<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg086.1st1K-grc1"><div type="textpart" subtype="work" n="1"><div type="textpart" subtype="chapter" n="prooemium"><pb n="174"/><head>ΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ <lb/>ΥΓΙΕΙΝΗΣ ΤΩΝ ΙΔΙΩΤΩΝ ΙΠΠΟ-<lb/>
                        ΚΡΑΤΟΥΣ Η ΠΟΛΥΒΟΥ ΥΠΟ-<lb/>ΜΝΗΜΑ.</head><p>Προοίμιον Γαλήνου. Ἕν τοῦτό ἐστι <lb/>βιβλίον ἰδίαν ἐπαγγελίαν ἔχον, ὥσπερ τὸ πρῶτον μέρος ὅλου <lb/>
                            τοῦ προκειμένου βιβλίου, καθ᾿ ὃ περὶ φύσιος ἀνθρώπου <lb/>διαλέγεται. συντετέλεσται γὰρ ἐν ἐκείνῳ τὸ 
                            ἐπαγγελθὲν, οὐ-<lb/>δεμιᾶς ἔτι προφάσεως δεόμενον. ἐν τούτῳ δὲ πάλιν ἃ προὔ-<lb/>θετο διδάσκει δι᾿ 
                            ὅλου τοῦ βιβλίου καὶ διὰ τοῦτο τῶν <lb/><pb n="175"/>μεταξὺ τῶν δύο βιβλίων τούτων ἐξαιρεθέντων, 
                            προσηκούσης <lb/>ἐπιγραφῆς ἰδίας ἔτυχε τὸ σύμπαν, ἣν ἐπέγραψάν τινες αὐ-<lb/>τῷ περὶ φύσιος ἀνθρώπου 
                            καὶ διαίτης. ὥσπερ δὲ ἄμεμπτον <lb/>μέν ἐστι πάντη τὸ περὶ φύσιος ἀνθρώπου, μεμπτὰ δὲ πάντη <lb/>τὰ
                            παρεγγεγραμμένα μεταξὺ τῶν δύο βιβλίων, οὕτω τὸ περὶ <lb/>διαίτης ὑγιεινῆς ἐν τοῖς πλείστοις μὲν ἄμεμπτόν
                            ἐστιν, <lb/>ἐχόμενον ἀεὶ τῆς Ἱπποκράτους στοιχειώσεως. ἔν τισι δ᾿ <lb/>ἄν τις αὐτῷ μέμψαιτο παντελῶς 
                            ὀλίγοις· ὑποκείσθω δ᾿ <lb/>εἶναι Πολύβου, καθότι πολλοῖς ἔδοξε. </p></div><div type="textpart" subtype="chapter" n="1"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.1">Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι.</quote><p>Τίνας δὲ ἰδιώτας λέγει παραλελοίπασιν οἱ ἐξηγησάμε-<lb/>νοι τὸ βιβλίον, οἷς γε δὴ παρέτυχον ὑπομνήμασιν. οὐ 
                        μὴν <lb/>οὐδὲ ἐπεζήτησά ποτε κατὰ τὴν παρὰ τοῖς διδασκάλοις ἀνά-<lb/>γνωσιν τοῦ βιβλίου. νυνὶ δὲ γράφειν 
                        ἐξήγησιν αὐτοῦ προὐ-<lb/><pb n="176"/>θέμενος ἐπενόησα κακῶς παραλελεῖφθαι τοῖς τε διδασκά-<lb/>λοις ἡμῶν 
                        καὶ τοῖς ἐξηγηταῖς ἐπισκέψασθαι τίνας ἰδιώτας <lb/>λέγει. δῆλον γὰρ δὴ ὅτι τὴν ἐφεξῆς γεγραμμένην δίαιταν <lb/>
                        οὐ πᾶσι τοῖς ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἰδιώταις συνε-<lb/>βούλευσεν ὁ Πόλυβος. καὶ μὴν εἰ μόνοις τοῖς ἰδιώταις 
                        ὑπο-<lb/>θήκας ἔγραψεν, οὐκ ὀρθῶς οἱ ἐξηγησάμενοι τὸ βιβλίον ἀδιο-<lb/>ρίστως ἤκουσαν, ὡς κοινῇ πᾶσι τοῖς 
                        ἀνθρώποις εἰρημένων <lb/>αὐτῶν. εὑρίσκομεν γὰρ δὴ παρὰ τοῖς Ἕλλησιν ἰδιώτας <lb/>ὀνομαζομένους οὐχ ἁπλῶς, 
                        ἀλλ᾿ ἐν τῷ πρός τι. τὸν μὲν γάρ <lb/>τινα λέγουσιν ἰδιώτην εἶναι τῆσδε τῆς τέχνης, τὸν δέ τινα <lb/>τοῦδε τοῦ 
                        ἐπιτηδεύματος. ἐνίοτε δὲ πρὸς τοὺς ἔθνος, ἢ <lb/>πόλιν διοικοῦντας, ἢ ὅλως πράττοντάς τι δημόσιον, ἀντι-<lb/>
                        διαιρούμενοι τοὺς οἷον ἰδιοπραγοῦντας, ὠνόμασαν ἰδιώτας. <lb/>ἐπισκεπτομένῳ δή μοι τίνας τούτων νῦν ὁ Πόλυβος 
                        ἰδιώ-<lb/>τας εἴρηκε, τοὺς μὲν ἀθλητὰς ἄντικρυς ἐδόκει τῶν ἄλλων <lb/>ἀνθρώπων ἀποκρίνειν, ἐπειδὴ μίαν ἔχουσιν
                        ἐκεῖνοι δίαιταν <lb/>ὡρισμένην ἐν ἄρτῳ καὶ κρεῶν ἐδωδῇ. τούτων δ᾿ ἑξῆς ὅσοι <pb n="177"/>πολεμοῦσιν ἢ 
                        ὁδοιποροῦσιν ἢ καὶ μάχονται. καὶ γὰρ τού-<lb/>τοις οὐκ ἐγχωρεῖ διακρίνειν ἃ χρὴ προσφέρεσθαι καὶ μὴ <lb/>προσφέρεσθαι 
                        σιτία. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς, οἷς ἂν <lb/>εὐπορήσωσιν ἕκαστος· τάχα δὲ καὶ τοὺς ὁπωσοῦν ἐσπευσμέ-<lb/>ναις 
                        ὁδοιπορίαις χρωμένους ἀδύνατόν ἐστιν, ὡς ὁ Πόλυβος <lb/>κελεύει διαιτᾶσθαι καὶ ὅλως τοὺς ἐν ἀσχολίαις πολιτικαῖς <lb/>
                        ὄντας, ἢ τῷ καλουμένῳ περιστατικῷ βίῳ. μόνοις οὖν τοῖς <lb/>τὰ ἴδια πράττουσιν, οὓς ὀνομάζουσιν ἰδιοπραγοῦντας, ἡ <lb/>
                        ῥηθησομένη δίαιτα γίνεται. </p></div><div type="textpart" subtype="chapter" n="2"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.1">Τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλά-<lb/>χιστα. 
