ τὸ μεθ’ ὑετῶν ἀθρόως αὐτοὺς γενέσθαι. Ταῦτα δὴ ἐγίνετο τοιαῦτα μέχρι πληϊάδος δύσεως καὶ ὑπὸ πληϊάδος. Ὅτι τῆς πλειάδος ἡ δύσις ὁρίζει φθινόπωρον εἴρηται πρόσθεν· ἀλλὰ καὶ ὅτι δύο μῆνές εἰσιν ἀπ’ ἀρκτούρου μέχρι πλειάδος, ὅτι τε μία ἐπισημασία κατὰ τὸ περιέχον ἀπ’ ἀρκτούρου γίνεται, δύο δ’ ἐπὶ πλειάδι, μία μὲν ὁπότε συνάπτει τῷ φθινοπώρῳ χειμὼν ἐπὶ τέλος οὖσα, ἑτέρα δὲ ὁπότε ἔαρ τῷ θέρει. τοῦ δ’ ἀρκτούρου τῆς ἐπιτολῆς μόνης οὐδὲ μνημονεύειν εἴωθεν Ἱπποκράτης, ἐπειδὴ κατ’ αὐτὸν ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τελευτὴ δὲ τοῦ θέρους. εἴρηται δ’ ἔμπροσθεν ἤδη περί τε τῆς εἰς τὰς δ’ ὥρας διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆς εἰς ἑπτὰ, καὶ ὅτι θέρος μὲν ὁρίζουσιν ἐπιτολῇ πλειάδος καὶ ἀρκτούρου καὶ ὡς ἐστὶν αὕτη μόριόν τι τῆς εἰς ἑπτὰ διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρους τεμνομένου, τριχῆ δὲ τοῦ χειμῶνος. εἴρηται δὲ καὶ ὡς οὐδὲν διαφέρει πλειάδα λέγειν ἑνικῶς ἢ πληθυντικῶς πλειάδας. Χειμὼν δὲ βόρειος. Ἐφεξῆς τῇ πλειάδι χειμῶνος μνημονεύει, σαφῶς ἐνδεικνύμενος ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προσέχομεν οὖν αὐτῷ διηγουμένῳ περὶ τοῦ τότε γενομένου χειμῶνος. Ὕδατα πολλὰ, λαῦρα, μεγάλα, χιόνες, μιξαίθρια τὰ πλεῖστα. ταῦτα δ’ ἐγένετο μὲν πάντα, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν ψύξεων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχείμωνες μεγάλοι, βόρεια πολλὰ, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως καὶ οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ ξυνέτεινε καὶ οὐκ ἀνίει μέχρις ἰσημερίας. ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο. ἐτησίαι ξυνεχῶς ἐπέπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον, ἐν βορέοισι πολλὰ πάνυ ὕδατα. Πολλὰ λέγομεν ὕδατα γίνεσθαι κατά τινα καιρὸν, διὰ τὸ τοῦ χρόνου μῆκος, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταῤῥήσσοιτο. λέγομεν δὲ πολλὰ, κἂν ἐν ὀλίγῳ χρόνῳ ὑπέλθοι λάβρα. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖσθαι, ἀλλ’ ὅταν γ’ ἐφεξῆς ἀλλήλλων εἴποι τις ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι, καθάπερ Ἱπποκράτης συνέγραψεν, ἀκουσώμεθα λάβρα μὲν τὰ ἐξαιφνίδια, σφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παντάπασιν, ὥσπερ γε μηδὲ πολυχρόνια. σαφηνείας δ’ ἕνεκεν οὐδὲν κωλύσει καὶ μακροτέρα βραχεῖ χρήσασθαι διηγήσει. γιγνέσθω τοίνυν ἐξαίφνης ὑετὸς πάμπολυς ὥραις τρισὶν ἢ τέτρασιν, εἶτ’ εὐθέως παυέσθω, λάβρον τοῦτον ὀνομάσομεν. ἄλλος δέ τις κατὰ βραχὺ μὲν ἀρξάσθω, κατὰ βραχὺ δ’ αὐξηθήτω καὶ τοῦτο ταθήτω δι’ ὅλης ἡμέρας καὶ νυκτὸς, εἶτ’ ἀκμάσας πάλιν ἀφαιρείτω τοῦ πλήθους κατὰ βραχὺ δι’ ὅλης τῆς ὑστέρας ἡμέρας, εἶτα παυσάσθω, τὸν τοιοῦτον ὑετὸν οὐκ ἐροῦμεν λάβρον, ἀλλὰ μέγαν. ὁ τοίνυν χειμὼν ὃν διηγεῖται ποτὲ μὲν λάβρους ἔσχεν ὑετοὺς, ποτὲ δὲ μεγάλους ἐκ διαλειμμάτων, καθαροῦ δηλονότι γινομένου πολλάκις ἐν τῷ μεταξὺ τοῦ περιέχοντος. τοῦτ’ οὖν ὁμολογεῖ καὶ τὸ γεγραμμένον ὑπ’ αὐτοῦ, μιξαίθρια τὰ πλεῖστα. καὶ χίονας δέ φησι γεγενῆσθαι ἐν τῷ χειμῶνι, μὴ προσθεὶς αὐτὰς πολ λὰς ἢ ὀλίγας, ὡς ἂν οὐδέτερον ἱκανῶς ἐσχηκυίας, ἀλλὰ κατὰ τῆς πόλεως ἔθος μᾶλλον γενομένας. διὸ καὶ προσέθηκεν