ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Α. ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Α. Γαληνοῦ Προοίμιον. Οὐκ ἐν τούτῳ μὲν βιβλίῳ Ἱπποκράτης Κῶος περὶ τῶν νόσων ἑκάστῃ τῇ χώρᾳ οἰκείων ἄγειν καθέστηκε, καθάπερ δὴ ἄλλοτέ ποτε· ὅτι ὁ καθόλου αὐτοῦ λόγος ᾖ περὶ νόσων τῶν ἐπιδημιῶν καλουμένων, τουτέστι τῶν κατὰ δήμους κατασκηπτόντων, αἱ ἀπὸ τῶν ἐπιδημιῶν οὕτω διαφέρουσαι, ὅτι αἱ μὲν κατά τινα χρόνον τινὰ χώραν διαβαίνουσιν· αἱ δὲ τοῖς οἰκήτορσιν ὥσπερ συγγενεῖς διὰ παντὸς ἕπωνται. ἐν τῷ γοῦν βιβλίῳ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων ἔδημα τὰ νοσήματα διδάσκει τὰ διὰ τῶν οἰκημάτων ἑκάστων προσγινόμενα. ἐν τούτῳ δὲ τὰ νοσήματα ἐπιδήμια τὰ κατά τινα χρόνον πανδημεὶ τὰς πόλεις ἢ τὰς γενετὰς ἁπάσας ἐπιχειροῦντα. ταῦτα δὲ ἄμφω τῶν νοσημάτων γένη πάγκοινά τε καὶ πάνδημα ὀνομάζειν εἴωθεν· λοιπὰ δὲ πάντα σποραδικὰ, τὰ δή που μὴ κοινῶς πολλοὺς, ἀλλ’ ἕκαστον ἰδίᾳ καταλαμβάνει. πολλάκις γὰρ οἱ Ἕλληνες τὸ σπείρειν ἀντὶ τοῦ διασπείρειν καὶ ὑπ’ ἀλλήλων διαχωρίζειν ἔλαβον, καὶ κατὰ τοῦτον τρόπον Θουκυδίδης περὶ τῶν νεανίσκων· ἦρος δὲ ἄλλοι ἐν τῷ ἄλλῳ τῆς πόλεως μέρει σποραδικοὶ ἀπολώλασι· τούτων δὲ νοσημάτων ὡς ἡ γένεσις, οὕτω καὶ αἰτία κοινή ἐστι. ὅταν δὲ τρεῖς ὦσιν αἰτίαι ἀφ’ ὧν τὰ νοσήματα γίνεται, μία μὲν τοῖς προσφερομένοις ἔνεστι, δευτέρα δὲ τοῖς πραττομένοις, τρίτη δὲ τοῖς ἔξωθεν ἐμπίπτουσι. ἀπὸ τοῦ μὲν ἑκάστου κοινὰ τὰ νοσήματα γίνεσθαι εἴωθεν καὶ μάλιστα ἀπὸ τῆς ἀέρος ἡμᾶς περιέχοντος καταστάσεως. οὐ γὰρ τὰ πλεῖστα συμβαίνει ἐκ τῶν προσενεχθέντων σιτίων τὸ κοινὸν νόσημα τὴν πόλεα ἢ χώραν ἢ στρατὸν διαβαίνειν, ὥσπερ μήτ’ ἐκ τῶν κοινῶν πραγμάτων τε καὶ πονημάτων περιεχόμενος ἡμᾶς ἀὴρ, εἰ ἀμετρότερον θερμαίνηται ἢ καταψύχηται ἢ ὑγραίνηται ἢ ξηραίνηται τὴν σωμάτων συμμετρίαν τὴν οὖσαν ὑγιείαν διαταράττει καὶ στρέβλει καὶ ἀνατρέπει. ταῖς γὰρ ἄλλαις αἰτίαις μήθ’ ὁμοῦ πάντες ἀντιάζομεν μήθ’ ἡμέραν ὁλόκληρον ὑποκείμεθα, ἀλλὰ μόνος ἀὴρ ἅπαντας περιέχει καὶ ἀπὸ πάντων εἰσπνεῖται. γίνεσθαι γὰρ ἀδύνατον ὅτι μὴ τὰς τῶν ζώων σωμάτων εὐκρασίας μετὰ τῆς αὐτοῦ μεταβολῆς διατίθεσθαι καὶ μεταβάλλεσθαι. καὶ διὰ ταῦτα καθάπερ αὐτὸς διδάσκει ὁ Ἱπποκράτης. ἦρος μὲν τῆς ὥρας εὐκρατοτάτης οὔσης αἷμα τῶν χυμῶν εὐκρατότατος ὢν εὐπορεῖ καὶ αὐξάνεται. χειμῶνος δὲ τῆς ψυχροτάτης ὥρας οὕσης τὸ φλέγμα ψυχρότατος ὁ χυμὸς ὢν, ὥσπερ καὶ τοῦ θέρους τῆς ὥρας θερμοτάτης χυμὸς θερμότατος ἡ χολὴ ξανθή· τοῦ δὲ φθινοπώρου τῆς ὥρας ξηροτάτης μέλαινα χολὴ ἡ πλείστη τε καὶ ἰσχυροτάτη ἐστὶ, κατωπτηθέντων ἐν τῷ θέρει δυοῖν χυμοῖν τοῦ αἵματος καὶ τῆς χολῆς ξανθῆς καὶ τῆς ὠχρᾶς καλουμένης. οὕτω τὸ λοιπὸν καὶ τὰ νοσήματα κατὰ τὴν τῆς ἑκάστης ὥρας ἀναλογίαν προσγίνεται, ἃ μετὰ τῆς πλεονάζοντος χυμοῦ φύσεως τὴν ὁμοιότητα διαλαγχάνει. εἰ δὲ κατὰ τὰς εἰρημένων ὡρῶν προσηγορίας εἰρημένοι χυμοὶ γεννάωνται, μήποτε δήπου γίνηται ὡς ἀπὸ τῆς σφετέρας εὐκρασίας ποτὲ νοθευόμενοι τοὺς ἄλλους διεργάζοντας. διότι δὲ ἑκάστη ὥρα κατὰ λόγον τῆς σφετέρας εὐκρασίας, ἀλλὰ μὴ ὀνόματος ἕνεκα τοὺς προειρημένους χυμοὺς αὔξει, ὅταν ἡ περιέχοντος ἡμᾶς ἀέρος εὐκρασία μεταλαμβάνεται, τοὺς δὲ χυμοὺς μεταλαμβάνεσθαι ἐπάναγκές ἐστιν, ὥσπερ ἐν τοῖς ἀφορισμοῖς αὐτὸς ἔλεγε. ἐν τῇσιν ὥρησιν ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος γίγνηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή. ὥσπερ οὖν καθ’ ἑκάστας ὥρας ἰδίαν εὐκρασίαν φυλάττουσας κατὰ τὸν σφετερῶν φύσεων λόγον ἐκτίζετο τὰ νοσήματα, οὕτως εἰ παρὰ φύσιν αὖται μεταλαμβάνωνται, εἰς τὸν καταστάσεως ζῆλον τὰ νοσήματα γενήσεται. διὰ τί γοῦν καθ’ ἑκάστην ὥραν μὴ πάντες οὐχ ὑπὸ τῆς μιᾶς καὶ αὐτῆς νόσου ἐπιλαμβάνονται; διότι μὴ ὀλίγον διαφέρουσι καὶ ταῖς οἰκείαις φύσεσι καὶ ταῖς ἡλικίαις καὶ τοῖς διαιτήμασι. τοιγαροῦν ὁ μὲν ῥᾳδίως τῇ τῆς συστάσεως παρούσης ὥρας κακουργίου ὑπερχωρήσει, ὁ δὲ σφόδρα προσπαλαίσει, ἄλλος δὲ μηδαμῶς πάντῃ βλαφθήσεται, ἄλλος ὅλως πονηροῦ τοῦ διαιτήματος ἕνεκα πρότερον ἢ τὴν τῆς ὥρας βλάβην αἰσθάνηται ὑπὸ τῆς νόσου καταλήψεται. ὥσπερ γὰρ ὅταν ἀπὸ τοῦ περιέχοντος ἐβλάπτετο ὑπὸ τοιούτου νοσήματος διετίθετο ὁ τῇ ἐκείνου κράσει ἀναλογῆ, οὕτω γενήσεται ὡς ἁμαρτήματος ἕνεκα νοσέῃ τοῦ ἐν τῇ διαιτητικῇ παρανομουμένου. ταῦτα γοῦν πᾶς τις ἔγνων, μὴ μόνον προγνώσεται τὰς γινομένας νόσους ἑκάστῃ τῶν καταστάσεων, ἀλλὰ καὶ κωλύσει γενέσθαι ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀμέτροις καταστάσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν. εὔδηλον γὰρ ὡς εἴπερ εὐκρασία τῶν πρώτων ἐστὶν ἡ ὑγεία, διαφθαρήσεται μὲν ὑπὸ τῆς τοῦ περιέχοντος δυσκρασίας, φυλαχθήσεται δ’ ὑπὸ τῆς κατὰ  τὴν δίαιταν ἐναντιώσεως. κακῶς οὖν ὁ Κόϊντος ἐξηγεῖται καὶ ταῦτα τὰ βιβλία καὶ τὰ τῶν ἀφορισμῶν, ἐν οἷς ὧδέ πως ἔγραψε. περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι. τῇ πείρᾳ γὰρ μόνῃ τοῦτο ἐγνῶσθαί φησιν ὁ Κόϊντος ἄνευ τοῦ κατὰ τὴν αἰτίαν