                        εἶναι δὲ χρὴ τὸ πόμα οἶνον ὡς ἀκρητέστα-<lb/>τον· τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα. <lb/>λαχάνοισι δὲ ὡς 
                        ἐλαχίστοισι χρέεσθαι ταύτην τὴν ὥρην. <lb/>οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα θερμόν τε εἴη καὶ ξηρόν.</quote><p>Τὸ κεφάλαιον εἰπὼν τῆς ὅλης διαίτης ὀρθῶς ἐποίησε <pb n="178"/>προσγράψας ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως, διὰ τί τῶν εἰρη-<lb/>
                        μένων ἕκαστον αἱρεῖται. θερμαίνειν μὲν γὰρ ἀξιοῖ τὸ σῶμα <lb/>καὶ ξηραίνειν διὰ τὴν ἀμετρίαν τῆς κατὰ τὴν ὥραν 
                        κρά-<lb/>σεως. ὡς εἴ γε ἦν σύμμετρον, ὡς κατὰ τὸ ἔαρ ἐστὶ, σύμ-<lb/>μετρον ἂν ἐκέλευσε καὶ τὴν δίαιταν ποιεῖσθαι. 
                        φυλάττειν <lb/>μὲν γὰρ προσήκει τὰ συμμέτρως διακείμενα, μετα-<lb/>βάλλειν δὲ τὰ ἀμέτρως. μεταβολὴ δὲ οὐκ ἄλλως ἂν <lb/>
                        ἢ ἐκ τῶν ἐναντίων ἀμετρίων γίνοιτο. τὸ μὲν γὰρ ἀμετρό-<lb/>τερον, ἢ τεθερμασμένον, ἢ θερμαινόμενον σῶμα ψύχειν <lb/>
                        προσήκει, τὸ δὲ ἐψυγμένον, ἢ ψυχόμενον θερμαίνειν. ὡσαύ-<lb/>τως δὲ κᾀπὶ καὶ κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀμετρίας διὰ <lb/>
                        τῆς τῶν ἐναντίων προσφορᾶς τὰς νοσαζούσας ὑπερβολὰς <pb/>καθαιρεῖν χρὴ, τὴν ἐναντίαν ἀμετρίαν προσφέροντας, το-<lb/>σοῦτον 
                        ἀπέχουσαν τοῦ μέσου τε καὶ συμμέτρου, ὅσον ἀφέ-<lb/>στηκεν ἡ νοσάζουσα. κατὰ τοῦτο γοῦν ἐν τῷ χειμῶνι ψυ-<lb/>χρῷ καὶ 
                        ὑγρῷ τὴν κρᾶσιν ὄντι συμφέρει ἐσθίειν μὲν ὡς <lb/>πλεῖστα, πίνειν δὲ ὡς ἐλάχιστα. πλεῖστα δ᾿ ἀκουστέον οὐχ <lb/>ὡς πρὸς τὴν 
                        δύναμιν, ἀλλ᾿ ὡς πρὸς τὰς ἄλλας ὥρας. ὡσαύ-<pb n="179"/>τως ﻿ δὲ καὶ πίνειν ὡς ἐλάχιστα πρὸς τὰς ἄλλας ὥρας ἀνα-<lb/>
                        φέροντα τὴν παραβολήν. ὁμοίως δὲ εἴρηται καὶ τὸ τὸν <lb/>οἶνον ἀκρατέστατον εἶναι δεῖν ὡς πρὸς τὴν ἐν ταῖς ἄλλαις <lb/>
                        ὥραις κρᾶσιν αὐτοῦ. τῷ μέντοι πρὸς τὴν δύναμιν μέτρῳ <lb/>καὶ τῷ πρὸς τὴν ἐνεστῶσαν ὠφέλειαν προσέχων τὸν νοῦν <lb/>
                        ἀεὶ τὸ σύμμετρον οἴνου τε καὶ σιτίου δώσεις, ὥσπερ γε καὶ <lb/>ὕπνου καὶ γυμνασίων καὶ πάντων ἁπλῶς τῶν καλουμένων <lb/>
                        ὑπὸ τῶν ἰατρῶν ἐπιτηδευμάτων. ὅτι δ᾿ οἶνος ὁ ἀκρατέστε-<lb/>ρος καὶ ὅτι τὰ ὀπτὰ κρέα θερμαίνει καὶ ξηραίνει, παρα-<lb/>
                        βαλλόμενα μάζῃ τε καὶ λαχάνοις, οὐδεὶς ἀγνοεῖ. παραπλη-<lb/>σίως δὲ καὶ ὁ ἄρτος, εἰ παραβάλλοιτο μάζῃ, θερμαίνειν τε <lb/>
                        καὶ ξηραίνειν λεχθήσεται. ταῦτα οὖν ὡς παραδείγματα νο-<lb/>μιστέον εἰρῆσθαι τἀνδρὶ. σὺ δὲ καὶ τῶν ὀσπρίων ἐπιλέξῃ <lb/>
                        τὰ θερμαίνοντα καὶ ξηραίνοντα, καθάπερ τὴν φακήν. ἀλλὰ <lb/>καὶ τῶν λαχάνων, ὅσα ταύτην ἔχει τὴν δύναμιν, ὥσπερ <lb/>
                        ἡ κράμβη. καὶ τῶν κρεῶν ὡσαύτως, οἷα τὰ τῶν ἀγρίων <lb/>ζώων ἐστὶ καὶ τὰ ταριχευθέντα. ταῦτα δὲ λέλεκται κᾀμοὶ <pb n="180"/>
                        πάντα παραδείγματος ἕνεκεν. ἡ δὲ σύμπασα κατὰ μέρος <lb/>ὕλη τῶν τροφῶν ἐν τρισὶν ὑπομνήμασι σύγκειται, τήνδε <lb/>
                        ἐπιγραφὴν ἔχουσα, περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. <lb/>ὥσπερ οὖν ταῦτα καλῶς εἴρηται περὶ τῆς κατὰ τὰς ποιό-<lb/>
                        τητας αἱρέσεως τε καὶ φυγῆς σιτίων, οὕτω καὶ τὰ περὶ τῆς <lb/>τῶν σιτίων ποσότητος. ἐσθίειν γὰρ ὡς πρὸς τὰς ἄλλας ὥρας <lb/>
                        πλεῖστα συγχωρητέον ἐν χειμῶνι, μεμαθηκότας ἐν ἀφορισμοῖς <lb/>ὀρθῶς εἰρῆσθαι. θέρεος καὶ φθινοπώρου σιτία 
                        δυσφορώτατα <lb/>φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. εἰ δὲ καὶ διὰ τί <lb/>γίνεται ταῦτα μαθεῖν ἐθέλοι τις, ἐδίδαξε 
                        καὶ τοῦτο κατὰ <lb/>τοὺς ἀφορισμοὺς εἰπών. αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερ-<lb/>μόταται φύσει, διότι τὸ περιέχον ψυχρὸν ὂν,
                        ἐναποστέγει <lb/>στεγανοῦν καὶ κατακλείει τὸ ἔμφυτον θερμὸν ἐν τῷ βάθει <lb/>τοῦ σώματος. ἐν δὲ τῷ θέρει διαφορεῖται μὲν τοῦτο 
                        διὰ τῆς <lb/>διαπνοῆς. διὰ τῆς ἀναπνοῆς δὲ ἕλκεται τὸ περιέχον θερμόν. <lb/>ὀνομάζω δὲ ἀναπνοὴν μὲν τὴν διὰ τοῦ στόματος ἔξω 
                        τε <lb/>καὶ εἴσω φορὰν τοῦ πνεύματος, διαπνοὴν δὲ τὴν δι᾿ ὅλου <lb/>τοῦ σώματος ὁμοίως γιγνομένην.<pb n="181"/>
                    </p></div><div type="textpart" subtype="chapter" n="3"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.1">Ὁκόταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τό τε πόμα χρὴ πλέον πί-<lb/>νειν 
