Πρωῒ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο καῦσοι, καὶ τουτέοισι πάνυ εὐσταθεῖς, καὶ ὀλίγοις ᾑμοῤῥάγησαν, οὐδ’ ἀπέθνησκον ἐκ τουτέων. Ὅτι μὲν ὀλιγοχρόνιος ἡ βόρειος κατάστασις ἐγίνετο πρωῒ τοῦ ἦρος εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν ὅλην κρᾶσιν προειρῆσθαι πρὸς αὐτοῦ νότιον, οὐκ ἂν οὕτως εἰπόντος, εἰ ἐπὶ πολλὰς ἡμέρας ἔπνευσεν ὁ βοῤῥᾶς. ὅμως δὲ καὶ πρὸς ὀλίγας ἡμέρας γινομένου βορείου τοῦ περιέχοντος, καυσώδη τινὰ νοσήματα συνέπεσεν ὀλίγοις, ἐπιεικῆ πάνυ καὶ ταχέως καθιστάμενα. φησὶ γὰρ καὶ τούτοισι πάνυ εὐσταθεῖς. γράφουσι δ’ ἔνιοι πάνυ εὐσταθῆ, τινὲς δὲ εὐσταθέα, κατὰ τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴσῳ τῷ μέτρῳ καὶ οὐδὲν ὀλέθριον ἔχοντα. καὶ μέντοι καὶ ὀλίγοις αἱμοῤῥαγῆσαί φησιν, ὅπερ ἦν ἴδιον τῶν σφοδρῶν καύσων, ὥσπερ καὶ τὸ παραληρεῖν καὶ τὸ ἀποθνήσκειν, ἅπερ οὐδ’ αὐτοῖς τοῖς τότε γενομένοις συνέπεσεν, ἀλλὰ μετριώτατοί τε καὶ ὀλιγίστοις ἐγένοντο, τοῦ σφοδροῦ καὶ ὡς ἂν εἴποι τις γνησίου καύσου τὴν γένναν ἐπὶ τῇ ξανθῇ χολῇ λαμβάνοντος, ἣν δὴ καὶ ὠχρὰν χολὴν ὀνομάζουσι. ταύτην δ’, ὡς ἐδείκνυμεν, ἐν τῇ προκειμένῃ καταστάσει μόνον κατὰ τὸ προγεγονὸς θέρος ἔσχον οἱ φύσει χολώδεις οὐ πολλὴν, οὐκ ἐν τῷ μετὰ ταῦτα χρόνῳ διὰ τὸ τὴν εἰρημένην κατάστασιν ὑγρὰν οὖσαν, ἔτι καὶ μᾶλλον ἀχλυώδη τε καὶ ὁμιχλώδη γίνεσθαι. εἰκότως οὖν ὀλίγοις τε συνέπεσεν ὁ καῦσος, οἳ πάνυ χολώδεις ἦσαν, καὶ τούτοις οὐκ ἀκριβὴς οὐδὲ σφοδρὸς, ἀλλ’ ἐπιεικὴς καὶ λυθῆναι ῥᾳδίως. οἷς δ’ οὖν συνέβη, διὰ τήνδε τὴν αἰτίαν ἐγένετο. προηγεῖται μὲν δὴ τὸ θέρος τοῦ φθινοπώρου κατὰ φύσιν ἔχον. ἄρχεται γὰρ ὁ Ἱπποκράτης τῆς τῶν καταστάσεων δηγήσεως, ὅταν πρῶτον εἰς τὸ παρὰ φύσιν ἐκτραπῇ τὸ περιέχον ἀναγκαῖον δ’ ἦν ἐν τῷ κατὰ φύσιν θέρει τοῖς πάνυ χολώδεσιν ἠθροῖσθαι πλέονα τὸν χυμὸν τοῦτον. ἐφεξῆς οὖν ἡ γενομένη κατάστασις ἐν ἅπαντι τῷ χειμῶνι μέχρι τοῦ ἦρος, οὔτ’ ηὔξησέ τι τὸν χυμὸν τοῦτον· οὐ γὰρ ἦν θερμὴ σφοδρῶς καὶ ξηρὰ καθάπερ τὸ θέρος· οὔτ’ ἐμείωσέ τι· τὸ γὰρ οὐχ ἱκανῶς ψυχρὰ, καθάπερ ὁ κατὰ φύσιν ἔχων χειμὼν, ἀλλ’ οὐδὲ διεφόρησεν, οὐ γὰρ ἦν ἀκριβῶς ξηρά. λείπεται τοίνυν αὐτὸν διαφυλαχθῆναι προσλαβόντα τὴν οἷον ἀχλυώδη τε καὶ ὁμιχλώδη, διὰ τὴν τοῦ περιέχοντος ὀλίγην ὑγρότητά τε καὶ θερμότητα συντραφεῖσαν ἀτμίδι. πρωῒ δὲ τοῦ ἦρος ἐξαίφνης ἀήθως γενομένου τοῦ βοῤῥᾶ, πρὸς τὸ βάθος τοῦ σώματος ὠθουμένων ὑπ’ αὐτοῦ τῶν χυμῶν, ὁ λεπτότατος πρῶτος ἐῤῥύει καὶ οὕτως εἰργάσατο τὸν καῦσον. οὐ γὰρ ἐν οἷς ἔτυχε