Ἀπόσιτοι πάντων γευμάτων διετέλεον. Ὅτι τοὺς ἀνορέκτους ἀσίτους ὀνομάζουσιν οἱ Ἕλληνες, τοὺς μὴ προσενηνεγμένους σιτία, τοὺς δ’ ἀπεστραμμένους προσίεσθαι καλοῦσιν ἀποσίτους. πρόδηλον δ’ ὅ τι καὶ τουτὶ τὸ τῆς ἀνορεξίας σύμπτωμα τοῖς φθινώδεσιν ἐγένετο τοῦ τὴν φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντος ῥεύματος, μέρους τινὸς εἰς γαστέρα καταῤῥέοντος. Ἄδιψοι. Οὐ κατὰ τὴν κακοήθειαν τοῦ ῥεύματος, ἅπερ αὐτὸς ὠνόμαζε δριμέα, τουτὶ τὸ σύμπτωμα τοῖς φθινώδεσι συνέπεσε. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐπισημαινόμενος αὐτῶν τὸ παράλογον αὐτὸς προσγράψαι τὸ ἄδιψοι. κακοηθείας γάρ ἐστι μεγίστης σημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ διακαοῦς ὄντος τοῦ πυρετοῦ μὴ διψῶσιν ἢ ῥεύματος εἰς γαστέρα καταφερομένου δριμέος. καὶ δηλοῦται πρὸς τοῦ συμπτώματος ἡ αἰσθητικὴ τοῦ μορίου δύναμις ἀπολωλέναι καὶ νενεκρῶσθαι, εἴ γε τῆς κατὰ μέρος διαθέσεως οὐκ αἰσθάνεται. Καὶ παράληροι πολλοὶ περὶ θάνατον. περὶ μὲν τὰ φθινώδεα ταῦτα. Οὐδὲ τοῦτο τοῖς ἄλλοις φθίνουσιν εἴωθε συμπίπτειν, ἀλλὰ διὰ τὴν κακοήθειαν τῶν τότε γενομένων πυρετῶν ἠκολούθησε τοῖς ἐν τῇ προκειμένῃ καταστάσει νοσήμασι. Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ,  ξυνεχέες, οὐ βίαιοι, μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως ἔχουσιν ἐγένετο. Εἰρήκει δὲ καὶ πρόσθεν ὡς τὸ φθινῶδες μόνον ὀλέθριον ἐγένετο καὶ ἡμεῖς τὴν αἰτίαν προσπαρεθήκαμεν. ἀκόλουθα τοίνυν ἐστὶν ἐκείνοις τά τε κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς φησίν· Κοιλίαι ταραχώδεες τοῖσι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον, οὖρά τε τοῖσι πλείστοισιν εὔχροα μὲν καὶ καθαρὰ, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. Καὶ τἆλλα ἃ περὶ τῶν οὔρων εἶπε, ὥσπερ γὰρ τὰ πρόσθεν ὅσα περὶ τῶν φθινωδῶν κατέλεξεν ἦν κακοήθη, οὕτω καὶ τὰ νῦν λεγόμενα πάνυ ἐστὶ μέτρια.