                            οἶνον καὶ ὑδαρέστερον καὶ κατ᾿ ὀλίγον καὶ τοῖσι σι-<lb/>τίοισι μαλθακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι· καὶ τὸν <lb/>ἄρτον 
                            ἀφαιρέοντα μᾶζαν προστιθέναι· καὶ τὰ ὄψα κατὰ <lb/>τὸν αὐτὸν λόγον ἀφαιρέειν, ἔκ τε τῶν ὀπτῶν πάντα <lb/>ἑφθὰ ποιέεσθαι 
                            καὶ λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος <lb/>ὀλίγοισιν, ἕως ἐς τὴν θερίην καταστήσεται ὁ ἄνθρωπος. <lb/>τοῖσί τε σιτίοισι πᾶσι 
                            μαλακωτέροισι χρεόμενος καὶ <lb/>τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ὠμοῖσι καὶ ἑφθοῖσι, <lb/>ὡσαύτως καὶ τοῖσι πόμασιν 
                            ὡς ὑδαρεστάτοισι καὶ πλεί-<lb/>στοισι, καὶ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μι-<lb/>κρὸν, μὴ ἐξαπίνης χρεομένῳ.</quote><p>Πλεῖον εἶπε καὶ ὑδαρέστερον, οὐ πλεῖστον οὐδὲ ὑδαρέ-<lb/>στατον ἐν τῷ ἦρι τὸ πόμα προσφέρεσθαι. τὸ γὰρ πλεῖ-<lb/>στον καὶ 
                            ὑδαρέστατον ἐν τῷ θέρει κελεύει πίνειν, ὡς ἐναν-<lb/>τίαν ἔχοντι τὴν κρᾶσιν ἧς ὁ χειμὼν ἔχει. τὸ δὲ ἔαρ, <lb/>ὥσπερ ἐν τῷ 
                            μεταξὺ τῶν ἄκρων ἔχει τὴν κρᾶσιν, οὕτω καὶ <pb n="182"/>τῆς διαίτης μέσης δεῖται, ψυχροτέρας μὲν καὶ ὑγροτέρας, <lb/>
                            ὡς πρὸς τὸν χειμῶνα, θερμοτέρας δὲ καὶ ξηροτέρας, ὡς <lb/>πρὸς τὸ θέρος. ἐκ τούτων οὖν δῆλόν ἐστιν ὅπως ἀκούειν <lb/>
                            χρὴ τῆς κατὰ τὸ θέρος καὶ φθινόπωρον εἰρημένης ὑπ᾿ αὐ-<lb/>τοῦ διαίτης· ὥστ᾿ ἐμοὶ μὲν ὑπερβαίνειν αὐτὸ προσήκει, τοῖς <lb/>
                            δ᾿ ἀναγινώσκουσι πολλάκις ἐπιμελῶς τε προσέχουσι τὸν νοῦν <lb/>εἴρηται πάντα σαφῶς, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι 
                            περὶ <lb/>τὰς ἄχρι δεῦρο λελεγμένας.</p></div><div type="textpart" subtype="chapter" n="4"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.1">Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ <lb/>ὑδαρέϊ καὶ 
                            πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσι, καὶ <lb/>οὕτω δεῖ χρέεσθαι τουτέοισιν ὁκόταν τὸ θέρος ᾖ, ὅκως <lb/>ψυχρὸν εἴη τὸ σῶμα 
                            καὶ μαλακόν. καὶ γὰρ ἡ ὥρη θερμή <lb/>τε καὶ ξηρὴ καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐ-<lb/>χμηρά. δεῖ οὖν τοῖσιν 
                            ἐπιτηδεύμασιν τουτέοισιν ἀλέξα-<lb/>σθαι, κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος <lb/>εἰς τὸ ἤρ, οὕτω καὶ ἐκ τοῦ ἦρος
                            εἰς τὸ θέρος καταστῆ-<pb n="183"/>σαι, τῶν μὲν σιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθεὶς <lb/>καὶ οὕτως τὰ ἐνιαύσια ποιέοντα 
                            καταστῆσαι ἐκ τοῦ θέ-<lb/>ρεος εἰς τὸν χειμῶνα. ἐν δὲ τῷ φθινοπώρῳ πάλιν τὰ <lb/>μὲν σιτία πλείω ποιεόμενον καὶ ξηρότερα καὶ τὰ 
                            ὄψα κατὰ <lb/>τὸν αὐτὸν λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα, <lb/>ὅκως ὅ τε χειμὼν ἀγαθὸς ἔσται καὶ ὁ ἄνθρωπος διαχρή-<lb/>
                            σεται τοῖσί τε πόμασιν ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ <lb/>τοῖσι σιτίοισιν ὡς πλείστοισί τε καὶ ξηροτάτοισιν, οὕτω <lb/>γὰρ ἂν καὶ 
                            ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη ἥκιστα. ἡ γὰρ <lb/>ὥρη λίαν ψυχρή τε καὶ ὑγρή.</quote><p>Τὰ παρόντα διὰ ταῦτα τεμάχια οὔτε τινὸς ἐξηγητοῦ <lb/>δέονται, πασὶ δῆλα τοῦ Πολύβου ποιήσαντος, οὔτε τινὰ μέ-<lb/>θοδον ἀκραιφνῆ 
                            ζητοῦντος, ἀλλὰ καθὰ κεῖται, αὐτὰ καὶ <lb/>μόνα δῆλα καθεστήκασι.</p></div><div type="textpart" subtype="chapter" n="5"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.2">Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ πλείω μαλακοῖσι <lb/>καὶ ἐρυθροῖσι ξυμφέρει δὴ 
                            τὸν πλείονα χρόνον τοῦ ἐνιαυ-<pb n="184"/>τοῦ ﻿ξηροτέροισι διαιτήμασι χρέεσθαι, ὑγρὴ γὰρ ἡ φύσις <lb/>τῶν εἰδέων τουτέων.</quote><p>Ὥσπερ αἱ διαφοραὶ τῶν ὡρῶν ἐνδείκνυνται <lb/>διάφορον δίαιταν, οὕτω καὶ τοῦ σώματος αἱ ἕξεις, ἐφ᾿ ἃς <lb/>νῦν ἧκε συντελέσας 
                            τὸν περὶ τῶν ὡρῶν λόγον. ὥσπερ δὲ ἐν <lb/>ταῖς ὥραις ἐνεδείκνυτο τὴν προσήκουσαν δίαιταν, οὕτω κᾀν <lb/>ταῖς τοῦ σώματος ἰδέαις. 
                            οἱ μὲν γὰρ σαρκώδεις καὶ μαλα-<lb/>κοὶ καὶ ἐρυθροὶ διὰ τὴν τῆς κράσεως ὑγρότητα τοιοῦτοι <lb/>γεγόνασιν. οἱ δὲ ἐναντίως αὐτοῖς 
                            διακείμενοι, περὶ ὧν ἐφε-<lb/>ξῆς ἐρεῖ, διὰ τὴν ξηρότητα. προσήκει τοιγαροῦν τοὺς μὲν <lb/>ὑγροὺς ξηροτέρα χρῆσθαι διαίτῃ, τοὺς δὲ 
                            ξηροὺς ὑγροτέρᾳ. <lb/>καὶ εἴπερ ταῦτα ἀληθῶς εἴρηται, πρόδηλον ὅτι καὶ τοὺς <lb/>εὐκράτους εὐκράτῳ χρῆσθαι προσήκει τῇ διαίτῃ. 
                            λέγω δὲ <lb/>εὐκράτους οὓς οὔτε σαρκώδεις οὔτε ἀσάρκους, ἀλλ᾿ εὐσάρ-<lb/>κους ὀνομάζουσι.</p></div><div type="textpart" subtype="chapter" n="6"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.2">Τοὺς δὲ στρυφνοὺς καὶ προσεσταλμένους καὶ πυῤῥοὺς καὶ <pb n="185"/>μέλανας τῇ
                            ὑγροτέρῃ διαίτῃ χρὴ τὸν πλείω διαιτᾶσθαι <lb/>χρόνον, τὰ γὰρ σώματα τοιαῦτα ὑπάρχει ξηρὰ ἔοντα. </quote><p>Τὰ τῶν κράσεων γνωρίσματα γέγραπταί μοι τελέως ἐν <lb/>τοῖς περὶ κράσεων ὑπομνήμασιν, ἐν οἷς ὅτι μὲν οἱ στρυφνοὶ, <lb/>τουτέστιν 
                            οἱ σκληροὶ, καὶ οἱ προσεσταλμένοι, τουτέστιν οἱ <lb/>ἰσχνοὶ, ξηροτέρας εἰσὶ κράσεως, ὡς ἐδιδάξαμεν, ὥσπερ γε <lb/>καὶ οἱ μέλανες. 
                            οὐ μὴν γε τούς γε πυῤῥοὺς εἶναι ἔφαμεν <lb/>ξηροὺς τὴν κρᾶσιν, ἀλλὰ τοὺς πλησιάζοντας αὐτοῖς κατὰ <lb/>τὴν χροιὰν, οὓς ξανθοὺς 
                            ὀνομάζουσιν, ἐπεί γε καὶ ξανθὴ <lb/>χολὴ τὴν κρᾶσιν ξηρά ἐστι. χρώμενοι δὲ ἐνίοτε τοῖς ὀνό-<lb/>μασιν οὐκ ἀκριβῶς ἔνιοι τῶν 
                            βιβλία γραψάντων τὴν τῶν <lb/>πραγμάτων διδασκαλίαν ταράσσουσιν. οὕτως γοῦν τινες ὀνο-<lb/>μάζουσι τοὺς Γερμανοὺς ξανθοὺς, 
                            καίτοι γε οὐκ ὄντας ξαν-<lb/>θοὺς, ἐὰν ἀκριβῶς τις ἐθέλῃ καλεῖν, ἀλλὰ πυῤῥούς. τὰ δ᾿ <lb/>ἄλλα τῆς προκειμένης ῥήσεως ἀληθῶς 
                            τε ἅμα καὶ σαφῶς <lb/>εἴρηται.</p></div><div type="textpart" subtype="chapter" n="7"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.2">Καὶ τοῖσι νέοισι τῶν σωμάτων ξυμφέρει μαλακωτέροισί <pb n="186"/>τε καὶ 
                            ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτήμασιν· ἡ γὰρ <lb/>ἡλικίη ξηρὴ καὶ τὰ σώματα πέπηγε. τοὺς δὲ πρεσβυ-<lb/>τέρους τῷ ξηροτέρῳ χρὴ
                            τρόπῳ τὸ πλεῖον τοῦ χρόνου διά-<lb/>γειν. τὰ γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλ-<lb/>θακὰ καὶ ψυχρά.</quote><p>Ἐπὶ τὰς ἡλικίας μεταβὰς ἐλλιπῆ τὸν διορισμὸν ἐποιή-<lb/>σατο, μὴ τεμὼν εἰς τέσσαρας διαφορὰς αὐτὰς, ἀλλ᾿ εἰς δύο <lb/>μόνας. 
                            ἐχρῆν δ᾿ εἴπερ ἀπὸ τῶν κατὰ τὰς ἡλικίας κράσεων <lb/>ἔνδειξιν ἔμελλε λήψεσθαι τοῦ τρόπου τῆς διαίτης, ὥσπερ <lb/>αἱ κράσεις τέτταρές 
                            εἰσιν, οὕτω καὶ τὰς ἡλικίας εἰς τέτταρα <lb/>τεμεῖν, ὑγρὰν μὲν καὶ θερμὴν τὴν τῶν παίδων εἰπόντα, ξη-<lb/>ρὰν δὲ καὶ θερμὴν τὴν τῶν 
                            ἀκμαζόντων, καὶ ξηρὰν μὲν καὶ <lb/>ψυχρὰν τὴν τῶν παρακμαζόντων, ὑγρὰν δὲ καὶ ψυχρὰν τὴν <lb/>τῶν γερόντων. ἀλλὰ τὴν μὲν τῶν 
                            παίδων ὑγρὰν <lb/>εἶναι προσήκει, μὴ δυναμένης γε τῆς αὐξήσεως ἐν ἑτέρᾳ <lb/>κράσει γενέσθαι. τὴν δὲ τῶν ἀκμαζόντων, ἐπειδὴ παρὰ 
                            τὸ <lb/>προσῆκόν τέ ἐστι θερμοτέρα καὶ ξηροτέρα, συμφέρει χρῆ-<lb/>σθαι τοῖς ἐναντίοις διαιτήμασι, καθάπερ γε καὶ τὴν τῶν <pb n="187"/>
                            παρακμαζόντων. ἐπὶ δὲ τῆς τῶν γερόντων ἡλικίας οὐ σμι-<lb/>κρόν ἐστι ζήτημα σχεδὸν ἅπασιν ἠμελημένον, ὑπὲρ οὗ μι-<lb/>κρὸν 
                            ὕστερον ἐρῶ, τὸν περὶ τῶν ἔμπροσθεν ἡλικιῶν συντε-<lb/>λέσας λόγον. εἰ γὰρ ὡμολόγηται τὰ παιδία πλέον μὲν ἔχειν <lb/>ὑγρότητος 
                            ἢ συμφέρει τοῖς ἀβλαβῶς ὑγιαίνουσι, πλέον δὲ <lb/>θερμότητος (οὐ γὰρ ἁπλῶς ἐστι θερμὰ καθάπερ οἱ ἀκμά-<lb/>ζοντες, ἀλλὰ κατὰ 
                            τὴν ἔμφυτον θερμασίαν, ἥτις εὔκρατός <lb/>ἐστιν, ἐν αἵματι χρηστῷ τὴν ὕπαρξιν ἔχουσα) τὸ μεταξὺ <lb/>τῶν παίδων τε καὶ τῶν 
                            ἀκμαζόντων, ὅπερ ἐστὶν ἐφήβων τε <lb/>καὶ μειρακίων, εἴη ἂν ἐν τῇ ἀρίστῃ κράσει. τῆς δ᾿ ἀρίστης <lb/>μέσης οὔσης καὶ τὰ διαιτήματα 
                            μέσα τῇ κράσει προσήκει <lb/>ποιεῖσθαι, μήθ᾿ ὑγρότερον ἐργαζομένους μήτε ξηρότερον, <lb/>ἢ θερμότερον, ἢ ψυχρότερον αὐτῶν τὸ σῶμα. 