λογισμοῦ. πρῶτον μὲν αὐτὸ τοῦθ’ ἁμαρτάνων, ὅτι τὰς αἰτίας ὧν εἶπε κατὰ τοὺς ἀφορισμοὺς τούτους ὁ Ἱπποκράτης, αὐτὸς αὖθις ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἔγραψεν· εἶθ’ ὅτι τὸ χρήσιμον μέρος τῆς διδασκαλίας ὑπερέβαινεν. ἀρεταὶ μὲν γάρ εἰσιν ἐξηγητῶν δύο αὗται, τό τε τὴν γνώμην φυλάττειν τοῦ συγγράμματος καὶ τὸ τὰ χρήσιμα διδάσκειν τοὺς ἀναγνωσομένους αὐτοῦ τὰ ὑπομνήματα, διέφθειρε δὲ ἀμφοτέρας ὁ Κόϊντος ἐν τῷ μὴ συνάπτειν τῇ καταστάσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὰ πλεονάσαντα νοσήματα, συνάπτεσθαι μὲν αὐτὰ βουλομένου τοῦ Ἱπποκράτους αὐτοῦ, προγνῶναι δ’ ἐσόμενα καὶ κωλῦσαι συνιστάμενα καὶ ἰᾶσθαι γενόμενα μὴ δυνησομένων ἡμῶν, ἄνευ τοῦ γνῶναι τὴν γενομένην ἐν τῷ σώματι ἡμῶν διάθεσιν ἐκ τῆς δυσκρασίας τοῦ περιέχοντος. οὕτως γὰρ καὶ τῶν ἄλλων ἁπασῶν καταστάσεων παραλελειμμένων τὰς δυνάμεις αὐτοὶ ἐξευρίσκειν δυνησόμεθα. ὅστις οὖν βούλεται μεγάλως εἰς τὴν τέχνην ἐκ τῆς ἀναγνώσεως τῶν ἐπιδημιῶν ὠφεληθῆναι, προαναγνῶναι τοῦτον βέλτιόν ἐστι τὸ περὶ φύσεως ἀνθρώπου καὶ τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ἔτι τῶν ἀφορισμῶν ἐκείνους, ἐν οἷς περὶ τῶν ὡρῶν διέρχεται καὶ τὰς δυνάμεις διδάσκει τῶν ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ ὑγρῶν καταστάσεων. ἀναγκαῖον δέ ἐστι πρὸς τοῖς εἰρημένοις αὐτὸ τὸ προγνωστικὸν ἀνεγνωκέναι. οἷς γὰρ ἐδίδαξεν ἐν οἷς εἴρηκα βιβλίοις ἀκολουθεῖ τὰ κατὰ τῶν ἐπιδημιῶν γεγραμμένα, πρῶτον μὲν ὅτι θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συμμετρία τίς ἐστι τῶν πρώτων σωμάτων ἡ ὑγεία· δεύτερον δὲ, ὅτι τὸ μὲν ἔαρ εὐκρατότατόν ἐστιν, ὅταν γε τὴν οἰκείαν κρᾶσιν φυλάττῃ καὶ διὰ τοῦτ’ ἐν αὐτῷ πλεονάζει τὸ αἷμα, καθάπερ γε καὶ τὸ θέρος θερμότερον καὶ ξηρότερον τοῦ προσήκοντος, ὁ χειμὼν ὑγρότερος καὶ ψυχρότερος· ἀνώμαλον δὲ τῇ κράσει τὸ φθινόπωρον, ἐπικρατούμενον ὑπὸ τοῦ ξηροῦ τε καὶ ψυχροῦ καὶ ὅτι πλεονάζει καθ’ ἕκαστον αὐτῶν εἷς τις χυμὸς, ὡς ὀλίγον ἔμπροσθεν εἶπον. ἐπὶ τούτοις τρίτον τε καὶ τέταρτον ἐν ἐκείνοις τοῖς βιβλίοις ἐδιδάχθη, κατὰ μὲν τὸ περὶ φύσεως ἀνθρώπου, τῶν ἐπιδημιῶν νοσημάτων αἴτιον εἶναι τὸ περιέχον, ἐν δὲ τῷ προγνωστικῷ τῶν σημείων, δι’ ὧν αἱ προγνώσεις γίνονται, ἥτις ἑκάστου δύναμίς ἐστι κατά τε ποιότητα καὶ μέγεθος. ἀξιῶ δέ σε τὸν ἀναγνωσόμενον τὴν προκειμένην πραγματείαν ὧν διῆλθον ἁπάντων πρόχειρον ἔχειν τὴν μνήμην, ἵνα τοῖς ὑφ’ ἡμῶν λεχθησομένοις, ἀκολουθῆς ἑτοιμότερον. ἁπάντων δὲ μάλιστα τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἀνεγνωκέναι σε βούλομαι, ὅπως ἴδῃς ἐν οἷς Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ πιστώσωμαι τὰ γένη τῶν νοσημάτων ὧν δεῆλθον Ἱπποκράτει διῃρημένων οὕτως, αἴτιόν γε τὸν ἀέρα ἐπιδημίων νοσημάτων ἀποφαινομένῳ. κατὰ μὲν γὰρ τὸ περὶ φύσεως ἀνθρώπου ταυτὶ γράφει· αἱ δὲ νοῦσοι γίγνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι ζῶμεν. τὴν δὲ διάγνωσιν ἑκατέρων ὧδε χρὴ ποιέεσθαι. ὁκόταν μὲν ὑπὸ ἑνὸς νοσήματος πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ, ὅ τι ἂν κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες χρεόμεθα. ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμέων οὐκ αἴτιά ἐστιν ὧν τότε ἅπτεται ἡ νοῦσος πάντων ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μᾶζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτεόντων καὶ τῶν ὀλίγα ταλαιπωρεόντων καὶ τῶν πολλὰ καμνόντων, οὐκ ἂν οὖν τὰ διαιτήματα αἴτια εἴη γε, ὁκόταν διαιτώμενοι πάντας τρόπους οἱ ἄνθρωποι ἁλίσκονται ὑπὸ τῆς αὐτέης νούσου. ὁκόταν δὲ αἱ νοῦσοι γίνονται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δηλονότι τὰ διαιτήματα αἴτιά ἐστιν ἕκαστα ἑκάστοισιν. ἐν ταύτῃ τῇ ῥήσει πάντων τῶν ἐπιδημιῶν εἶναί φησι τὴν κατάστασιν, ἀλλὰ οὐ τὴν δίαιταν αἰτίαν. δύναται δὲ ἄν ποτε καὶ ὕδατος μοχθηροῦ πόσις ἐργάσασθαι πάγκοινον νόση μα. καὶ ἱστορεῖται καὶ τοῦτο γεγονὸς ἐπὶ στρατοπέδου, ὥσπερ γε καὶ διὰ τὴν τοῦ χωρίου φύσιν ἔνθα πάντες ἐν ἑνὶ χωρίῳ στρατοπεδευόμενοι διετέλεσαν. ἐνίοτε δὲ ἐκ βαράθρων τῶν καλουμένων χαρωνείων πνευμάτων πλεοναζόντων. ταῦτα μὲν οὖν τῷ βλάπτειν τὸν ἀέρα καὶ τὰς νόσους ἐργάζεται καὶ εἴη ἂν ἐν τῷ προγεγραμμένῳ λόγῳ περιεχόμενα. τὰ δὲ ἀπὸ τῶν ἐδεσμάτων καὶ πομάτων σπάνιά τέ ἐστι καὶ γνωσθῆναι ῥᾷστα. ἐν μὲν οὖν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τὸ αἴτιον τοῦ κοινοῦ πολλοῖς νοσήμασιν ὠνόμασι κοινότατον. ἐν δὲ τῷ περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων τὰ οὕτω γινόμενα νοσήματα πάγκοινα προσηγόρευσεν ὧδέ πως εἰπών· περὶ ἑκάστου δὲ χρόνου προϊόντος καὶ τοῦ ἐνιαυτοῦ, λέγοι ἂν ὁκόσα νοσήματα μέντοι πάγκοινα τὴν πόλιν κατασχήσειν ἢ θέρεος ἢ χειμῶνος καὶ πάλιν οὐ μετὰ πολλά. ταῦτα μὲν τὰ νοσήματα ἐπιχώρια αὐτέοισίν ἐστι καὶ ἤν τι πάγκοινον κατάσχοι νόσημα ἐκ μεταβολῆς τῶν ὡρέων καὶ οὗτοι μετέχουσι. καὶ πάλιν μετ’ ὀλίγα· τοῖσι μὲν ἀνδράσι ταῦτα τὰ νοσήματα  ἐπιχώριά ἐστι καὶ χωρὶς, ἤν τι πάγκοινον κατάσχοι ἐκ μεταβολῆς τῶν ὡρέων. καὶ κατωτέρω πάλιν· τοῦτο μὲν τὸ νόσημα αὐτέοισι σύντροφόν ἐστι καὶ θέρεος καὶ χειμῶνος. ἀλλὰ μηδὲ τοῦτό σε παρέλθῃ, ἐν ταῖς προγεγραμμέναις ῥήσεσιν εἰρημένον ἐν ἄλλοις τέ τισι τῶν Ἱπποκράτους. ὅσα πλεονάζει διὰ παντὸς ἔν τινι χώρᾳ, ἅπερ δὴ καὶ ἔνδημα προσαγορεύεται, τῶν κοινῶν πολλοῖς ὄντα καὶ αὐτὰ, καθάπερ καὶ ὁ λοιμός. ἔστι γὰρ καὶ οὕτως ἐκ τῶν κοινῶν νοσημάτων, ὡς αὐτὸς αὖ καὶ περὶ τοῦδε σαφῶς ἐδήλωσεν ἐν τῷ περὶ διαίτης ὀξέων ὧδέ πως εἰπών. ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ὦσιν αἱ νοῦσοι καὶ μὴ παραπλήσιαι αὐτέοισιν, ὑπὸ τούτων τῶν νοσημάτων οἱ πλείους ἀπόλλυνται ἢ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων. δῆλον οὖν ὡς ἐκ τοῦ γένους τῶν ἐπιδημίων νοσημάτων ὅσα κακοηθέστατα γίνονται καὶ λοιμώδη καλεῖται. τὸ δὲ τῶν ἐπιδημίων ἐκ τοῦ τῶν πανδήμων τε καὶ παγκοίνων γένους ἐστὶν, ὃ ταῖς σποράσι νόσοις ἀντιδιαιρεῖται. ταῦτα μὲν οὕτως αὐτὸς ὠνόμασε. τοὺς λοιμοὺς δὲ πάντες ἄνθρωποι καλοῦσί τε καὶ γινώσκουσιν ὄντας ὀλέθρια νοσήματα καὶ πέμπουσι δὲ πολλάκις εἰς θεοὺς, περὶ τῆς ἰάσεως αὐτῶν πυνθανόμενοι. οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήσειν γέγραφεν, ἀλλὰ καὶ κατὰ τὸ προγνωστικὸν, ἐν ᾧ φησι· χρὴ δὲ τὰς φορὰς τῶν νοσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς τε ὥρης τὴν κατάστασιν. ἐν αὐτοῖς δὲ τοῖς τῶν ἐπιδημίων ποτὲ μέν ἐστιν ἀκοῦσαι λέγοντος αὐτοῦ, ἐπεδήμησαν δὲ δυσεντερίαι κατὰ θέρος πολλαὶ, ποτὲ δὲ καὶ ἄλλαι πυρετῶν ἐπεδήμησαν ἰδέαι. καὶ γὰρ ἄλλοις τὸ νόσημα ἐπιδήμιον ἦν. γέγραπται δὲ τοῦτο τοὔνομα τὸ ἐπιδήμιον ἐν τισὶ μὲν τῶν ἀντιγράφων διὰ δ΄ συλλαβῶν, τῆς τελευτῆς ἐκ τοῦ μ΄ καὶ ο΄ καὶ ν΄ συνεστηκυίας, ἐν τισὶ δὲ διὰ ε΄, διά τε τοῦ μ΄ καὶ ι΄. κᾄπειτα καθ’ ἑτέραν συλλαβὴν τὴν τελευτὴν τοῦ ο΄ καὶ ν΄. μεμνῆσθαι χρὴ τούτων εἰς τὰ μέλλοντα λέγεσθαι γιγνώσκειν ὡς ἔνια μὲν τῶν νοσημάτων κοινῇ πολλοὺς καταλαμβάνει, ἃ δὴ λέγεται κοινὰ, ἔνια δ’ ἕκαστον ἰδίᾳ. τὰ σποραδικὰ προσαγορευόμενα. τῶν δὲ κοινῶν τὰ μὲν ἔνδημά τέ εἰσι, τὰ δὲ ἐπίδημά τε καὶ ἐπιδήμια, διὰ τῶν δ΄ ἢ ε΄ συλλαβῶν, ὡς εἴρηται, γραφόμενα καὶ λεγόμενα. τούτων δὲ τὰ χαλεπώτατα λοιμώδη καλεῖται, τὴν αἰτίαν ἐκ τῆς περὶ τὸν ἀέρα καταστάσεως ἔχοντα καὶ αὐτὰ, καθάπερ ὅλον τὸ γένος τῶν ἐπιδημίων νοσημάτων. γέγραφε δὲ καὶ λοιμώδεις τινὰς καταστάσεις, ὥσπερ καὶ τὰς ἐν τῷ γ΄, διότι καὶ τῷ γένει ὁ λοιμὸς ἐπιδήμιόν ἐστι νόσημα. ταῦτα μὲν οὖν ἄμεινόν ἐστι διωρίσθει πρὸ τῆς μελλούσης ἔσεσθαι τῶν κατὰ μέρος ἐξηγήσεως. μετὰ ταῦτα δὲ εἰς ἐκείνην ἤδη τρέψομαι τοσοῦτον ἔτι προειπὼν, ὅπερ καὶ ἐν πολλοῖς τῶν ὑπ’ ἐμοῦ γεγραμμένων βιβλίων εἰρῆσθαι φθάνει, προτρέποντός μου γυμνάζεσθαι τοὺς ἐκμαθεῖν θέλοντας τὴν ἰατρικὴν τέχνην, ἐν τοῖς κατὰ μέρος αἰσθητοῖς, ὡς διαγινώσκειν αὐτοὺς ἃ καθόλου προμεμαθήκασι. ταῦτα δὲ αὐτὰ τὰ κατὰ μέρος ἀρχὴν τῆς καθόλου συστάσεως οἱ ἐμπειρικοί φασιν εἶναι λέγοντες ἀληθῆ ἐκεῖνα τῶν θεωρημάτων, ὅσα τὴν σύστασιν ἐξ ἐμπειρίας ἔσχηκεν. ἡμῖν δὲ οὐχ οὕτως, ἀλλὰ καὶ διὰ λόγου δοκεῖ πολλὰ τῶν θεωρημάτων εὑρῆσθαι, κρίνεσθαι μέντοι καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆς πείρας βεβαιωμένην τε καὶ μαρτυρουμένην, οὕτως γοῦν καὶ τοῖς περὶ μεγεθῶν, ἀποστήματος ἡλίου καὶ σελήνης, τοῖς ἀποδεδειγμένοις μὴ πιστεύοντες, ὅταν ὑπὸ αἰσθητῶν τε πολλῶν ἄλλων ὅσα κατὰ γεωμετρικοὺς λόγους εὑρίσκεται καὶ τῶν κατὰ μέρος ἐκλείψεων μαρτυρεῖται, βεβαιότερον ἴσχομεν τὴν πίστιν. ὅπου τοίνυν τὰ διὰ γεωμετρίας ἀποδειχθέντα πιστότερα γίνονται μαρτυρούμενα πρὸς τῶν κατὰ μέρος ἀποβαινόντων καὶ πιστότερα γινόμενα βεβαιοτέραν ἔχει. πολλῷ δὴ μᾶλλον ὅσα ἐπὶ τῆς ἰατρικῆς τὴν ἀλήθειαν, ἐξηύρηνται βεβαιοῦσθαι δεῖ ἀναγόμενα ὑπὸ τὴν κατὰ μέρος πίστιν. ταῦτ’ οὖν ἡμεῖς ἐπιδειξόμεθα ἐν τοῖς τῶν ἐπιδημίων βιβλίοις γινόμενα. Ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος ὕδατα πολλὰ ξυνεχέα, μαλθακὰ, ὡς ἐν νοτίοισι. Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶσις εἰς τὴν τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν ὠφέλιμός ἐστιν ὕστερον λέξω. νυνὶ δὲ τὴν λέξιν αὐτὴν πρότερον ἐξηγήσομαι, τοῦ συγγραφέως εἰπόντος περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος. δυοῖν γὰρ οὐσῶν ἰσημεριῶν καὶ δυοῖν πλειάδων ἐπισημασιῶν, οὗτος ἐδήλωσεν ὁποίαν αὐτῶν λέγει, προσθεὶς τῷ λόγῳ τὸ φθινόπωρον. κατὰ μὲν γὰρ τὸ ἔαρ ἡ ἑτέρα γίνεται καὶ ἡ ἀρχὴ αὐτοῦ κατὰ τὴν ἡμετέραν οἴκησίν ἐστιν αὕτη, καθάπερ καὶ τελευτὴ πᾶσα ὑπὸ τῶν πλειάδων ἐπιτολήν. κατὰ δὲ τὸ φθινόπωρον ἡ ὑπόλοιπος ἰσημερία γίνεται καὶ ἡ τῶν πλειάδων δύσις. οὐδὲν δὲ διοίσει λέγειν ἤτοι κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν τὰς πλειάδας ἢ κατὰ τὸν ἑνικὸν τὴν πλειάδα. γίνεται δὲ ἡ τῆς πλειάδος δύσις ὡς με-  τὰ πεντήκοντα ἡμέρας τῆς φθινοπωρινῆς ἰσημερίας, εἰδότων ἡμῶν τὰς μὲν ἰσημερίας καὶ τροπὰς ἑνὶ καιρῷ γινομένας ἐν ἁπάσαις ταῖς