μορίοις ἀθροιζόμενος τοῦ σώματος ὁ χυμὸς οὗτος ἐργάζεται καῦσον, ἀλλὰ περί τε τὴν γαστέρα καὶ ταύτης μάλιστα τὸ στόμα καὶ τοῦ ἥπατος τὰ σιμὰ καὶ ὁμοίως οὐχ ᾑμοῤῥάγει, ἴδιον εἴπερ τι ἄλλο τῶν ἀκριβῶν καύσων ἐστὶ τὸ δι’ αἱμοῤῥαγίας κρίνεσθαι. καλεῖ δ’ αἱμοῤῥαγίαν ὁ Ἱπποκράτης ἄνευ τοῦ προσθεῖναι τὸ μέρος ἐξ οὗ κενοῦται τὸ αἷμα, τὰς ἐκ τῶν μυκτήρων ἀποτελουμένας. οὐδὲν δὲ θαυμαστὸν ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι τὰς ἐνταῦθα φλέβας ὑπὸ τοῦ αἵματος ἐπὶ τὸ μετέωρον ἀναφερομένου διὰ τὴν θερμασίαν, ὑφ’ ἧς ἀναγκαῖόν ἐστιν αὐτὸ καὶ πνευματοῦσθαι καὶ τότε τὰς φλέβας ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι, διὰ τὸ τοῦ πνεύματος πλῆθος, ὃ καὶ τοὺς ἀσκούς τε καὶ τοὺς πίθους ῥήγνυσιν ἀθροιζόμενον ἐν τῷ γλεύκει ζέοντι. τοῦτ’ οὖν τὸ σύμπτωμα τοῖς τότε γενομένοις καύσοις οὐκ ἠκολούθησεν, οὖσί γε μετρίοις, ὡς προείρηται. Ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα ἦν καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην, ἔστι δ’ οἷς καὶ σμικρὰ ἐπεθερμαίνοντο, κατέσβη πᾶσιν ἀσινέως, οὐδ’ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ  ἄλλων προφασίων. ἦν δ’ ὁ τρόπος αὐτέων χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς ἀνώδυνα, πᾶσιν ἀσήμως ἠφανίσθη. Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆς ἀχλυώδους οὐσίας, ὑφ’ ἧς τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε γίνεσθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ ἐρυσιπελατώδη. ὅταν δ’ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίσταται δὲ ἅπαντα ῥᾳδίως, διαφορουμένης τῆς τοιαύτης οὐσίας ἑτοίμως. ἔμπαλιν δ’ αὐτῆς ὅσα διὰ παχὺν καὶ γλίσχρον γίνεται χυμὸν, δυσδιαφόρητα δεινῶς ὑπάρχει. τὰ δ’ ἐν τῇ προκειμένῃ καταστάσει γεγενημένα χαῦνά τε ἦν, τουτέστι μαλακὰ καὶ ὑπείκοντα τοῖς δακτύλοις καὶ κατὰ τὴν ἐπίθροισιν αὐτῶν βοθρούμενα καὶ μετὰ φλεγμονῆς, ὅπερ ἐστιν οὐ μετὰ φλογώσεως, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖς συνεῖναι τῶν τὰς ὀδύνας ἐργαζομένων· ἔστι δὲ ταῦτα τάσις τῶν σωμάτων καὶ δυσκρασία σφοδρά. τάσις μὲν οὖν γίνεται διὰ τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἐμφρασσομένους δυσλύτως τοῖς πάσχουσι μέρεσι· δυσκρασία δ’ ἰσχυρὰ, διὰ τὸ θερμοὺς ἄγαν ἢ ψυχροὺς ὑπάρχειν αὐτοὺς, ὥστ’ εἰκότως ἀνώδυνα τὰ χαῦνα καὶ χωρὶς ἑλκώσεώς ἐστιν οἰδήματα, διότι δὲ τοιαῦτ’ ἦν καὶ ῥᾳδίως ἐλύετο, διὰ ταῦτ’ οὐκ ἐξεπύησεν, ὥσπερ τὰ ἐπ’ ἄλλαις προφάσεσιν. ὀνομάζει δὲ προφάσεις ὁ Ἱπποκράτης ἐνίοτε μὲν ὡς ἔθος ἐστὶ τοῖς πολλοῖς, ἐπὶ τῶν ψευδῶς λεγομένων αἰτίων φέρων τοὔνομα, πολλάκις δὲ τὰς φανερὰς αἰτίας οὕτως καλεῖ, καί ποτε καὶ πάσας τὰς ἁπλῶς, ἀλλὰ νῦν γε τὰς ἐπὶ ἄλλαις προφάσεσιν ἐκπυήσεις εἴρηκεν, ὅσας ἐδίδαξεν αὐτὸς ἐν πυρετοῖς γινομένας, ἐν οἷς μὲν ἠθροισμένοι εἰσὶ χυμοὶ πολλοὶ παχεῖς καὶ ὠμοὶ, διὰ δὲ τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα καὶ τὸ πλῆθος τῆς θερμασίας τῆς πυρετώδους ἀναφέρονται πρὸς τὴν κεφαλὴν, εἶτ’ ἀποτιθεμένης αὐτοὺς τῆς φύσεως εἰς τοὺς ἐπὶ τοῖς ὠσὶν ἀδένας αἱ καλούμεναι γίνονται παρωτίδες. οὔτ’ οὖν τοιαύτη τις ἦν περιουσία χυμῶν εἰς τὴν νῦν γενομένην κατάστασιν καὶ φθάσαντα διεφορήθη τὰ συστάντα παρὰ τοῖς ὠσὶν οἰδήματα, διὰ τὸ πνευματώδες τῆς οὐσίας. εὔδηλον οὖν ὅτι τὰ μὲν καυσώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦρος ἐγένετο τῶν βορείων πνευσάντων, αἱ δ’ εἰρημέναι παρωτίδες ἐν τῷ λοιπῷ παντί. μετριώταται δ’ ἦσαν εἰκότως δι’ ἃς εἶπον αἰτίας, ὥστε καὶ ὀρθοστάδην ὑπ’ αὐτῶν ἐνοχλεῖσθαι τοὺς ἀνθρώπους, ὅπερ ἐστὶ φέρειν αὐτὰς ἀλύπως περιερχομένους καὶ πράσσοντας τὰ συνήθη καὶ μὴ καταναγκαζομένους κλινήρεις γίνεσθαι, καθάπερ ἐν τοῖς σφοδροτέροις νοσήμασι. τά τε γὰρ ἄλλα καὶ οὐδ’ ἐπύρεσσον ἀξιολόγως, ἀλλ’ εἰ καὶ πού τις ἐξ αὐτῶν ἐγένετο θερμότερος, ἐπὶ βραχὺ τοῦτ’ ἔπασχε, διὰ τὴν τοῦ πλεονάσοντος, ὡς εἴρηται, χυμοῦ φύσιν, ἀερώδους τοῦ πλέονος ὄντος καὶ ψυχροῦ. Ἐγίνετο δὲ ταῦτα μειρακίοισι, νέοισιν, ἀκμάζουσι καὶ τουτέων τοῖσι περὶ παλαίστραν καὶ γυμνάσια πλείστοισι, γυναιξὶ δ’ ὀλίγῃσιν ἐγένετο. Κοινὸν τοῦτο αἴτιον ἐπὶ πάντων τῶν ἀποσκημμάτων ἐπίστασθαι χρὴ λελεγμένον ὑπ’ αὐτοῦ δι’ ἄλλων, ὡς οἱ μὲν θερμότεροι τῶν χυμῶν εἰς τὰ μετέωρα τοῦ σώματος ἀποσκήπτουσιν, οἱ δὲ ψυχρότεροι κάτω. ἐπεὶ τοίνυν ὁ πλεονάσας ἐν τῇ καταστάσει χυμὸς ὑπόψυχρός τε καὶ ἀερώδης ἦν ἐν τῷ μέσῳ τὴν φύσιν καθεστὼς τῶν τ’ ἄνω ῥᾳδίως φερομένων καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοις τοῖς θερμοτέροις τὴν κρᾶσιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα τὴν ὁρμὴν ἔσχε τὴν κεφαλήν. ἴσμεν δ’ ὅτι τὰ μειράκια διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμὰ, καθάπερ γε καὶ ἀκμάζοντες. οἱ δὲ περὶ παλαίστραν καὶ γυμνάσια διατρίβοντες ἐκ τῶν ἐπιτηδευμάτων. εἰκότως γοῦν ὀλίγαις γυναιξὶν ἐγένετο, ταῖς δηλονότι νέαις τε καὶ φύσει θερμοτέραις καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαις. Πολλοῖσι δὲ βῆχες ξηραὶ, βήσσουσι καὶ οὐδὲν