                            τὸ μέντοι <lb/>τῶν παιδίων, εἰ καὶ πλεῖον, ὡς πρὸς ὑγιεινὴν ἕξιν ἔχοι τὸ <lb/>ὑγρὸν, ὅμως οὐ χρὴ ξηραίνειν· ἀναυξῆ γὰρ αὐτὰ ποιήσομεν. <lb/>
                            ἐπὶ δὲ τῶν γερόντων, ἐπειδή τινες μὲν αὐτοὺς ὑγροὺς εἶναι <lb/>λέγουσι, τινὲς δὲ ξηροὺς, ἀδιορίστως ἑκάτεροι, διοριστέον ἡμῖν <lb/>ἐστι 
                            κατὰ τί μὲν αὐτοὺς ὄντας ξηροὺς, κατὰ τί δὲ ὑγρούς. <pb n="188"/>ἐδείχθη δὲ τοῦτο ἐν τοῖς περὶ κράσεων. αὐτοῖς μὲν γὰρ <lb/>τοῖς στερεοῖς
                            τοῦ σώματος μορίοις ἐδείχθησαν ὄντες ξηροί. <lb/>περιττώματα δ᾿ ἔχοντες διὰ τὴν ψυχρότητα τῆς κράσεως <lb/>πολλὰ καὶ δι᾿ αὐτὰ ὑγροὶ 
                            λεγόμενοι. κατὰ λόγον οὖν ἔνδει-<lb/>ξις ἐναντία τε καὶ διττὴ γίνεται τοῖς ἰατροῖς ἀπὸ τῆς ἡλι-<lb/>κίας ταύτης, διὰ μὲν τὴν ξηρότητα 
                            τῆς τῶν στερεῶν κρά-<lb/>σεως ὑγραίνεσθαι δεομένων αὐτῶν, διὰ δὲ τὴν περιουσίαν <lb/>τῶν ὑγρῶν ξηραίνεσθαι. πῶς μὲν οὖν ἀμφοτέρων 
                            ἄν τις <lb/>στοχάζοιτο τελέως εἴρηται κατὰ τὴν ὑγιεινὴν πραγματείαν. <lb/>ἐν δὲ τῷ παρόντι λόγῳ τὸ κεφάλαιον ὧν ἐν ἐκείνῃ γεγράφα-<lb/>
                            μεν εἰπεῖν ἀρκέσει. τὰ μὲν σιτία καὶ ποτὰ καὶ τἄλλα πάν-<lb/>τα σκοπὸν ἐθέτω τό θ᾿ ὑγρὸν καὶ τὸ θερμὸν, ὡς δέον <lb/>ὑγραίνειν τε καὶ 
                            θερμαίνειν τῶν γερόντων τὰ στερεὰ μόρια <lb/>τοῦ σώματος, ἅπερ καὶ μόνα κυρίως ὀνομαζόντων ἐστὶ μό-<lb/>ρια. προνοητέον δὲ πάλιν ἐπὶ τῆς 
                            τῶν φλεγματωδῶν περιτ-<lb/>τωμάτων κενώσεως. εἴπερ οὖν ἐκ μὲν τῆς περὶ κράσεων <lb/>πραγματείας ἀναλέξαις τε καὶ μάθοις ἐπιστημονικῶς 
                            ψυχρὰν <lb/>καὶ ξηρὰν εἶναι τὴν οἰκείαν τῶν γερόντων κρᾶσιν, ἐπίκτη-<pb n="189"/>τον ﻿ δὲ ἴσχειν αὐτοὺς ὑγρότητα, διὰ τὴν τῶν 
                            φλεγματωδῶν <lb/>περιττωμάτων γένεσιν, ἐλθὼν δὲ ἀπ᾿ ἐκείνων ἐπὶ τὰ τῶν <lb/>ὑγιεινῶν ὑπομνήματα προσεπιμάθοις ὅπως χρὴ διαιτᾷν τοὺς <lb/>
                            γέροντας, εὔδηλον ἔσται σοι τὸ τῆς νῦν προκειμένης ῥήσεως <lb/>ἀδιόριστον. οὔτε γὰρ εἰς δύο ἐχρῆν διαιρεῖσθαι τὸν ἀν-<lb/>θρώπινον βίον οὔτε 
                            ἐπὶ τῶν γερόντων ὑγρὰ καὶ μαλακὰ <lb/>σώματα εἰρῆσθαι, οὔθ᾿ ὅτι ξηροῖς τὴν κρᾶσιν ἐδέσμασι διαι-<lb/>τητέον αὐτούς. τοὺς μέντοι 
                            νέους πεπηγότα φήσας ἔχειν <lb/>τὰ σώματα καὶ τὴν κρᾶσιν εἶναι ξηροὺς εὔδηλός ἐστιν <lb/>ἐπὶ τῶν ἀκμαζόντων μόνων τὸν λόγον 
                            πεποιημένος καὶ τού-<lb/>τους ὀνομάσας νέους. παρέλιπεν οὖν τήν τε τῶν παίδων <lb/>ἡλικίαν καὶ τὴν τῶν παρακμαζόντων, ὡς δὲ ἐγώ φημι καὶ <lb/>
                            τὴν εὐκρατοτάτην γε, ἥτις ἐστὶν ἐν τῷ μεταξὺ τῶν παιδίων <lb/>τε καὶ τῶν ἀκμαζόντων. εὔδηλος δ᾿ ἐστὶ καὶ αὐτὸς ὑπο-<lb/>πτεύων τὸν 
                            ἑαυτοῦ λόγον. οὐ γὰρ ἁπλῶς εἶπε τοὺς πρεσβυ-<lb/>τέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ διαιτᾷν, ἀλλὰ προσέθηκε, <lb/>τὸ πλέον τοῦ χρόνου. 
                            τοῦτο δὲ ταὐτόν ἐστι τῷ φά-<pb n="190"/>ναι μὴ διὰ παντὸς, ὅπερ οὔτε τῇ ἕξει τοῦ σώματος οὔτε <lb/>τῇ ἡλικίᾳ προσέθηκεν ἑτέρᾳ, διὰ παντὸς 
                            γὰρ χρὴ τὴν οἰ-<lb/>κείαν ἑκάστῳ σώματι δίαιταν αἱρεῖσθαι. </p></div><div type="textpart" subtype="chapter" n="8"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.2">Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος <lb/>καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ 
                            διαιτήματα ποιέεσθαι <lb/>ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χει-<lb/>μῶσιν. οὕτως γὰρ ἂν μάλιστα ὑγιαίνοιεν.</quote><p>Καθόλου ὁ λόγος οὗτος εἴρηται πρὸς αὐτοῦ καὶ σαφῶς <lb/>καὶ ἀληθῶς ἤδη πολλάκις ἐν πολλοῖς ἡμῖν διηνυσμένος.</p></div><div type="textpart" subtype="chapter" n="9"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.3">Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέ-<lb/>ρεος ἡσυχῇ ἔχειν, ἢν μὴ 
                            διὰ καύματος ὁδοιπορέῃ.</quote><pb n="191"/><p>Πῶς ὁδοιπορεῖν χρὴ διδάσκει καθ᾿ ἑκάστην τῶν ὡρῶν. <lb/>τοῦ μὲν χειμῶνος αἱρούμενον τὸν ξηραίνοντά τε καὶ θερ-<lb/>μαίνοντα π
                            ερίπατον, τοῦ θέρους δὲ τὸν ἐναντίον σκοπὸν <lb/>ποιεῖν, ἢ μὴ δι᾿ ἡλίου, φησὶν, ὁδοιπορεῖν. τηνικαῦτα γὰρ <lb/>ἐπείγεσθαι χρὴ θᾶττον 
                            ἀπαλλαγῆναι τῆς γιγνομένης κατὰ <lb/>τὴν τοιαύτην ὁδοιπορίαν ξηρότητός τε καὶ θερμότητος ἐν <lb/>τῷ σώματι.</p></div><div type="textpart" subtype="chapter" n="10"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.3">Δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶττον ὁδοιπορέειν, τοὺς δὲ <lb/>ἰσχνοὺς ἡσυχέστερον. 