οἰκήσεσιν, τὰς δὲ ἐπιτολὰς καὶ δύσεις τῶν ἀστέρων ὑπαλλασσομένας, ὡς καθ’ ἑκάστην οἴκησιν ἰδίαν εἶναι. μόνοις γὰρ τοῖς ὑπὸ τὸν αὐτὸν οἰκοῦσι πόλον κοιναὶ τῶν ἄστρων αἵ τ’ ἐπιτολαὶ καὶ δύσεις γίνονται. καλοῦσι μὲν οἱ Ἕλληνες ὡς τὰ πολλὰ τὸ συγκείμενον ἐκ πολλῶν ἀστέρων ἄστρον οἷον τὸν ταῦρον ὅλον, ἤ τι μέρος αὐτῶν, τὰς ὑάδας ἢ τὰς πλειάδας. ὅμως μήν ἐστιν ὅτε καὶ τῶν ἀστέρων ἕκαστον ὀνομάζουσιν ἄστρον, οὐ μὴν τόν γε συγκείμενον ἐκ πολλῶν ἀστέρα καλοῦσιν, ἀλλ’ ἄστρον ἀεὶ μόνως οὕτως. ἕνα δὲ ἕκαστον οὐκέτι ἀστέρα μόνον, ὡς εἶπον, ἀλλὰ καὶ ἄστρον, οἷον τὸν ἀρκτοῦρον, τὸν σείριον, τὸν ἑωσφόρον, τὸν ἑσπέριον. ἀναγκαιότατόν δὲ ἐστιν εἰς ὅλην τὴν ἐνεστῶσαν πραγματείαν ἐπίστασθαι τὰς καθ’ ἑκάστην χώραν, ἐν αἷς ἂν ἰατρεύειν μέλλωμεν, ἑκάστου τῶν ἄστρων ἐπιτολάς τε καὶ δύσεις, ἐπειδὴ περιγράφουσιν αὗται τὰς ὥρας, αὐτίκα γέ τοι κατὰ τὸν τῆς Ἑλλησπόντου παράλληλον ἀρχὴ μὲν τοῦ ἦρός ἐστιν ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν ἰσημερία, τελευτὴ δὲ τῶν πλειάδων ἡ ἐπιτολή. αὕτη δὲ καὶ θέρους ἐστὶν ἀρχὴ, καθάπερ γε καὶ τελευτὴ μὲν τοῦ θέρους, ἀρχὴ δὲ τοῦ φθινοπώρου ἡ ἐπιτολὴ τοῦ ἀρκτούρου, προλαμβάνουσα τὴν φθινοπωρινὴν ἰσημερίαν ἡμέραις ὡς δώδεκα. καὶ μέν γε καὶ ἡ δύσις τῆς πλειάδος ἀρχὴ μὲν τοῦ χειμῶνός ἐστι, τελευτὴ δὲ τοῦ φθινοπώρου. θαυμάζειν δ’, οἶμαι, δεῖ καὶ ζητεῖν τὴν αἰτίαν τοῦ παραλελεῖφθαι κατὰ τὸν λόγον ἐπιτολὴν ἀστέρος τοῦ ἐπισημοτάτου, γινομένην ἐν θέρει τοῦ καλουμένου σειρίου· ὀνομάζουσι δὲ αὐτὸν ἔνιοι καὶ κύνα, καταχρώμενοι τῇ τοῦ παντὸς ἄστρου προσηγορίᾳ· κύων μὲν γὰρ τὸ σύμπαν ἄστρον, ὁ δ’ ἐπὶ τῆς γένυος αὐτοῦ σείριος, ὃν ὀρθῶς ἄν τις ὀνομάζοι τὸν προκύνα, οὐ τὸν κύνα, καὶ ἀρχή γε τῆς καλουμένης ὀπώρας ἡ ἐπιτολὴ τούτου τοῦ ἀστέρος ἐστί. καὶ ὅσοι τὸν ἐνιαυτὸν εἰς ζ΄ τέμνουσιν ὥρας, ἄχρι μὲν ἐπιτολῆς τοῦ κυνὸς ἐκτείνουσι τὸ θέρος, ἐντεῦθεν δὲ μέχρις ἀρκτούρου τὴν ὀπώραν. οἱ δ’ αὐτοὶ καὶ τὸν χειμῶνα τριχῇ τέμνουσι, μέσον μὲν αὐτοῦ ποιοῦντες τὸν περὶ τὰς τροπὰς χρόνον, τοὺς δ’ ἑκατέρωθεν τοῦδε σπορητὸν μὲν πρόσθεν, φυταλιὰν δὲ τὸν ἕτερον, αὐτοὶ γὰρ οὕτως ὀνομάζουσι. καὶ μέντοι κἀν τῷ περὶ ἑβδομάδων Ἱπποκράτους ἐπιγραφομένῳ βιβλίῳ διῃρημένον ἔστιν εὑρεῖν τὸν ἐνιαυτὸν εἰς ἑπτὰ, τοῦ μὲν φθινοπώρου καὶ τοῦ ἦρος ἀτμήτων πεφυλαγμένων, τετμημένων δὲ τοῦ μὲν χειμῶνος εἰς τρία μέρη, τοῦ δὲ θέρους εἰς δύο. χρησίμη μὲν οὖν ἐστι καὶ ἡ τοιαύτη διαίρεσις, ὡς προϊὼν ὁ λόγος δείξει, χρησίμη δὲ καὶ εἰς τέσσαρας ὥρας, ὡς καὶ τοῦτο δέδεικται πρότερον ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους ἐν οἷς τάς τε τῶν χυμῶν ἐπικρατείας διδάσκει καὶ τὰς τῶν νοσημάτων ἰδέας καὶ τὰς ἀμφοτέρας τούτων ἡγουμένως κράσεις τοῦ περιέχοντος, τέτταρας ἐχούσας διαφοράς. εἰ γὰρ καὶ ὅτι μάλιστα δίχα τις τέμνῃ τὸν μεταξὺ πλειάδων ἐπιτολῆς καὶ ἀρκτούρου χρόνον, ἀλλά τοι κοινόν ἐστιν αὐτὸ παντὶ, τῷ ξηροτέρῳ τοῦ συμμέτρου εἶναι, καθάπερ γε καὶ τῷ χειμῶνι, τῷ ψυχροτέρῳ τε καὶ ὑγροτέρῳ, κὰν τριχῇ τέμνηται. αἱ μὲν οὖν μεγάλαι διαφοραὶ τῆς κράσεως, ἃς καὶ γενικὰς ἄν τις εἴποι προσηκόντως, εἰς τέσσαρας διαιροῦσιν ὥρας τὸν ἐνιαυτὸν, ἤτοι γ’ ἑτερογενεῖς ἢ ἑτεροειδεῖς ἀλλήλων, ὡς ἂν ἐθέλῃ τις ὀνομάζειν. αἱ δὲ καθ’ ἑκάστην τῶν διαφορῶν τούτων, εἰς τὸ μᾶλλόν τε καὶ ἧττον τομαὶ, τὸ θέρος μὲν εἰς δύο, τὸν χειμῶνα δ’ εἰς τρεῖς μοίρας τέμνουσιν. ἡ δὲ τῶν ὡρῶν τούτων τομὴ ἐκ τοῦ κατὰ ταύτας χρόνου, τεσσάρων γὰρ μηνῶν ὁ μεταξὺ πλειάδος τε καὶ ἀρκτούρου χρόνος ἐστί. πλειόνων δὴ καὶ τεσσάρων ὁ μεταξὺ πλειάδος δύσεως καὶ τῆς ἐαρινῆς ἰσημερίας. ὁ δὲ τοῦ ἦρος, οὐδ’ ὅλων δύο μηνῶν, ὥστ’ ἄτμητος εἰκότως ἐφυλάχθη. διὰ ταῦτα δὲ καὶ τοῦ φθινοπώρου μείζων μὲν ἦν ἢ παρὰ τὸ ἔαρ· ἐκτείνεται γὰρ εἰς δύο μῆνας, ἀπολειπόμενος δὲ τῷ μεγέθει πάμπολυ κατὰ τὸ θέρος τε καὶ τὸν χειμῶνα χρόνου. ταῦτα οὖν ὡς ἅπαξ μὲν εἰρήσθω μοι νῦν· εἰς δὲ τὸν ἑξῆς ἅπαντα λόγον μνημονευέσθω πρὸς τὸ μετάγεσθαι ῥᾳδίως εἰς τοὺς ἐν ἑκάστῳ τῶν ἐθνῶν μῆνας, ἄλλους παρ’ ἄλλοις ὄντας, ὡς εἰ πάντες εἶχον τοὺς αὐτοὺς, οὐκ ἂν ἀρκτούρου καὶ πλειάδος καὶ κυνὸς ἰσημεριῶν τε καὶ τροπῶν ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἀλλ’ ἤρκεσεν ἂν εἰπεῖν αὐτῷ κατὰ Μακεδόνας, εἰ οὕτως ἔτυχεν, ὀνομάζοντι τοῦ Δίου μηνὸς ἀρχομένου, τοιάνδε τινα γενέσθαι κατάστασιν ἐν τῇ τοῦ περιέχοντος κράσει. νυνὶ δ’ ἐπειδὴ τὸ Δίον Μακεδόσι μὲν μόνοις σαφὲς, Ἀθηναίοις δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις οὐ σαφὲς, Ἱπποκράτης δ’ ἐβούλετο τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν ὠφελεῖν, ἄμεινον ἦν αὐτῷ γράψαι μόνην τὴν ἰσημερίαν, ἄνευ τοῦ μνημονεῦσαι τινὸς μηνός. ἡ μὲν γὰρ ἰσημερία κοσμικόν ἐστι πρᾶγμα, οἱ δὲ μῆνες ἐπιχώριοι καθ’ ἕκαστον ἔθνος. ὅστις γοῦν ἀστρονομίας ἀπείρως ἔχει μάλιστα μὲν ἔστω μὴ πειθόμενος Ἱπποκράτους, προτρέποντος πρὸς αὐτὴν, ἕνεκα τῆς τῶν εἰρημένων χρήσεως. ἐπεὶ δὲ φιλάνθρωπον εἶναι δοκεῖ καὶ τοὺς τοιούτους ὠφελεῖν, ἐγὼ πειράσομαι