Πυρετοὶ τοῖσι μὲν, τοῖσι δ’ οὔ. Τοὺς πλεονάσαντας χυμοὺς ἔφαμεν οὔτε θερμοὺς ἰσχυρῶς οὔτε ψυχροὺς ἅγαν εἷναι, μεταξὺ δ’ ἀμφοῖν τῇ φύσει καὶ μέσους τῇ κράσει, ὥστε παρά τε τὰς ἡλικίας καὶ τὰς φυσικὰς κράσεις καὶ τὰ ἐπιτηδεύματα τῶν νοσούντων, τοῖς ἐπὶ τὸ θερμότερον ἔῤῥεπε καὶ κατὰ τοῦτ’ ἐπύρεξαν, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐφύλαξαν κρᾶσιν, οὐχ ἱκανὴν οὖσαν ἐγεῖραι πυρετούς. Ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι. Κατὰ πάντων ὦν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει δὲ βῆχάς τε καὶ φωνὰς βραγχώδεις καὶ ἀποστάσεις εἰς ὄρχιν καί τισιν αὐτῶν καὶ πυρετούς. ταῦτ’ οὖν φησι τὰ συμπτώματα τοῖς πλείστοις τῶν καμνόντων ἐπιπόνως συμβῆναι, τουτέστιν οὐκ εὐφόρως, οὐδ’ ὥστε ῥᾳδίως ἀνέχεσθαι περιιόντας ὀρθοστάδην, ἀλλὰ τοὺς πλείστους αὐτῶν γενέσθαι κλινήρεις, ὡς ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προϊόντι τῶν ἠθροισμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεστέρων γινομένων. αἱ γάρ τοι νότιοι καταστάσεις χρονίζουσαι σηπεδόνας ἐργάζονται, καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί. τῆς δὲ νῦν καταστάσεως οὐ γενομένης ὑγρᾶς μέχρι πλείστου μὲν οὐδὲν ἀνιαρὸν ἔπασχον τὰ σώματα, τῷ χρόνῳ δ’ εἰς τὸ πάσχειν ἀφίκετο, καὶ τοιαῦτα συνέβη τισὶν αὐτῶν ὕστερον, οἷα κατ’ ἀρχὰς εὐθέως πᾶσιν ἦσαν, εἰ νότιος κατάστασις ὑγρὰ ἐγένετο. Τὰ δὲ ἄλλα, ὁκόσα κατ’ ἰητρεῖον, ἀνόσως διῆγον. Διχῶς ἐστὶν ἐν τοῖς ἀντιγράμμασιν εὑρεῖν τὴν κατ’ ἰητρεῖον φωνήν· ἐν τισὶ μὲν, ὡς εἴρηται νῦν, τῆς ἐσχάτης συλλαβῆς διὰ τοῦ ο γραφομένης, ἐν τισὶ δὲ διὰ τοῦ η σημαινούσης, τῆς μὲν προτέρας γραφῆς τὰ κατὰ τὸ ἰητρεῖον πραττόμενα, τῆς δὲ δευτέρας γραφῆς τὰ κατὰ τὴν ἰατρικὴν ὅλην, ὡς ἤτοι τῶν κατὰ τὸ ἰητρεῖον ἔργον ἐπὶ τοῖς κάμνουσι γινομένων ἔξω καθεστηκέναι τοὺς Θασίους, ἢ τῶν καθ’ ὅλην τὴν ἰατρικὴν τὰ προειρημένα πασχόντων τῶν καμνόντων. καθ’ ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίως ἐνοχληθῆναι τοὺς ἀνθρώπους ἐν τῷ χρόνῳ τοῦ ἦρος, ὡς ἂν τῆς τὰς νόσους ἐργαζομένης αἰτίας οὐδέπω τι κακόηθες ἐχούσης, ὃ προϊόντος ἔσχε τοῦ χρόνου. Πρωῒ δὲ τοῦ θέρεος ἀρξαμένου καὶ διὰ θέρεος καὶ κατὰ τὸν χειμῶνα, πολλοὶ τῶν ἤδη πολὺν, χρόνον ὑποφθειρομένων φθινωδῶς κατεκλίθησαν, ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε. Οὓς ἔμπροσθεν εἶπον βήσσειν μὲν, ἀνάγειν δὲ οὐδὲν ἐν τῷ ἦρι, τούτους ἐν τῷ θέρει φησὶ καὶ τῷ μετὰ θέρος χρόνῳ φθινώδεις γίνεσθαι, συμφωνοῦν τι τοῦτο ἀεὶ τοῖς ὁρωμένοις διηγούμενος. ὅσα γὰρ ἀπὸ κεφαλῆς ῥεύματα, βηχώδεις μὲν καὶ βραγχώδεις κατ’ ἀρχὰς ἐργάζεται τοὺς ἀνθρώπους, ἐν δὲ τῷ χρόνῳ προϊόντι μὴ καθίσταται, ταῦτα  τὴν ἑτέραν διαφορὰν τῶν φθίσεων ἐργάζεται. δύο γὰρ αὐτῶν εἰσὶν αἱ μέγισται διαφοραὶ, μία μὲν ἐκ τῶν ἀπὸ τῆς κεφαλῆς ῥευμάτων