Βηχώδεες οὐ λίην, οὐδὲ τὰ βησσόμενα δυσκόλως, οὐδὲ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπὶ τοὺς φθινώδεις αὐτὸν ἐν τῇδε τῇ ῥήσει μεταβεβηκέναι φασίν. ἐγὼ δὲ ἡγοῦμαι ἔτι περὶ τῶν ἄλλων πυρετῶν ὧν διηγεῖται κατὰ ταὐτὸ λέγεσθαι. πῶς γὰρ ἂν εἰρηκὼς ἔμπροσθεν ἐπὶ τῶν φθινωδῶν, ὡς ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος ἦσαν, ἐνταυθοῖ νῦν ἔλεγεν, οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τί δή ποτ’ οὖν ἔγραψεν ἐν τῷδε τῷ λόγῳ, βηχώδεες οὐ λίην. τοῦτο γάρ ἐστι τὸ τὴν φαντασίαν παρασχὸν τοῦ λέγεσθαι ταῦτα περὶ τῶν φθινωδῶν αὐτῶν. ἐγὼ δὲ νομίζω περὶ τῶν ἄλλων ἔτι πυρετῶν τοῦ λόγου γιγνομένου προσγεγράφθαι. γίνονται γὰρ βηχώδεις συνεισβαλλούσης τῆς βηχὸς αὐτοῖς λόγῳ συμπτώματος, οὐ μὴν φθινώδεις γε πάντως εἰσὶν οὗτοι. θαυμαστὸν οὖν οὐδὲν ἅμα πυρέσσειν ἄρξασθαί τινας τῶν Θασίων ἐπὶ τῇ προγεγραμμένῃ καταστάσει καὶ πληρωθείσης αὐτῆς τότε τῆς κεφαλῆς, συνελθόντος τοῦ πυρετοῦ τῇ καταστάσει βηχώδεις γενέσθαι. ἄλλ’ οὔτε λίαν αὐτοῖς ἐνώχλει τὸ σύμπτωμα, οὔτε τὰ βησσόμενα δυσχέρειαν εἶχεν, οὐ γὰρ ἦσαν οὗτοι φθινώδεις. Τὸ μὲν οὖν ὅλον ὑπενόσεον οἱ φθινώδεες τρόπον, πυρετοῖσι φρικώδεσι, σμικρὰ ἐφιδροῦντες, ἄλλοτε ἄλλοι ὡς παροξυνόμενοι πεπλανημένως, τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, παροξυνόμενοι δὲ τριταιοφυέα τρόπον. Αὕτη πᾶσα ἡ ῥῆσις ἐπαγομένη τῇ προειρημένῃ τὴν φαντασίαν βεβαιοτέραν εἰργάσατο τοῖς πλείστοις τῶν ἐξηγητῶν, ὑπὲρ τοῦ καὶ τὴν ἔμπροσθεν ῥῆσιν ὑπὲρ τῶν φθινωδῶν αὐτῶν λελέχθαι. ἀλλ’ ὅτι μὲν ἐκείνην ἀδύνατόν ἐστιν ἐπ’ αὐτῶν εἰρῆσθαι, δέδεικταί μοι, δι’ ὧν ἀπεδείκνυον, ἀποσίτους μὲν ὠνομάσθαι πρὸς αὐτοῦ τοὺς φθινώδεις, οὐκ ἀποσίτους δὲ τούτους. ἡ δ’ ἐφεξῆς ῥῆσις ἡ νῦν προκειμένη κατὰ διττὸν ἂν τρόπον ἐξηγήσεως τύχῃ, καθ’ ἕνα μὲν ὧδέ πως ἡμῶν λεγόντων. ἀναλήψομαι δὲ τὴν προγεγραμμένην ῥῆσιν, εἶτα συνάψω τῇ νῦν, παρενθεὶς αὐτῇ μίαν συλλαβὴν ἕνεκα σαφηνείας, βηχώδεες οὐ λίην, οὐδὲ τὰ βησσόμενα δυσκόλως, οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν γὰρ ὅλον ὑπενόσεον οἱ φθίνοντες, οὐ τὸν φθινώδεα τρόπον. ἐνδέχεται δι’ αὐτὸν οὕτως εἰρηκέναι περὶ τῶν ἄλλως πυρεσσόντων, γράφοντα κοινὸν σύμπτωμα τῶν νόσων