τὴν ἐνδεχομένην ὑπογράψαι βοήθειαν, ᾗ εἰ προσέχοιεν τὸν νοῦν, ἁπάντων ὧν Ἱπποκράτης λέγει καρπώσονται τὴν χρῆσιν. τεμνομένου δὴ τοῦ παντὸς ἔτους ἐκ τεσσάρων καιρῶν κατ’ ἰσημερίαν τε καὶ τροπὰς, ἅπαξ τις ἐρωτήσας ἀστρονομικὸν ἄνδρα, τὰ τέσσαρα μέρη  ταῦτα ἐν τίσι γίνονται μησὶν, εἶτα εἰδὼς αὐτὰ δυνήσεται καὶ περὶ τῶν ἄλλων ἐπισημασιῶν τῶν καθ’ ἕκαστον ἄστρων ἀκούων ἕπεσθαι. οἷον εἰ οὕτως ἔτυχεν, ἐὰν προμάθη τὸ κατὰ τὴν ἀρχὴν τοῦ Δίου μηνὸς καὶ φθινοπώρου γίνεσθαι ἰσημερίαν, εἴσεται τὴν μὲν χειμερινὴν τροπὴν ὡς μετὰ τρεῖς μῆνας ἐσομένην ἐν ἀρχῇ τοῦ κατ’ ἐνιαυτὸν πέρατος μηνός. τοῦτο γὰρ σημαίνει κατὰ Μακεδόνας, τὴν δὲ ἐαρινὴν ἰσημερίαν Ἀρτεμισίου, καθάπερ γε καὶ τὴν θερινὴν τοῦ Λώου. κατὰ γὰρ τὰς ἀρχὰς τῶν εἰρημένων μηνῶν αἵ τ’ ἰσημερίαι καὶ αἱ τροπαὶ γίνονται κατὰ Μακεδόνας, ἀριθμούντων τε καὶ ὀνομαζόντων τοὺς μῆνας. ὁ τοίνυν ταῦτα μαθὼν εἰ προσεπιμάθῃ τὸν μὲν ἀρκτοῦρον ἐπιτέλλοντα πρὸ ἡμερῶν ὡς ιβ΄. τῆς φθινοπωρινῆς ἰσημερίας, πλειάδας δὲ δῦναι ὡς μετὰ ἡμέρας πεντήκοντα, γνώσεται πόση τοῦ καθ’ ἕκαστον αὐτῶν μηνὸς ἑκάτερον τῶν ἄστρων ἐπιτέλλει, παραφυλάξει τε βουλόμενος ἀκολουθεῖν Ἱπποκράτει τὴν μεταβολὴν τῆς περὶ τὸν ἀέρα κράσεως ὁποία τις ἐγένετο. χρὴ δὲ δηλονότι τοὺς μῆνας οὐ πρὸς σελήνην ἀριθμεῖσθαι, καθάπερ ἐν ταῖς πλείσταις νῦν τῶν Ἑλληνίδων πόλεως, ἀλλὰ πρὸς ἥλιον καὶ ἐν ἁπάσαις τε τῶν ἀρχαίων καὶ ἐν πολλοῖς τῶν ἐθνῶν ἀριθμεῖται καὶ παρὰ Ῥωμαίων ὁ σύμπας ἐνιαυτὸς εἰς ιβ΄ διαιρούμενος. ἑνὸς μὲν αὐτῶν ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν ὄντος, ὃν δεύτερον λέγουσι μετὰ τὰς τροπὰς χειμερινάς. αὐτοῦ δὲ τοῦ πρώτου μετὰ τὰς τροπὰς, ὃν καὶ πρῶτον ὅλου τοῦ ἔτους ἀριθμοῦσιν, μίαν ἐπὶ ταῖς λ΄ προσειληφότος, ὥσπερ γε καὶ τοῦ γ΄ μετὰ τὰς τροπάς. καὶ γὰρ καὶ οὗτος αὐτός ἐστι μιᾶς καὶ λ΄ ἡμερῶν, ὁ δὲ τέταρτος τριακονθήμερος, ὁ δὲ πέμπτος μίαν ἐπὶ ταῖς λ΄ προσείληφεν, ὁ δ’ ἕκτος τριακονθήμερος, μετὰ δὲ τὸν ἕκτον μῆνες δύο, μιᾶς καὶ τριάκοντα, ὁ δὲ μετὰ τούτους τριάκονθ’ ἡμερῶν, ὁ δ’ ἐφεξῆς τῷδε μιᾶς καὶ τριάκοντα, δέκατος ὢν τὸν ἀριθμὸν ὅλου τοῦ ἔτους. καὶ ὁ μὲν ια΄ τριάκονθ’ ἡμερῶν, ὁ δὲ ιβ΄ μιᾶς ἐπὶ ταῖς λ΄. συναριθμοῦντι δέ σοι τὰς καθ’ ἕκαστον τῶν μηνῶν γενομένας ἡμέρας αἱ πᾶσαι γίνονται ε΄ καὶ ξ΄ καὶ τ΄ καὶ τεσσάρων δ’ οὕτως ἀριθμηθέντων τῶν ἐτῶν, ἐν δὲ τῷ δ’ ἔτει τὸν τρίτον ἀπὸ τοῦ δ΄ ποιοῦσι δυοῖν καὶ λ΄ ἡμερῶν, ἵν’ ἕκαστος τῶν ἐνιαυτῶν γένηται τξε΄ ἡμερῶν καὶ ποσέτι τετάρτης, ἡμέρας μιᾶς. τοῖς δὲ κατὰ Παλαιστίνην ἀριθμοῦσιν οἱ δώδεκα μῆνες ἀριθμὸς ἡμερῶν γίνονται τνδ΄. ἐπειδὴ γὰρ ὁ ἀπὸ συνόδου τῆς πρὸς ἥλιον αὐτῆς χρόνος ἄχρι πάσης ἄλλης συνόδου πρὸς τὰς θ΄ καὶ εἴκοσιν ἡμέρας ἔτι καὶ ἄλλο μέρος ἥμισυ προσλαμβάνει, διὰ τοῦτο τοὺς δύο μῆνας ἡμερῶν γινομένους θ΄ καὶ ν΄ τέμνουσιν εἰς ἄνισα μέρη, τὸν μὲν ἕτερον αὐτῶν λθ΄ ἡμερῶν ἐργαζόμενοι, τὸν δ’ ἕτερον θ΄ καὶ κ΄. ἀναγκάζονται τοιγαροῦν οἱ οὕτως ἄγοντες τοὺς μῆνας ἐμβόλιμόν τινα ποιεῖν, ὅταν πρῶτον ἀθροισθῇ τὸ τῶν ἔμπροσθεν ἐνιαυτῶν ἔλλειμα καὶ γίνηται χρόνος ἑνὸς μηνός. καὶ γέγραπταί γε τῶν ἀστρονόμων καὶ ἄλλοις τισὶ καὶ Ἱππάρχῳ ὁπηνίκα χρὴ τοὺς ἐμβολίμους μῆνας ἐμβάλλεσθαι. διόπερ, ὡς ἔφην, οὕτως ἐπὶ τούτων ἀριθμούντων τοὺς μῆνας οὐκ ἔστιν ὁρίσαι τὰς ἡμέρας, ἐν αἷς αἱ ἰσημερίαι τε καὶ τροπαὶ καὶ τῶν ἐπιφανῶν ἄστρων αἱ ἐπιτολαὶ γίνονται. κατὰ δὲ τοὺς ἥλιον ἄγοντας, ὁρίσαι δυνατὸν, ὥσπερ ἔφην, ὑπό τε Ῥωμαίων καὶ Μακεδόνων Ἀσιανῶν τε τῶν ἡμετέρων καὶ πολλῶν ἄλλων ἐθνῶν. ὁπότ’ οὖν εἴρηταί μοι ταῦτα κοινὰ τῶν ἐφεξῆς λόγων ἁπάντων, πάλιν ἐπὶ τὴν προκειμένην ἀνάξω ῥῆσιν, ἐν ᾗ τῆς γενομένης ἐν Θάσῳ καταστάσεως ἀρχόμενος ἔφη φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος πολὺν ὑετὸν γενέσθαι. ὄντος γὰρ τοῦ φθινοπώρου περὶ ἰσημερίην καὶ δυοῖν μηνῶν, οὐκ εὐθέως ἀπ’ ἀρχῆς συνεισέβαλεν ἡ εἰρημένη κατάστασις, ἀλλὰ περὶ τὴν ἰσημερίαν ἤρξατο καὶ παρέτεινεν ἄχρι πλειάδος δύσεως ἡμέραις ὡς πεντήκοντα, ἐν Θάσῳ φθινοπώρου. κατὰ μὲν τὸν Κόϊντον οὔθ’ ἡ χώρα συνενδείκνυταί τι πρὸς τὴν τῶν νοσημάτων πρόγνωσιν οὔθ’ ὅλως δυνατόν ἐστι τὰ γενησόμενα προγνῶναι, μόνον δὲ τὸ γεγενῆσθαί τινα νοσήματα, διεφθαρμένης τῆς κατὰ φύσιν ἐν ταῖς ὥραις κράσεως. ἐνίοτε δὲ καὶ τὴν ἰδέαν αὐτῶν οὐκ ἐκ μεθόδου λογικῆς, ἀλλ’ ἐκ πείρας μόνης φησὶν ἐγνῶσθαι καὶ τάς τε τῶν δυσκρασιῶν ἐπιπλοκὰς, ἃς συνδρομὰς ὀνομάζουσιν οἱ ἐμπειρικοὶ τῶν ἰατρῶν, ἐξηγούμενοι, τοὺς ἀφορισμοὺς, ἐκ πείρας ἔλεγον εὑρῆσθαι τῶνδε τινῶν νοσημάτων αἰτίας γινομένας, οἷον ὅταν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, κατὰ τὸ θέρος ἔσονται πυρετοὶ ὀξεῖς καὶ ὀφθαλμίαι καὶ δυσεντερίαι. καὶ πάλιν· εἰ μὲν ὁ χειμὼν ἔπομβρος καὶ νότιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ χειμέριον, αἱ μὲν γυναῖκες ᾗσιν οἱ τόκοι πρὸς τὸ ἔαρ ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσι καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς κατέλεξε, τέσσαρας μόνας