                            λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι <lb/>τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι. χρὴ δὲ τοὺς <lb/>στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων.</quote><p>Ἡ ταχεῖα κίνησις τὴν θερμασίαν ἐπὶ πλεῖον αὐξάνουσα <lb/>τήκει τὸ σῶμα. κατὰ δὲ τὰς βραχείας κινήσεις ἡ σύμμε-<lb/>τρος θερμασία καὶ τὴν αἱμάτωσιν 
                            καὶ τὴν θρέψιν ἐργάζε-<lb/>ται βελτίονα καὶ διὰ τοῦτο συναίρεται τοῖς ζώοις εἰς εὐτρο-<lb/>φίαν.</p><pb n="192"/></div><div type="textpart" subtype="chapter" n="11"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.3">Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ <lb/>δὲ θέρεος ἐλαιοπινέα. </quote><p>Τὶ μὲν συνετώτερον ἐπενόησεν ὁ γράψας τοῦ τοῖς ἐξη-<lb/>γηταῖς εἰρημένου πᾶσιν αὐτὸς ἂν εἰδείη. εἰ δὲ τὰ μὲν <lb/>καθαρὰ διὰ τὸ μᾶλλον θερμαίνειν 
                            ἢ καὶ τὸ τὰς διαπνοὰς <lb/>μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνος ἀμφιέννυσθαι, τὰ δὲ ἐλαιο-<lb/>πινῆ τοῦ θέρους ἢ διὰ τὸ ψύχειν ἢ τὰς διαπνοὰς 
                            ἀπο-<lb/>φράττειν, οὐκ ἐπαινῶ τὸν λόγον. καὶ γὰρ τῶν καθαρῶν <lb/>ἱματίων ὅσα πυκνὴν ἔχει τὴν ὑφὴν, καὶ μάλιστα δὲ ἂν ᾖ <lb/>τριβακὰ, 
                            ψύχει, τούτων οὖν ἄμεινον χρῆσθαι. τὰ γὰρ ἐλαιο-<lb/>πινῆ ῥυπαρὰ πάντως ἐστίν. οὐδεὶς δὲ τῶν καθαρείων ἀν-<lb/>θρώπων ἀνέχεται ῥυπαρῶν 
                            ἱματίων καὶ μάλιστα θέρους. καὶ <lb/>μέντοι θερμαίνει χρονίσαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν κα-<lb/>θαρῶν, εἰ καὶ κατὰ τὴν πρώτην πρόπτωσιν 
                            εἴη ψυχρό-<lb/>τατα.</p><pb n="193"/></div><div type="textpart" subtype="chapter" n="12"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.4">Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι <lb/>τὰς ταλαιπωρίας ἁπάσας νήστιας 
                            ἐόντας ποιέεσθαι καὶ <lb/>τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας καὶ μὴ <lb/>ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκραμένον καὶ μὴ <lb/>
                            σφόδρα ψυχρόν. καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ <lb/>ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοιουτοτρόποισι. καὶ πίονα <lb/>δὲ ἔστω τὰ προσαγόμενα ὄψα, 
                            οὕτω γὰρ ἂν ἀπό γε ἐλα-<lb/>χίστων πεμμάτων ἐνεμπίπλανται.</quote><p>Τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον, τὸ οὕτω <lb/>γὰρ ἀπὸ ἐλαχίστων ἐνεμπίπλανται, τινὲς μὲν ἐπὶ πάντων <lb/>τῶν προειρημένων εἰρῆσθαί 
                            φασι, τινὲς δὲ ἐπὶ τῶν ὄψων <lb/>μόνον, ἃ διὰ σησάμων τε καὶ τῶν ὁμοίων σκευάζεσθαι κε-<lb/>λεύει, καὶ ἄλλων τινῶν πολλῶν. τὰ προειρημένα δ᾿ 
                            ἐστὶ <lb/>τό τε νῆστιν γυμνάζεσθαι, κενοῖ γὰρ φανερῶς τοῦτο, καθά-<lb/>περ πληροῖ τὸ μετὰ τροφήν. ἔτι τε πρὸς τούτοις τὸ ἀσθ-<lb/>μαίνοντας ἀπὸ 
                            τῶν γυμνασίων ἐσθίειν, οὐδέπω τῆς ἐπ᾿ αὐ-<pb n="194"/>τοῖς θερμασίας διαπεφορημένης, οὐδὲ ἀνεψυγμένου τοῦ σώ-<lb/>ματος. ὅπερ ὅτι μὲν αἴτιον 
                            γίγνεται τοῦ ταχέως ἐμπιπλά-<lb/>σθαι σαφῶς φαίνεται· εἰ δὲ κατ᾿ ἄλλον τινὰ λόγον ὁ τοῦ <lb/>βιβλίου συγγραφεὺς βούλεται λεπτύνειν αὐτὸ, τοῦθ᾿ 
                            ἡμῖν <lb/>ἄδηλόν ἐστιν. ὅτι μέντοι πολλοῖς τοῦτο τῶν ἐν τοῖς σπλάγ-<lb/>χνοις ἐμφράξεων αἴτιον ἐγένετο, καὶ μάλιστα τῶν κατὰ τὸ <lb/>ἧπαρ, ἀκριβῶς 
                            οἶδα, καθάπερ γε καὶ τὰ μετὰ τροφὴν ὀξέα <lb/>γυμνάσια. καὶ μέντοι καὶ τὰ λουτρὰ τοῖς στενὰς ἔχουσι, <lb/>κατὰ τὸ ἧπαρ διεξόδους τῆς τροφῆς, 
                            ἐμφράξεις ἐργάζεται. <lb/>λέλεκται δέ μοι περὶ τούτων ἅμα τοῖς οἰκείοις διορισμοῖς ἐν <lb/>τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. λοιπὸν δ᾿ ἃν εἴη περὶ αὐτῆς <lb/>
                            τῆς λέξεως διασκέψασθαι, καθ᾿ ἥν φησι καὶ προπεπωκότας <lb/>οἶνον μὴ πάνυ ψυχρόν. ὡς γὰρ ψυχρὸν μὲν εἶναι κελεύων <lb/>αὐτὸν, οὐ πάνυ δὲ 
                            ψυχρὸν, οὕτως ἐποιήσατο τὸν λόγον· οὐ <lb/>πάνυ δὲ ὅλως ἀξιοῖ μετὰ τὰ γυμνάσια πίνειν οἶνον εὐθέως, <lb/>ἀλλ᾿ ὕδωρ πρότερον, ὥσπερ καὶ οἱ 
                            ἀθληταὶ ποιοῦσι ταυτὶ <lb/>τῇ πείρᾳ δεδιδαγμένοι. κεφαλῆς τε γάρ ἅπτεται οἶνος καὶ <lb/>εἰ μετὰ τὸ βαλανεῖον εὐθέως πίνοιτο, πρότερος τῶν ἄλλων <pb n="195"/>
                            ἁπάντων ἐδεσμάτων τε καὶ πομάτων. οὐ μὴν οὐδ᾿ ἡ τοῦ <lb/>ψυχροῦ πόσις ἐπὶ τοῖς γυμνασίαις ἄνευ τοῦ προπιεῖν θερμὸν <lb/>ἀβλαβὲς ἐστι. βλάπτει 
                            γὰρ καὶ αὐτὴ σαφῶς τὴν γαστέρα <lb/>τε καὶ τὸ ἧπαρ, τινῶν δὲ καὶ τὰ νεῦρα. καὶ μέντοι καὶ <lb/>τὰς ἕξεις ὁ ψυχρὸς οἶνος ἐπιτονοῖ. βούλεται δὲ 
                            ὁ ταῦτα <lb/>γράψας ἐκλύειν αὐτάς. μή τι οὖν ἑτέρως μὲν ἦν γεγραμμέ-<lb/>νον, ἥμαρτε δὲ ὁ μεταγραψάμενος αὐτό. πολλὰ γὰρ ὁρᾶται <lb/>τοιαῦτα 
                            καὶ νῦν γινόμενα καὶ δέον ἀντὶ τοῦ μήθ᾿ ὅλως θερ-<lb/>μὸν αὐτὸν γράψαι, μὴ λίαν ψυχρόν. ὁ γὰρ ἀσθμαίνου-<lb/>σιν ἔτι διδόναι τὴν τροφὴν ἀξιῶν, 
                            ἀτμῶν πολλῶν ὄντος με-<lb/>στοῦ τοῦ σώματος, βουλήσεται δὲ καί δι᾿ οἴνου πόσεως θερ-<lb/>μοῦ πληρῶσαι μᾶλλον αὐτούς. πεφυκότος δὲ τοῦ πάνυ <lb/>
                            θερμοῦ παραπλησίως τῷ ψυχρῷ συνάγειν καὶ τονοῦν τὴν <lb/>γαστέρα, φυλάττεται πρᾶξαι τοῦτο.</p></div><div type="textpart" subtype="chapter" n="13"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.4">Ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν <lb/>καὶ γυμνὸν περιπατέειν, ὅσον οἶόν τε 
                            μάλιστα εἴη.</quote><pb n="196"/><p>Κάλλιον ἂν ἦν εἰρῆσθαι πρὸς αὐτῷ μὴ μονοσιτέειν, <lb/>ἀλλ᾿ ὀλιγοσιτεῖν. ἔνιοι γὰρ τῶν μονοσιτούντων πολὺ πλείω <lb/>προσφέρονται τῶν δὶς σιτουμένων. 