αὐτὸς, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν ψύξεων. καὶ τἄλλα δὲ τούτων ἐφεξῆς πάντα τὸν χειμῶνα ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύσιν μόνον αὐτὸν γινόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προσήκοντος ὑγρὸν τηνικαῦτα συμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδες, ψυχρόν τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸς δὲ τούτῳ καὶ ἐπινέφελον, εἶτα τὸ θέρος μέτριόν πως, ἐφ’ οἶς πᾶσιν ἐν βορείοις τισὶ, περὶ ἀρκτοῦρον ὕδατα γενέσθαι πολλά. καὶ μετὰ ταῦτα τὸ κεφάλαιον ὅλης τῆς καταστάσεως ἐρεῖ κατὰ τὴν λέξιν· γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. οὐρανὸν εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθος τὸν ὑπὲρ ἡμᾶς ἀέρα μέχρι τῆς χώρας τῶν νεφελῶν. ὁ δ’ ὑπὸ τῶν ἀστρονόμων τε καὶ φιλοσόφων οὐρανὸς ὀνομαζόμενος ἀπὸ τῶν κατὰ τὴν σελήνην ἄρχεται τόπων. λαίλαπας δὲ τοὺς ἐξαιφνιδίους καὶ σφοδροὺς ἀνέμους οἱ Ἕλληνες ὀνομάζουσι, καὶ μάλισθ’ ὅταν ὑετὸς ἅμα ἐν αὐτοῖς γίγνηται λάβρος. Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωῒ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπιπόνως. Δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν ὅτι εἴωθεν ὁ Ἱπποκράτης τῆς διηγήσεως τῶν γενομένων περὶ τὸν ἀέρα καταστάσεων ἄρχεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον ἐκτραπῇ τῆς κατὰ φύσιν κράσεως, καὶ οὐκ ἀπὸ τοῦ λόγου ἐστὶ τοῦτο πράττειν τῷ μέλλοντι συνάψειν τῇ τοῦ περιέχοντος ἀέρος δυσκρασίᾳ τὰς τῶν ἐπιδημησάντων νοσημάτων ἰδέας. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήσατο, δῆλον ὅτι τὸ πρὸ αὐτοῦ θέρος ἐστὶ καὶ ἕπεται τῷ πρὸ αὐτοῦ. καὶ τοίνυν ὅσον ἐπὶ ταῖς ὥραις, κατὰ φύσιν ἔχοντα τὰ σώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ ψυχρὸν γενόμενον οὐδὲν εἰργάσατο φαῦλον, ἀλλ’ ἴσως ἕνια σώματα καὶ προσωφέλησεν, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσιν ὄντα κατὰ τὸ θέρος εἴωθεν εἰς ἀμετρίαν ἀφικνεῖσθαι. τούτων οὖν ὥσπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ ὑγρὰν ἔσχον τὴν κατάστασιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα νόσος ἐπιδήμιος ἐγεννήθη διηγήσεως ἀξία. τοιοῦτον γὰρ ἐπισημαίνει λέγων, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα· καὶ γὰρ ὁ χειμὼν ὑγρότερος μὲν ἐγένετο, ψυχρότερος δ’ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύσιν αὐτῷ συμβέβηκεν εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενος ὑπὲρ τῆς ἐν αὐτῷ καταστάσεως εἶπεν, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψύξεων. πρῶτον δὲ εὔλογον ἦν ἄρξασθαι νόσους ἐκ τῆς τοῦ περιέχοντος ἐπὶ πλέον ἐξαλ λαγῆς, ἡνίκα φησὶν αὐτός· ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἔαρ γὰρ εὔκρατον εἶναι χρὴ, οὐ ψυχρὸν, ὥσπερ οὐδ’ ἐπινέφελον, οὐδ’ ὑδατῶδες. ὅτι δ’ ἀπὸ τῆς ἰσημερίας ἄρχεται τῆς μετὰ τὸν χειμῶνα τὸ ἔαρ ἐῤῥέθη ἡμῖν κατὰ τὸ πρόσθεν ὑπόμνημα, καὶ αὐτὸς δὲ σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὴν προκειμένην διήγησιν. εἰπὼν γὰρ ὅτι ὀπισθοχείμων, κἄπειτα προσθεὶς, ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίας, ἐφεξῆς προσέγραψεν, ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἴδωμεν οὖν ὁποίᾳ τῇ καταστάσει τοῦ περιέχοντος ἠκολούθησε νοσήματα.