διαφορὰς καταστάσεων γράψας, καίτοι παμπόλλων οὐσῶν, ὅπερ ἐχρῆν ἐνθυμηθέντα τὸν Κόϊντον ἐπισκέψασθαί τε καὶ ζητῆσαι, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο παρὰ φύσιν ἐκτρεπομένων τῶν ὡρῶν, εἶθ’ εὑρόντα πλείους ζητῆσαι τὸν ἀριθμὸν ἁπασῶν, εἶτα σκέψασθαι διὰ τί τῶν τεττάρων ἐμνημόνευσε μόνων ὁ Ἱπποκράτης, ἐφ’ οἷς ἅπασιν εὑρεθεῖσι ζητῆσαί τινα μέθοδον, ᾖ χρώμενοι τὰς τῶν ἄλλων ἁπασῶν καταστάσεων γνωρισόμεθα δυνάμεις. μόνος γὰρ ἂν οὗτος ἱκανῶς προγινώσκειν γινόμενα καὶ τὰς μελλούσας ἐπιδημήσειν νόσους,  ἀλλὰ καὶ προφυλάσσεσθαι καθ’ ὅσον οἷόν τε πρὸς τὸ μηδ’ ὅλως αὐταῖς περιπεσεῖν διὰ τῆς εἰρημένης ὁδοῦ προελθὼν, ἱκανῶς ἔσται μόνος, ἢ εἰ τοῦτ’ ἀδύνατον εἴη, διὰ τὸ μέγεθος τῆς αἰτίας ὡς μετριωτάταις γοῦν ταύταις ἁλῶναι. ὅτι δὲ τὴν θεραπείαν τῶν νοσημάτων ὁ γυμνασθεὶς τὸν λογισμὸν οἷς εἶπον ἅπασιν ἄμεινον εὑρίσκει τῶν μηδὲν προεσκεμμένων οὐδὲ τοὺς ἐπιτυχόντας ἀγνοεῖν ἠγοῦμαι, μήτοι γε τοὺς νομίμως πεπαιδευμένους. ὅτι μὲν αὐτὸς ὁ Ἱπποκράτης οἶδε πλείους τῶν ἐν ἀφορισμοῖς γεγραμμένων τεσσάρων καταστάσεων ἐξ αὐτῶν τῶνδε τῶν βιβλίων, ἃ νῦν ἡμῖν ἐξηγεῖσθαι πρόκειται, γένοιτ’ ἂν ἱκανῶς σαφές. ἐν μὲν γὰρ τῷ πρώτῳ τῶνδε τὴν πρώτην ἔγραψε κατάστασιν, ὑπὲρ ἧς αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ· γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶν. δευτέραν δὲ, ἐν ᾗ πάλιν ἔφη· γενομένου δὲ τοῦ ἔτεος ὅλου ψυχροῦ καὶ ὑγροῦ καὶ βορείου. τρίτην δὲ ἀνώμαλόν τε καὶ ποικίλην, ἀρξαμένην μὲν ὀλίγου πρὸ ἀρκτούρου, ψυχρὰν καὶ ὑγράν. ἐφεξῆς δὲ γενομένην ἀπὸ τῆς φθινοπωρινῆς ἰσημερίας ἄχρι πλειάδων δύσεως, ἅπασι νότιον ἅμ’ ἀμετρίαις ὑγρότησιν. εἶτ’ ἐφεξῆς ψυχρὰν καὶ ξηρὰν ἅμα πνεύμασι βορείοις μεγίστοις, ὅλῳ σχεδόν τι τῷ χειμῶνι· κἄπειτα ψυχρὰν καὶ ξηρὰν ἄχρι κυνὸς ἐπιτολὴν, ἐντεῦθεν ἀθρόως καύματα μεγάλα μέχρις ἀρκτούρου, καθ’ ὃν ὕδατα νότια μέχρι τῆς ἰσημερίας. ταύτης οὖν τῆς καταστάσεως ἀνωμάλου γενομένης ὅμως ἐπεκράτει τὸ ψυχρὸν καὶ ξηρόν. ἐν δὲ τῷ τρίτῳ τῶν βιβλίων τούτων ἔγραψε κατάστασιν, ἣν εἰς ἓν πάλιν ἀναγαγὼν κεφάλαιον ἔφησεν· ἔτος νότιον ἔπομβρον, ἄπνοια διὰ τέλεος. ἄλλην δ’ ἐν τῷ δευτέρῳ κατάστασιν ἐν ἀρχῇ γράφων εἶπεν· ἄνθρακες ἐν Κρανῶνι θερινοὶ, ὗεν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγένοντο μᾶλλον νότῳ. ὥσπερ καὶ αὐτὴ θερμοτάτη ἐστὶ καὶ μετρίως ὑγρὰ, ὡς κατὰ μίαν ὥραν γενομένη τὸ θέρος, ὥσπερ καὶ ἡ κατὰ τὸ τρίτον βιβλίον ἐν ὅλῳ τῷ ἔτει. γεγραμμέναι δ’ εἰσὶ καὶ ἄλλαι καταστάσεις ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ἃς οὐκ εἶπ’ ἐν ἀφορισμοῖς. ἀλλ’ ὡς συνεχέστερόν τε τῶν ἄλλων γινομένας τὰς τέσσαρας, ἀκούσας τε παράδειγμα γίγνεσθαι, μετὰ τῆς ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων αἰτιολογίας ἠξίωσε τοῖς ἀφορισμοῖς γραφῆναι. ἀλλὰ καὶ εἰ μὴ παραλέλοιπε τελέως τὴν αἰτιολογίαν, ἡμεῖς ἂν αὐτὴν εὕρωμεν ἐκ τῶν ἐν τοῖς ἀφορισμοῖς ὑπ’ αὐτοῦ γεγραμμένων, ἱκανῶν ὄντων ἀνδρὶ λογικῷ πρὸς τὴν τῶν εἰρημένων εὕρεσιν. ἐπίστασθαι γάρ σε χρὴ τοῦτο δεδειγμένον μὲν ὑφ’ ἡμῶν ἤδη πολλάκις ἐν πολλοῖς αὐτάρκως, εἰρησόμενον δὲ καὶ νῦν εἰς ὅσον ἀναγκαῖόν ἐστιν αὐτοῦ μνημονεῦσαι, ὡς τὰς κατὰ μέρος ἐν ἁπάσαις τέχναις συμπλοκὰς τῶν ἁπλῶν φαρμάκων ἀδύνατον εἶναι δι’ ἐμπειρίας γνωσθῆναι, διὰ τὸ πλῆθος, ἀλλ’ ἐπὶ πάσαις αὐταῖς ὁδὸς μία τῆς εὑρήσεώς ἐστιν, ἡ διὰ τῶν οἰκείων στοιχείων, ὥσπερ καὶ ἐπὶ γραμματικῇ. τίνα τοίνυν οἰκεῖα στοιχεῖα τῶν καταστάσεών ἐστιν, ἴδωμεν ἀπὸ τοῦ πράγματος τῆς οὐσίας ὁρμηθέντες, ὡς ἐν τοῖς περὶ ἀποδείξεως ἐδιδάχθημεν. ἀναλαβὼν οὖν ἀπ’ ἀρχῆς τὸν λόγον ἤδη σοι δίειμι ἅπαντα κατὰ τὸ συνεχὲς, μηδὲν παραλιπών. αἰῶραι τοῦ ἔτους διαφέρουσιν ὑγρότητι καὶ θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι, τοῦ μὲν χειμῶνος ὑγρότητι καὶ ψυχρότητι τὰς ἄλλας ὑπερβάλλοντος, ὥσπερ γε τοῦ θέρους θερμότητι καὶ ξηρότητι, τοῦ δ’ ἦρος ἀκριβῶς ἀμφοῖν ὄντος ἐν τῷ μεταξύ. κρατεῖ γὰρ οὐδέτερον ἐν αὐτῷ κατ’ οὐδετέραν ἀντίθεσιν, οὔτε τοῦ ξηροῦ τὸ ὑγρὸν οὔτε τοῦ θερμοῦ τὸ ψυχρὸν, ἀλλ’ οἷον ἰσομοιρία τις ἀμφοτέρων ἐστὶ τῶν ἀντιθέσεων, ὁμοιότης τε τῶν ὡρῶν ἁπασῶν ὅλης τῆς ἡμέρας, ὡς ἔγγιστα καὶ τῆς νυκτὸς, μηδεμιᾶς μεγάλης μεταλλαγῆς ἢ ὑπεροχῆς ἐν αὐτοῖς γινομένης, ὁποία κατὰ φθινόπωρον ὁρᾶται, κρύους μὲν ἕωθεν ὄντος, ἀμφὶ δὲ τὸ μέσον τῆς ἡμέρας θάλους ἰσχυροῦ μεταπίπτοντος αὖ πάλιν εἰς κρύος καὶ τοῦδε, δείλης ὀψίας. ἐπικρατεῖ δ’ ὅμως αὐτῶν τὸ μὲν ξηρὸν τοῦ ὑγροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ. τοιαύτη μὲν ἡ κρᾶσίς ἐστι τῶν ὡρῶν τοῦ ἔτους, ὡς ἐπὶ τὸ πολὺ μεταβολῆς γινομένης κατὰ βραχὺ μὲν, ὡς μηδ’ αἰσθάνεσθαί τινα διὰ παντὸς τοῦ χρότου, κατὰ μείζονα δὲ αἰσθητῶς, οὐ μὴν ἀθρόως γε οὐδ’ ἀμέτρως ἐν ταῖς τῶν ὑγρῶν ὡρῶν καὶ κατὰ φύσιν μεταβολαῖς. ἀρκτούρου γοῦν ἐπιτέλλοντος ὡς τὸ πολὺ σὺν ἀνέμοις ψυχροῖς ὑετὸς γίνεται. κᾀντεῦθεν ἤδη φθινόπωρον μὲν ἄρχεται, παύεται δὲ τὸ θέρος. εἶτ’ ἐν τῷ μετὰ ταῦτα χρόνῳ κατὰ βραχὺ καὶ ἀνεπαισθήτως γινομένης τῆς ἐπὶ τὸ ψυχρότερον μεταβολῆς ἡ τῆς πλειάδος δύσις αἰσθητὴν ἐργάζεται τὴν τροπήν. ἐντεῦθέν τε πᾶσιν ὁμοίως ἐπὶ τὴν ἐαρινὴν ἰσημερίαν ἀφικνεῖται, καὶ ποτὲ μὲν ὁμοία προσθήκη μέχρι πλειάδος ἐπιτολῆς γίνεται, πολλάκις δ’ αἰσθητὴ μέν τις ἐν τῷ περὶ τὴν ἰσημερίαν χρόνῳ, σύμμετρος δέ. καὶ μέντοι μετὰ τὴν πλειάδος ἐπιτολὴν αὐξάνεται τὸ θερμὸν καὶ τὸ ξηρὸν ἄχρι κυνὸς ἐπιτολῆς συμμέτρως καὶ κατὰ βραχὺ, ἐλθόντος τε τούτου γενήσεται νότιον μὲν ὀλίγον, ἐπ’ αὐτοῖς δ’ ὑετοὶ ἐπίσης τοῖς ἐτησίοις πνεύμασιν ἄχρι τῆς κατὰ τὸν ἀρκτοῦρον ἐπιτολῆς. καὶ τοίνυν ἤ γε πεῖρα καὶ ὁ λόγος ἡμᾶς ἐδίδαξεν, ὅταν οὕτως αἱ ὧραι τοῦ ἔτους προέρχονταί τε καὶ εἰς ἄλληλα μεταβάλλουσι, μήτε λοιμόν τινα μήθ’ ὅλως ἐπιδήμια νοσήματα γινόμενα, μόνας δὲ τὰς ὀνομαζομένας ὑπ’ αὐτοῦ σποράδας νόσους, τὰς κατὰ τὴν δίαιταν ἑπομένας. ἐπειδὴ καθ’ ἑκάστην τῶν ὡρῶν ἴδιος μὲν ἐπικρατεῖ χυμὸς, ὡς αὐτὸς ἐδίδαξε τοῦ μὲν χειμῶνος τὸ φλέγμα, τοῦ δὲ ἦρος τὸ αἷμα, τοῦ δὲ θέρους χολὴ, φθινοπώρου δὲ ἡ ὀξεῖα· διὰ τοῦτο τοῖς κακῶς διαιτωμένοις οὐ  τὰ αὐτὰ πλεονάζουσι νοσήματα κατὰ πάσας τὰς ὥρας, ἀλλὰ ὡς αὐτὸς ἐδίδαξε, τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ ἐπιληπτικὰ καὶ αἵματος ῥύσιες καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς καταλέγει. τοῦ δὲ θέρους ἔτους, ὁμοίως καὶ τοῦ φθινοπώρου, χειμῶνος δ’ ἄλλα γινόμενα μὲν ἐκ τῶν κατὰ τὴν δίαιταν ἁμαρτημάτων, ὑπαλλασσόμενα δὲ ταῖς ἰδέαις διά τε τὴν ὥραν τοῦ ἐνιαυτοῦ καὶ τὴν ἡλικίαν τε καὶ φύσιν. ἐπειδὴ γὰρ καὶ κατὰ τὰς φύσεις καὶ κατὰ τὰς ἡλικίας αἵ τε κράσεις τῶν σωμάτων ἕτεραι γίνονται καὶ αἱ τῶν χυμῶν ἐπικράτειαι διαφέρουσι, διὰ τοῦτο καὶ κατὰ ταύτας νῦν ὑπαλλάσσεται τῶν νοσημάτων ἡ ἰδέα. περὶ μὲν οὖν τῶν ἐν ταῖς ἡλικίαις διαφορῶν ὡδί πως ἔγραψεν· ἐν δὲ ταῖς ἡλικίαις συμβαίνει τοῖσι μὲν σμικροῖς καὶ νεογενέσι παιδίοισιν ἄφθαι, ἔμετοι καὶ τἄλλα τὰ τούτων ἐφεξῆς γεγραμμένα κατὰ πᾶσαν ἡλικίαν. περὶ δὲ τῶν φύσεων ὡδί πως· τῶν φύσεων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ καὶ κακῶς πεφύκασι. γίνεται τοίνυν καὶ ἴσον μὲν ἔχον λόγον τὸ σῶμα τοῦ κάμνοντος αἰτίου ποιητικὸν πρὸς τὸ περιέχον. ἐξ ἀμφοῖν δὲ συνελθόντων ἡ ἐπίκτητος ἐπιτε λεῖται κρᾶσις, ἐφ’ ᾗ τῶν ἐπιδημησάντων νοσημάτων ἡ γένεσις. ἐὰν οὖν ἴδωμεν οἷόν τι πέφυκεν εἰς τὸ σῶμα δρᾶν τῶν ἀνθρώπων ἡ τοῦ περιέχοντος θερμότης, ὁποῖον δὲ ἡ ψυχρότης τε καὶ ξηρότης καὶ ὑγρότης, ἴδωμεν δὲ καὶ τὴν ὕλην αὐτὴν τὴν πάσχουσαν ὁποία τίς ἐστιν, οὐδὲν ἔτι χαλεπὸν εὑρεῖν καὶ προγνῶναι τὰ γενησόμενα νοσήματα. καὶ τούτων αὐτῶν ἔτι πρότερον εἰσόμεθα καλῶς εἰρημένον τὸ ἐν τοῖσι καθεστῶσι καιροῖσιν, ἢν αἱ ὧραι τὰ ὡραῖα ἀποδιδῶσι, εὐσταθέσταται καὶ εὐκρινέσταται αἱ νοῦσοι γίνονται, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκρατοι. τίνες οὖν αἱ δυνάμεις εἰσὶ τῶν εἰρημένων ποιοτήτων ὑγρότητος καὶ ξηρότητος, θερμότητος καὶ ψυχρότητος, ἀκούσωμεν αὐτοῦ τοῦ Ἱπποκράτους ἐν ἀφορισμοῖς λέγοντος· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεις. νοσήματα δ’ ἐν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἐπίληπτοι καὶ ἀπόπληκτοι καὶ κυνάγχαι, ἐν δὲ τοῖς αὐχμοῖσι φθινώδεις, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι. ταῦτα μὲν οὖν ἐν αὐτῷ λέλεκται περὶ τῶν εἰς πλείονα χρόνον ἐκτεταμένων καταστάσεων. ὥσπερ δὲ καὶ περὶ τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα διαφορᾶς ἐν τούτοις ἐδίδασκεν, οὕτως περὶ τῆς κατὰ θερμότητα καὶ ψυχρότητα δι’ ὧν ἔγραψε περὶ τῶν βορείων τε καὶ νοτίων καταστάσεων. ἐπὶ γὰρ τῆς ἡμετέρας οἰκήσεως ὁ μὲν βοῤῥᾶς ψυχρὸς, ὁ δὲ νότος θερμός ἐστι, πλὴν ὁ που σπανίως ἐν ἀρχῇ τοῦ ἦρος ψυχρὸς, ἢ κατ’ ἄλλην τινὰ ὥραν ἐπὶ βραχὺ πνεύσειε τοιοῦτος, οὐδὲ τότε τοῦ βοῤῥᾶ ψυχρότερος. ἄκουσον οὖν ἑξῆς καὶ ὡς περὶ τούτων ἐν ἀφορισμοῖς ἔγραψεν ἀρξάμενος ὧδε· νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοὶ, ὅταν οὕτως δυναστεύῃ τοιαῦτα ἐν ταῖς ἀῤῥωστίαις πάσχουσιν, ἢν δὲ βόρειον ᾖ, βῆχες φάρυγγος, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων. ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι προσδέχεσθαι. ταῦτα μὲν οὖν αὐτῷ λέλεκται περὶ τῶν ἰσχυρῶν νοτίων καὶ βορείων καταστάσεων τῶν ἐπὶ πλέον ἐν χρόνῳ γινομένων. ἐνδείκνυται γὰρ διὰ τοῦ δυναστεύειν περὶ πνεύματος οὐκ ἂν ἐπὶ τοῦ ἦρος, οὔτε βραχεῖ χρόνῳ πνεύσαντος οὔτ’ ἐπὶ πλείοσιν ἡμέραις, ἀλλ’ ἀσθενοῦς, εἰπὼν τοῦτο τοὔνομα. περὶ δὲ τῶν ἐφημέρων νοτίων τε καὶ βορείων πνευμάτων ἄκουσον αὖθις ἃ λέγει· αἱ μὲν καθημεριναὶ καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα συνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὐδύνατα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρακα ἄλγημα, ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσι. αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι καὶ βαρυκοΐας καὶ καρηβαρίας καὶ ἰλίγγους ἐμποιέουσιν ἔτι τοῖς ὀφθαλμιῶσι καὶ ἐν τῷ σώματι δυσκινησίαν, καὶ τὰς κοιλίας ὑγραίνουσιν. εἴρηται δὲ ἐν ἀφορισμοῖς ὑπ’ αὐτοῦ καὶ ἄλλα γέ τινα περί τε φύσεως ὡρῶν καὶ τῆς ἀθρόας εἰς ἄλληλα μεταβολῆς, ὧν ἕκαστον κατὰ τὸν προσήκοντα καιρὸν μνημονεύσομεν. ἐν τῷ παρόντι τοῦτο μόνον ἀρκεῖ, διδαχθέντας τὰς πρώτας στοιχεώδεις δυνάμεις τῶν καταστάσεων ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους εἰρῆσθαι, καθ’ ἃς χρὴ περὶ πασῶν τῶν ὁπωσοῦν καταστάσεων τῶν γενομένων ὁδῷ καὶ τάξει προϊόντας ἡμᾶς ἐξευρίσκειν, ὁποῖά τέ τινα γενήσεται νοσήματα καὶ ὅπως αὐτὰ κωλυτέον ἐστὶν ἢ συστάντα θεραπευτέον, οὗτος γὰρ μέγιστος καρπὸς τῆς ἐνεστώσης πραγματείας. ἐν δὲ τοῖς στοιχειώδεσι τούτων ἔστι καὶ ἡ χώρα συνενδεικνυμένη καὶ αὐτή τι πρὸς τὴν τῶν νοσημάτων πρόγνωσιν, ὥσπερ ἥ τε φύσις ἑκάστου καὶ ἡ ἡλικία καὶ τὸ ἐπιτήδευμα καὶ ἡ δίαιτα. δέδεικται δ’ ὑπ’ αὐτοῦ σαφῶς ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ὁποῖα τὰ καθ’ ἑκάστην χώραν πλεονάζει νοσήματα. δυνήσῃ τοιγαροῦν ὅθεν ἡ τοῦ περιέχοντος ἡμᾶς κατάστασις ἀμέτρως ψυχρὰ καὶ ὑγρὰ γινομένη, κατὰ τὴν ἑαυτῆς φύσιν ἐργάζεσθαι μέλλει τὰ ὑπ’ αὐτοῦ δεδειγμένα νοσήματα καὶ τὴν παρὰ τῆς οἰκήσεως ἔνδειξιν λαβεῖν ὁμοίαν τῇ παρὰ τῆς ἡλικίας καὶ τῆς φύσεως καὶ τῶν ἐπιτηδευμάτων καὶ τῆς ὅλης διαίτης. τὰ μὲν γὰρ ὑγρὰ καὶ ψυχρὰ τῆς φύσεώς τε καὶ κατὰ τὰς ἔξωθεν περιστάσεις ῥᾷον ἁλώσεται τοῖς ὑπὸ τῆς  ὑγρᾶς καὶ ψυχρᾶς καταστάσεως ἐσομένοις νοσήμασι, τὰ δὲ ἐναντία δυσχερέστερον. ἐὰν οὖν οἴκησις ὑγρὰ καὶ ψυχρὰ κατὰ τὸν ἑαυτοῦ λόγον καὶ τὴν κατάστασιν ἔχοι τοιαύτην, ἕτοιμον τῶν οἰκείων τῇ καταστάσει νοσημάτων ἡ γένησις ἔσται, συντελούσης τι καὶ τῆς οἰκήσεως. ὥσπερ γε πᾶσα ἡ ἀμέτρως θερμή ποτε γένοιτο καὶ ὑγρὰ κατάστασις, οἵαν ἐν τῇ β΄ τῶν ἐπιδημιῶν ἔγραψεν ἐν ἀρχῇ λέγων, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου. συντελὲς δέ τι πρὸς τὴν τῶν εἰρημένων σηπεδόνων νοσημάτων γένεσιν ἡ χώρα, μάλιστα μὲν εἰ κατ’ ἄμφω δύσκρατος εἴη θερμοτέρα καὶ ὑγροτέρα καταστῶσα, συντελέσει δὲ καὶ κατὰ τὸ ἕτερον τούτων εἰ ἀμέτρως ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεσημβρινῷ χωρίῳ κειμένη. καὶ διὰ τοῦτο μάλιστα σηπεδονώδεσι νοσήμασι, τοῖς ἄνθραξιν ἁλοῦσα πρὸς τοῖς ἄλλοις ἀτόποις, ἔτι καὶ διὰ τὸ τὰ βόρεια τῶν πνευμάτων ἀπεστράφθαι, πνεύσεσι καὶ ταῖς καλουμέναις νηνεμίαις κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάσος δὲ τοὔμπαλιν. ἔστραπται γὰρ πρὸς τὰ βόρεια καὶ ψυχρὰ πνεύματα κατάντικρυ τῆς Θρᾴκης κειμένη. γενομένης οὖν τῆς καταστάσεως ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅσον ἐφ’ ἑαυτῷ τῇ καταστάσει. εἰ γὰρ μεσημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐσχάτως ἂν ἡ εἰρημένη κατάστασις ἐγεγόνει λοιμώδης αὐτῇ. Ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς, ὡς ἐν νοτίοισι. Τρισσῶς ὕδατα γίνεται πολλὰ, ποτὲ μὲν διὰ τὸν ὑετὸν αὐτὸν ἀθρόον ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου, κἂν ψεκάδες ὦσι μόναι καθ’ ἑκάστην ἡμέραν γινόμεναι, καί ποτ’ ἀμφοῖν ἅμα συνελθόντων. ἔχεις δὲ αὐτῶν πάντων παραδείγματα γεγραμμένα, κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάστασιν, ἧς ἄρχεται τόνδε τὸν τρόπον· ἐν Θάσῳ πρὸ ἀρκτούρου ὕδατα πολλά. δηλοῖ γὰρ ταῦτα τὰ μεγάλα, πλῆθος ὕδατος ἀθρόου. τοῦ δὲ δευτέρου τρόπου παράδειγμα τὸ νῦν εἰρημένον ἐστίν· ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς. τὸ γὰρ πλῆθος αὐτῶν ἠθροίσθη, διὰ τὸ συνεχὲς ἐν χρόνῳ πλέονι γενέσθαι καὶ μὴ καθάπαξ λάβρως ἐν ἑνὶ καιρῷ. τοῦ δὲ τρίτου τρόπου παράδειγμά ἐστι τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἐν ἀρχῇ γεγραμμένον, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου. τὸ μὲν γὰρ λάβρον πρὸς τὸν προειρημένον τρόπον κοινόν ἐστι, τὸ δὲ διόλου πρὸς τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν καταστάσεων αὖθις ἐροῦμεν κατὰ τὸν οἰκεῖον ἑκάτερον, ἣν προκείμενον ἦν ἐν τῷ λόγῳ μεταξὺ τῆς φθινοπωρινῆς ἰσημερίας καὶ τῆς ἀρχῆς τοῦ χειμῶνος γενομένης ὕδατος καθ’ ὅλην αὐτὴν ἔσχε μαλθακῶς, ὡς αὐτὸς ἔφην, ὅπερ ἀντίκειται τῷ ἀθρόως καὶ λάβρως καὶ σφοδρῶς. Χειμὼν νότιος. Ὅτι φθινοπώρου πέρας οἶδε καὶ αὐτὸς τὴν τῆς πλειάδος δύσιν, ἣν διὰ συντόμου φωνῆς ὀνομάζει καὶ πλειάδα, σαφῶς ἐδήλωσεν εἰπὼν, μετὰ τὸ προειπεῖν περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος, γράψας τε ἐφεξῆς, χειμὼν νότιος, ὡς οὐδενὸς ὄντος μεταξὺ χρόνου διηγήσεως ἰδίας δεομένου, συνάπτοντος δὲ χειμῶνος τῇ δύσει τῆς πλειάδος. Μικρὰ πνεύματα βόρεια. Μικρά φησι πνεύματα γίνεσθαι τοῦ χειμῶνος. εἰ δέ γε κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ χειμὼν ἐπεραίνετο, πάντως ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν αὐτοῖς τοῦτο, καθάπερ καὶ νῦν ἔοικε γεγονέναι σμικρὰ, κατά τε τὸ ἴδιον μέγεθος αὐτῶν καὶ κατὰ τὸ μῆκος τοῦ χρόνου. καὶ γὰρ ὀλίγαις ἡμέραις ἐγένετο βόρεια καὶ οὐκ ἰσχυρὰ, τοῦ χειμῶνος εἰθισμένου μέγαν ἔχειν βοῤῥᾶν ἐν χρόνῳ πολλῷ.