ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΟΝ ΒΙΒΛΙΩΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΥΠΟΜΝΗΜΑ Α. Οἱ ξυγγράψαντες τὰς Κνιδίας καλεομένας γνώμας ὁκοῖα μὲν πάσχουσιν οἱ κάμνοντες ἐν ἑκάστοισι τῶν νουσημάτων ὀρθῶς ἔγραψαν, καὶ ὁκοίως ἔνια ἀπέβαινεν αὐτέων, καὶ ἄχρι μὲν τουτέων καὶ μηδὲ ἰητρὸς δύναιτό τις ἂν ὀρθῶς ξυγγράψαι, εἰ εὖ παρὰ τῶν καμνόντων ἑκάστου πυθοίατο ὁκοῖα πάσχουσιν. ὁκόσα δὲ προκαταμαθεῖν χρὴ τὸν ἰητρὸν, μὴ λέγοντος τοῦ κάμνοντος, τουτέων τὰ πολλὰ παρεῖται, ἄλλα ἐν ἄλλοισι, καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν. Οὐ μόνον οὐδὲν ὧν οἱ κάμνοντες πάσχουσι παρέλιπον οἱ τὰς Κνιδίας γράψαντες γνώμας, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ἐνίων ἐμνημόνευσαν, ὡς ὀλίγον ὕστερον δείξω. καὶ οὔπω τοῦτο τέχνης ἔργον, εἰ μηδὲν παρέλιπον τῶν καὶ τοῖς ἰδιώταις γνωσθῆναι δυναμένων· οὐ γὰρ οὗτος ὁ σκοπὸς τοῖς τεχνίταις ἐστὶν, ἀλλὰ τὸ τὰ χρήσιμα πρὸς τὴν θεραπείαν ἅπαντα γράφειν, ὥστε καὶ προσθεῖναί τινα δεήσει πολλάκις, ὧν μὴ γινώσκουσιν οἱ ἰδιῶται πάντως, ἀφελεῖν τε πολλὰ τῶν γινωσκομένων αὐτοῖς, ἐὰν μηδὲν φαίνοιτο συνεργοῦντα πρὸς τὸ τῆς τέχνης τέλος. Καὶ ἐπίκαιρα ἔνια ἐόντα εἰς τέκμαρσιν. Τέκμαρσίς ἐστιν ἡ διὰ τεκμηρίου γνῶσις, τεκμήριον δὲ ὀνομάζουσιν οἱ παλαιοὶ τὸ συλλογιστικὸν σημεῖον, τεκμήριον δὲ οὐχ ἁπλῶς ἅπαν σημεῖον, ὡς ἐν τῷ περὶ τεκμηρίου καὶ σημείου δέδεικται λόγῳ. τὰ οὖν εἰς τὴν τοιαύτην γνῶσιν ἀναγκαῖά τε καὶ χρήσιμα τοῖς ἰατροῖς οὐχ ἅπαντά φησι γεγράφθαι κατὰ τὰς Κνιδίας γνώμας, ἀλλὰ παραλελεῖφθαι πολλά.