ἐχόντων τὰ βηχώδη συμπτώματα, μὴ μέντοι καὶ αὐτῶν φθινόντων. ἐπαναλαβεῖν γὰρ αὖθις εἰκός ἐστι τὸν περὶ τῶν φθινωδῶν λόγον, εἰς ἀνάμνησιν τοῦ διαφέρειν τοὺς ἀῤῥώστους τούσδε, περὶ ὦν νῦν διέρχεται τῶν ἔμπροσθεν τῶν φθινωδῶν. καὶ γάρ τοι καὶ τὰ συμπτώματα πάλιν εἶπε τὰ αὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις. μία μὲν αὕτη παραμυθία τῆς κατὰ τήνδε τὴν ῥῆσιν ἐπαναλήψεως τοῦ περὶ τῶν φθινωδῶν λόγου, ἑτέρα δ’ ἣν ἴσμεν πολλάκις γιγνομένην ἐπὶ πολλῶν συγγραμμάτων. ἐνίοτε γὰρ ὑπὲρ ἑνὸς πράγματος διττῶς ἡμῶν γραψάντων, εἶτα τῆς μὲν ἑτέρας γραφῆς κατὰ τὸ ὕφος οὔσης, τῆς δ’ ἑτέρας ἐπὶ θάτερα τῶν μετώπων, ὅπως κρίνωμεν αὐτῶν τὴν ἑτέραν, ἐπὶ σχολῆς δοκιμάσαντες, ὁ πρῶτος μεταγράφων τὸ βιβλίον ἀμφότερα ἔγραψεν, εἶτα μὴ παρασχόντων ἡμῶν τὸ γεγονὸς, μηδ’ ἐπανορθωσαμένων τὸ σφάλμα, διαδοθὲν εἰς πολλοὺς τὸ βιβλίον ἀνεπανόρθωτον ἔμεινεν. Ἐκρίνετο δὲ τουτέων, οἷσι τὰ βραχύτατα γίγνοιτο, περὶ εἰκοστὴν ἡμέρην τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστὴν, πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἔστι δ’ οἵοιν οὐδ’ οὕτως, ἀλλὰ πεπλανημένως τε καὶ ἀκρίτως ἐξέλιπον. τουτέων δὲ τοῖσι πλείστοισι, πλὴν οὐ διαλείποντες χρόνον, ὑπέστρε ψαν οἱ πυρετοὶ πάλιν. ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο. πολλοὶ δὲ αὐτέων ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν. Τίνων δὲ τούτων κριθῆναί φησι τὸ νόσημα περὶ τὴν κ΄ ἡμέραν; ὅτι περὶ ὧν ἐποιεῖτο τὸν λόγον, ὡς ἐγώ φημι, τῶν ἄλλων νοσησάντων, οὐχὶ τῶν φθινόντων. ὁμολογεῖ δὲ τούτῳ καὶ τὰ ἐφεξῆς ἅπαντα. καὶ γὰρ ἄχρι τῆς ὀγδοηκοστῆς ἡμέρας ἐκταθῆναί φησι τὸ νόσημα τισὶν αὐτῶν, ἄλλοις δὲ πεπλανημένως τε καὶ ἀκρίτως ἐκλείπειν, καὶ τούτων τοῖς πλείστοισιν ὑποστρέψαι πάλιν. τοὺς δ’ ἐκ τῶν ὑποστροφέων πυρετοὺς ἐν ταῖς αὐταῖς περιόδοις πάλιν κριθῆναι καὶ πολλοῖς αὐτῶν καὶ μέχρι τοῦ χειμῶνος ἐκταθῆναι τὸ νόσημα. ταῦτα δὲ πάντα τοῖς ἀνωτέρω εἰρημένοις ὁμολογεῖν σαφῶς ἐστιν, ἐν οἷς ἔλεγε· κατὰ δὲ θέρος ἤδη καὶ περὶ φθινόπωρον, πυρετοὶ πολλοὶ, ξυνεχέες, οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν, ἐγένετο. ταῦτα μὲν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένοις ὑπ’ αὐτοῦ συμπτώμασιν· ὅσα δὲ περὶ τῶν φθινωδῶν εἶπεν οὐχ ὁμολογεῖ, μάθοις δ’ ἂν, εἰ ἀναμνησθείης βραχέος μορίου τῆς ὑπὲρ αὐτῶν διηγήσεως, ἔνθα φησίν· ἀπέθνησκον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται τὰ τοιαῦτα διάγειν. τοῦτο μὲν γὰρ αὐτῷ περὶ τῶν φθινωδῶν εἴρηται, καί φησιν αὐτοὺς ὀξυτέρως ἀποθανεῖν. περὶ δὲ τῶν ἄλλως νοσησάντων ἐφεξῆς ἔγραψε τούτοις ὧδέ πως τά τ’ ἄλλα καὶ μακρότερα ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται. ταῦτ’ οὖν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν τὴν τῶν πυρεξάντων διὰ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος. ἀλλὰ καὶ διὰ τὸ προειπεῖν μὲν αὐτὸν περὶ ὧν γεγράψεται, μηδεμίαν δ’ ἄλλην ἡμᾶς ἔχειν δεῖξαι γραφὴν, ὅτι μὴ τὴν νῦν προκειμένην ἐπ’ αὐτοῖς γενομένην, ἀναγκαῖόν ἐστι περὶ τῶν ἄλλως νοσησάντων, οὐ φθινωδῶς ἅπαντα τοῦτον αὐτῷ τὸν λόγον εἰρῆσθαι. Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μόνοισι τοῖσι φθινώδεσι θανατώδεα ξυνέπεσεν. ἐπὶ τοῖσί γε ἄλλοισι εὐφόρως πᾶσι καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο. Ἐσχάτη ῥῆσίς ἐστιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆς πρώτης καταστάσεως, οὐδὲν μὲν πλέον διδάσκουσα, ἀνακεφαλαίωσιν δέ τινα ἔχουσα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκις ποιεῖν. ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Α. ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Β. Γαληνοῦ Προοίμιον. Ἐν τῷ πρὸ τούτου βιβλίῳ λέλεκται περὶ τῆς τῶν ὡρῶν εἰς ἄλληλα μεταβολῆς, εἴρηται δὲ καὶ ἡ κατὰ φύσιν ἑκάστης κρᾶσις, αἵ τε προθεσμίαι τῆς ἀρχῆς αὐτῶν καὶ τῆς τελευτῆς. ὡς ἂν οὖν ἐκείνων μεμνημένων ἡμῶν, ὅσα τῶν νῦν λεγομένων ἐξηγήσεως δεῖται, προσθήσω, στοχαζόμενος οὔτε μόνον ἐσχάτως ἀμαθῶν, οὔτε μόνων τῶν ἱκανὴν ἐχόντων τὴν παρασκευήν. πρὸς ἅπαντας γὰρ ὁ τοιοῦτος λόγος ἕξει μετρίως, τῶν δ’ ἄλλων ὁ μὲν τοῖς ἐσχάτως ἀμαθέσιν οἰκεῖος ἀνιάσει τοὺς ἐν ἕξει διὰ τὸ μῆκος. ὁ δὲ τούτοις ἐπιτήδειος ἀσαφὴς ἔσται τοῖς ἀμαθέσιν. ἀλλ’ οὐδὲ χρὴ τοῖς τοιούτοις ὑπομνήμασιν ἐντυγχάνειν ἀγαπῶντας, ἀλλὰ καὶ ἄλλως ἄλλο καὶ παρ’ ἄλλου ἀκούσαντες πλατύτερον πολλάκις ταὐτὰ καὶ ἄλλως πολλάκις ταῦτα δυνηθεῖεν ἄνευ παρακοῆς ἐκμανθάνειν τι χρηστόν.