                            ὥσπερ δὲ τὸ λουτρὸν <lb/>ἐκθερμαῖνον τὸ σῶμα καὶ μάλιστα τοὐκτὸς, εἰς ἀνάδοσίν τε <lb/>τροφῆς καὶ πρόσθεσιν τῶν ἀναδοθέντων συντελεῖ, κατὰ τὸν <lb/>
                            αὐτὸν λόγον ἡ ἀλουσία τοῖς ἐναντίοις συναίρεται. καὶ ἡ <lb/>σκληροκοιτία δὲ λυπεῖ καὶ συνέχει καὶ σφίγγει τὸ <lb/>σῶμα καὶ διὰ τοῦτο τὴν εἰς πᾶν μέρος 
                            ἐπίδοσιν αὐτοῦ κω-<lb/>λύει. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ γυμνὸν περιπατεῖν <lb/>ψύχει μὲν ἅπαντα τὰ μετὰ τὸ δέρμα μόρια. συνελαύνει δὲ <lb/>εἰς 
                            τὸ βάθος καὶ τὰ σπλάγχνα τὴν θερμασίαν, ὡς πέττε-<lb/>σθαι μὲν καλῶς τὰ σιτία, τὴν δὲ πάντη φορὰν αὐτῶν κω-<lb/>λύειν.</p></div><div type="textpart" subtype="chapter" n="14"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.4">Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχύτεροι γενέσθαι, τά <lb/>τε ἅλλα ποιέειν τἀναντία ἐκείνοισι 
                            οἶσιν ἔφην καὶ νῆστιν <lb/>μηδεμίην ταλαιπωρίην ποιέεσθαι.</quote><pb n="197"/><p>Τἀναντία τῶν εἰρημένων τοῖς παχέσιν ἐστὶ τὸ μήτε <lb/>ἀσθμαίνοντας ἐπιχειρεῖν τοῖς σιτίοις, ἀλλ᾿ ὅταν ἤδη κατὰ <lb/>φύσιν ἀναπνέωσι, μήτε μονοσιτεῖν, 
                            ἀλλ᾿ ἤτοι δὶς ἐσθίειν ἢ <lb/>καὶ τρίς. οὕτω δὲ καὶ ταῖς ἀλουσίαις τἀναντία ποιῶν λού-<lb/>σεται δὶς, ἐξ ἅπαντος μὲν ἐπὶ τροφῇ χρόνου τὸ δεύτερον <lb/>
                            λουτρὸν περιλαμβάνων, ἔσθ᾿ ὅτε δὲ καὶ τὸ πρῶτον. οὕτω <lb/>δὲ καὶ τὰ γυμνάσια βραχέα τε γυμνάσεται καὶ βραδέα καὶ <lb/>μετὰ τροφήν. κατὰ δὲ τὸν 
                            αὐτὸν λόγον καὶ τὸ μαλακῶς <lb/>κοιμᾶσθαι καὶ μὴ γυμνὸν ὁμιλεῖν τῷ περιέχοντι, τούτοις <lb/>ἐστὶ χρήσιμον. διὰ τοῦτο γοῦν καὶ αἱ γυμνασταὶ τὰ μὲν <lb/>
                            μετὰ τοῦ προσάπτεσθαι καὶ σωματομαχεῖν, οὕτω γὰρ ὀνο-<lb/>μάζουσιν αὐτοί τινα γινόμενα γυμνάσια, περιλαμβάνουσιν, <lb/>ἐφ᾿ ὦν σαρκῶσαι θέλουσι, 
                            φυλαττόμενοι γυμνοὺς γυμνάζειν <lb/>αὐτοὺς τὸ σῶμα καὶ μὴ μετὰ συμπλοκῆς. ἔμπαλιν δὲ ὅσους <lb/>λεπτῦναι βούλονται, μετὰ τοῦ ταχέος γυμνασίου 
                            καὶ χωρὶς <lb/>τῆς πρώτης συμπλοκῆς γυμνάζουσιν.</p></div><div type="textpart" subtype="chapter" n="15"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.5">Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς <pb n="198"/>κοιλίης, ᾧδε χρέεσθαι ἓξ μῆνας 
                            τοὺς χειμερινοὺς ἐμέειν· <lb/>οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ καὶ <lb/>τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χω-<lb/>
                            ρίον τοῦτο τὸ ὑπὲρ τῶν φρενῶν. ὅταν δὲ ᾖ τὸ θάλπος, <lb/>τοῖσι κατακλύσμασι χρέεσθαι. ἡ γὰρ ὥρη καυματώδης <lb/>καὶ χολωδέστερόν ἐστι τὸ σῶμα 
                            καὶ αἱ βαρύτητες ἐν τῇ <lb/>ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι καὶ θερμὰ γίνονται καὶ ἐν <lb/>γαστρὶ στρόφοι γίνονται. δεῖ οὖν τὸ σῶμα <lb/>ψύχειν καὶ τὰ 
                            μετεωριζόμενα κάτω ὑπάγειν ἀπὸ τῶν <lb/>χωρίων τουτέων.</quote><p>Τίνα καλεῖ κατακλύσματα διὰ τῶν ἐφεξῆς ἐδήλωσεν <lb/>αὐτός. τά τε ἀπὸ τῶν γαλάκτων εἰπὼν καὶ τὸ ἀπὸ τῶν <lb/>ἐρεβίνθων ἑψημένον ὕδωρ ἅλμην τε 
                            καὶ θάλασσαν. ἕτερα <lb/>γάρ ἐστι τούτων τὰ καθαίροντα φάρμακα κενωτικὰ τοῦ παν-<lb/>τὸς σώματος ὄντα. ὥσπερ οὖν τὰ βαλανεῖα κατακλύζειν οἱ <lb/>
                            βαλανεῖς λέγουσι, τῶν ἐν αὐτοῖς λίθων ἀποπλύνοντες τὸν <lb/>πηλὸν καὶ τὸν ῥύπον, οὕτω καὶ τὰ τῆς γαστρός τε καὶ τῶν <pb n="199"/>ἐντέρων 
                            κατακλύσματα, περιπλύνει τὸ φλέγμα καὶ τὴν χο-<lb/>λὴν αὐτῶν. ἐπεὶ τοίνυν ἐν τῷ χειμῶνι φλέγμα γεννᾶται <lb/>κατὰ τὴν κοιλίαν, ἐκκενοῦν αὐτὸ διὰ 
                            τῶν ἐμέτων συμβου-<lb/>λεύει. τοῦ θέρους δὲ τὴν ἐπιπολάζουσαν ἄνω χολὴν ἀντι-<lb/>σπᾷν κάτω. καθαίρειν μέντοι τὸ σύμπαν σῶμα βουληθέν-<lb/>τι 
                            σοι θέρους μὲν διὰ τῆς ἄνω, χειμῶνος δὲ διὰ τῆς κά-<lb/>τω κοιλίας φαρμακευτέον, ὡς ἐν ἀφορισμοῖς εἴρηται. τὰ <lb/>μὲν γὰρ ἤδη πλεονάζοντα ἡ 
                            κάθαρσις ἰᾶται διὰ τῶν χω-<lb/>ρίων ᾗ ῥέπει τὴν κάθαρσιν ποιούμενος. ἀκτέα γὰρ ᾗ ῥέπει διὰ <lb/>τῶν συμφερόντων χωρίων. ὅσα δὲ κωλῦσαι θέλεις αὐξη-<lb/>