ἀνάγουσι, καὶ φωναὶ βραγχώδεες οὐ μετὰ πολύ. Τίνες μὲν αἱ ξηραὶ βῆχές εἰσιν αὐτὸς ἐδήλωσεν εἰπὼν, οὐδὲν ἀνάγουσι. γίνονται δ’ αὖται ποτὲ μὲν τραχύτητος μόνης τῶν κατὰ τὴν φάρυγγα καὶ λάρυγγα μορίων οὐδεμιᾶς ἐν τῷ πνεύμονι περιουσίας ὑγρῶν οὔσης. οὗτοι μὲν οὖν οὐδὲν ἀναπτύουσι τῷ μηδ’ ὅλως ἔχειν τι περισσὸν ἀναγωγῆς τε καὶ κενώσεως δεόμενον. ἕτεραι δὲ βῆχες γίνονται ξηραὶ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων, ἐφ’ ὧν οὐδ’ αὐτῶν ἐστί τι ἀναπτυσθῆναι δεόμενον, ἄλλαι δ’ αὖ γίνονται μὲν ὑγρῶν περιεχομένων αὐτοῖς ἐκκριθῆναι δεομένων, ἀλλ’ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίσχρα τ’ εἶναι καὶ παχέα καὶ δυσαπολύτως ἐμπεπλάσθαι τοῖς κατὰ τὸν πνεύμονα βρόγχοις, ὅπερ ἐπὶ τῶν ἀπτύ στων ὀνομαζομένων γίνεται πλευριτίδων, ἢ τῷ τὸ καταφερόμενον  ὑγρὸν ἀπὸ τῆς κεφαλῆς λεπτὸν εἶναι κατὰ τὴν σύστασιν, οἷόν περ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφερέσθαι διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας ἐν τῷ πνεύμονι χεῖσθαι πρὶν ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἀνενεχθῆναι πνεύματος, ὅπερ καὶ τότε τοῖς Θασίοις ἔοικεν εἶναι, πεπληρωμένης μὲν ὑπὸ τῆς νοτίου καταστάσεως τῆς κεφαλῆς αὐτῶν, ἐπιπεμπούσης δὲ ῥεῦμα τοῖς κατὰ θώρακα πᾶσι χωρίοις. ὅτι δὲ τοιαύτη ἦν ἡ βὴξ μαρτυρεῖ καὶ τὸ συνεδρεῦον αὐτῇ σύμπτωμα. βραγχώδεις γὰρ, φησὶν, οὕτω βήσσοντες ἐγένοντο, διαβρεχομένων δηλονότι τῶν ὀργάνων τῶν φωνητικῶν πρὸς τῆς καταφερομένης ὑγρότητος, ὡς ἐν τοῖς περὶ φωνῆς ἐπιδέδεικται. Τοῖσι δὲ καὶ μετὰ χρόνον φλεγμοναὶ μετ’ ὀδύνης εἰς ὄρχιν ἑτερόῤῥοπον, τοῖσι δ’ ἐς ἀμφοτέρους. Τοῦ κατενεχθέντος ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα μέρος τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰς τοὺς ὄρχεις ἀφίκετο. λέλεκται δ’ αὐτῷ περὶ τῆς κοινωνίας τῶν γεννητικῶν μορίων πρὸς τὰ κατὰ θώρακα δι’ ἑτέρων γραμμάτων. ἀλλὰ τοῦτό γε τὸ κατασκῆψαν εἰς τοὺς ὄρχεις κακοηθέστερον ἦν ἤδη, οὐκέθ’ ὁμοῖον τῷ ἐξ ἀρχῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι διασεσηπὸς ἐν τοῖς κατὰ πνεύμονα χωρίοις. εἰκότως τοιγαροῦν αἱ κατὰ τοὺς ὄρχεις φλεγμοναὶ μετ’ ὀδύνης ἐγίνοντο καὶ οὐχ ὥσπερ αἱ παρωτίδες ἀνώδυνοι. τοῦ δ’ ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρους δέξασθαι τὴν περιουσίαν τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποσόν. ἐν αὐτοῖς γὰρ ὀλίγον ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐστηρίζετο· οἷς δὲ πλέον, κατ’ ἀμφοτέρους.