συνισταμένη, ἑτέρα δὲ ἡ ἐκ τῶν κατ’ αὐτὸν τὸν πνεύμονα παθῶν ὁρμωμένη, τοὐπίπαν μὲν ἐπὶ ταῖς τοῦ αἵματος πτύσεσι, μάλισθ’ ὅταν ἀγγεῖον ῥαγῇ, πολλάκις δὲ καὶ ῥευματισθέντος τοῦ σπλάγχνου, διά τινα ἄλλην αἰτίαν ἐκ μορίων ἑτέρων, οὐκ ἐκ τῶν ἐκ τῆς κεφαλῆς. εἰ μὲν οὖν ἐπὶ τῷ ἦρι νοτίῳ γινομένῳ, τὸ θέρος εἰς βόρειον μετέπεσι κατάστασιν, οὐκ ἂν ἐξηλέγχθησαν οἱ φθινωδῶς ὑποφθειρόμενοι καὶ τελέως ἐγένοντο φθινώδεις. ἐπεὶ δ’ οὐ μόνον οὐ μετέπεσεν ἡ νότιος κατάστασις ἐπὶ τὸ βόρειον, ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ θέρους ἐπινέφελον ἐγένετο, διὰ τοῦτο τὰ ἀπὸ τῆς κεφαλῆς ῥεύματα παρέμενον, οἵ τ’ ἐν τῷ ῥεύματι χυμοὶ πάντες καὶ μάλιστα κατὰ τὸν πνεύμονα διεσάπησαν, ὥστε μηδὲν ἐλλείπειν εἰς ἀκριβοῦς φθίσεως γένεσιν. Ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. Φθινώδεις ὀνομάζουσιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅσοι καὶ φθινώδη νόσον, ἣν καὶ φθόην τινὲς ὀνομάζουσιν, ἐπιτήδειοι παθεῖν. τοιοῦτοι δ’ ὑπάρχουσι φανερώτατον, ὅταν ὁ θώραξ στενὸς καὶ ἀβαθὴς εἰς τοιοῦτον, ὡς τοὺς ὠμοπλάτας ἐξέχειν ὀπίσω δίκην πτερύγων, ἐντεῦθεν δὲ καὶ πτερυγώδεις ὀνομάζουσι τοὺς τοιούτους. ἀλλὰ καὶ ὅσοι τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰσι καὶ ῥεύματα πολλὰ τοῖς ἀναπνευστικοῖς μορίοις ἐπιπέμπουσαν ἔχουσι καὶ οὗτοι φθινώδεις ῥᾷστα γίνονται. συνελθόντων δ’ εἰς ταυτὸν ἀμφοῖν, τῆς τε κατὰ τὸν θώρακα διαπλάσεως καὶ τῆς κατὰ τὴν κεφαλὴν ἀσθενείας, ἀκριβῶς αἱ τοιαῦται φύσεις φθινώδεις εἰσὶ κατ’ ἀμφοτέρας τῆς φύσεως τὰς αἰτίας. καὶ γὰρ οἱ ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα ῥευματιζόμενοι τῷ χρόνῳ φθινώδεις γίνονται καὶ ἀναῤῥήγνυτα πολλάκις αὐτοῖς ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν στενότητα τοῦ σπλάγχνου καὶ τὴν ἀσθένειαν. τοιοῦτοι μέν τινες οἱ φθινώδεις. εἰρηκότος δὲ τοῦ Ἱπποκράτους, ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι, πολλοῖσιν ἐβεβαίωσε τότε, τουτέστι κατὰ τὸ θέρος, εἶτ’ ἐπιφέροντος, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἤ μοι δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ οὖν πιθανώτερον ἐν τῷ ἦρι τοὺς τοιούτους ἄρχεσθαι μᾶλλον ἢ κατὰ τὸ θέρος. οἱ γὰρ ἐπιτήδειοι πάθεσιν ἁλίσκεσθαί τισιν ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖς περιπίπτουσιν. ἔοικεν οὖν ὥσπερ καὶ ἄλλα τινὰ κατὰ τῶν ἐπι δημιῶν τὰ βιβλία ταυτὶ τὴν τάξιν ἠλλαγμένην ἔχειν, τοῦ γράψαντος αὐτὰ πρώτου σφαλέντος, εἶτα φυλαχθείσης τῆς ἁμαρτίας, οὕτως καὶ ταύτῃ τῇ ῥήσει συμβεβηκέναι καὶ εἶναι τὸ συνεχὲς τῇ λέξει τοιόνδε. ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε, οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. εἶτ’ ἐφεξῆς, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε. καὶ μετὰ τοῦτο ἐφεξῆς·