                            θῆναι, διὰ τῶν ἀντικειμένων χωρίων ἀντισπᾷν προσήκει.</p></div><div type="textpart" subtype="chapter" n="16"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.5">Ἔστω δὲ τὰ κατακλύσματα τοῖσιν μὲν παχυτέροισι καὶ <lb/>ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, 
                            τοῖσι δὲ ξηρο-<lb/>τέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα <lb/>καὶ παχύτερα. ἔστι δὲ τῶν κατακλυσμάτων λιπαρὰ καὶ πα-<lb/>χέα τὰ 
                            ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὲν καὶ <pb n="200"/>τῶν ἄλλων τῶν τοιουτέων, τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ ἅλ-<lb/>μη καὶ θάλασσα καὶ τὰ 
                            τοιαῦτα.</quote><p>Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων ἀξιοῖ προσφέ-<lb/>ρειν, φλεγματικώτεροι γὰρ οὗτοι· τὰ λειότερα δ᾿ ἐπὶ τῶν <lb/>ἰσχνῶν, ὡς ἂν χολωδεστέρων ὄντων. 
                            ὁποῖαι δέ εἰσιν ἑκατέ-<lb/>ρων αἱ ὗλαι, διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν, ἐξηγή-<lb/>σεως οὐ δεομένης· διὸ καὶ παραλιπὼν αὐτὴν ἐπὶ τὰ συνεχῆ <lb/>
                            τρέψομαι.</p></div><div type="textpart" subtype="chapter" n="17"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.5">Τοὺς δὲ ἐμέτους ᾧδε χρὴ ποιέεσθαι. ὅσοι μὲν τῶν ἀνθρώ-<lb/>πων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων, 
                            δρα-<lb/>μόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς <lb/>ἡμέρης.</quote><p>Ἐκτεθερμάνθαι βούλεται τὸ σῶμα τοῖς παχέσιν, ἐμεῖν <lb/>μέλλουσιν ἕνεκα τῆς χύσεως τῶν φλεγματικῶν χυμῶν, οὓς <pb n="201"/>πλείους ἔχουσιν οἱ παχεῖς. 
                            ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀνα-<lb/>στόμωσις ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωσις <lb/>οὕτως ἂν μάλιστα γένοιτο. χρήσιμα δὲ ταῦτα πάντα πρὸς <lb/>
                            τὸ ῥᾳδίως τε καὶ ἀλύπως γίνεσθαι τὸν ἔμετον. </p></div><div type="textpart" subtype="chapter" n="18"><quote corresp="urn:cts:greekLit:0627.tlg020:6.5">Ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένου ἐν ὕδα-<lb/>τος χοέϊ καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ 
                            ἅλας <lb/>παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι.</quote><p>Ὅτι τμητικὸν εἶναι βούλεται τὸ πόμα καὶ δι᾿ ἥντινα <lb/>αἰτίαν οὐκ ἄδηλον. ἐπεὶ γὰρ οἱ παχεῖς ἄνθρωποι καὶ τοὺς <lb/>χυμοὺς ἔχουσι τοὐπίπαν παχεῖς 
                            τε καὶ ψυχροὺς καί τινας <lb/>αὐτῶν καὶ γλίσχρους, διὰ τοῦτο τμητικὸν εἶναι κελεύει τὸ <lb/>ποτὸν αὐτῶν. ὁπόσον δέ τε τὸ πλῆθος δίδωσιν οὗ συντί-<lb/>
                            θησι πόματα, οὐκ ἀκριβῶς ἔχω φάναι, διὰ τὸ μέτρον ἔστιν <lb/>ὅτε, ὃ καλοῦσι χοέα, μὴ τὸ αὐτὸ μέγεθος ἔχειν παρὰ πᾶ-<lb/>σιν. εἰ δὲ τὸν Ἀττικὸν κελεύει 
                            πίνειν, οὐ πάνυ συντίθεμαι <pb n="202"/>τῷ ἔθει, πολὺ γὰρ εἶναί μοι δοκεῖ. σύνηθες μέντοι τοῖς <lb/>παλαιοῖς ἦν, εἴτε ὀῤῥῷ γάλακτος εἴτε τοιούτῳ τινὶ 
                            κατα-<lb/>κλύσματι προείλοντο χρῆσθαι, πάμπολυ τῷ πλήθει διδόναι.</p></div><div type="textpart" subtype="chapter" n="19"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.5">Πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δὲ ἐπὶ <lb/>θᾶσσον.</quote><p>Ἐὰν μὲν οὖν ἐν ἀρχῇ πίῃ λάβρως, εὐθέως ἐμεῖται, <lb/>πρὶν ἐκπίῃ τὸ πᾶν, ἀποῤῥύψαι τε τοὺς ἐν τῇ γαστρὶ χυ-<lb/>μοὺς, οἷς συνεκκενοῦνται καὶ οἱ κατὰ 
                            τὰς πρώτας φλέβας. <lb/>ἐὰν δὲ ἐν ἀρχῇ μὲν ἡσυχέστερον, ὕστερον δὲ πλεῖον πάντως <lb/>πίῃ, οὕτω δυνήσεται χρόνῳ τε συμμέτρῳ κατασχεῖν, ὁρμή-<lb/>
                            σει τε πρὸς ἔμετον ἐν καιρῷ διὰ τὸ πίνειν ἀθροώτερον <lb/>ὕστερον.</p></div><div type="textpart" subtype="chapter" n="20"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.5">Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθω-<pb n="203"/>σαν τὸν ἔμετον τρόπῳ τοιῷδε. 
                            λουσάμενοι θερμῷ προ-<lb/>πιέτωσαν ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθι-<lb/>έτωσαν καὶ μὴ πινέτωσαν ἐπὶ τῷ σιτίῳ, μηδὲ ἀπὸ τοῦ <lb/>σιτίου, 
                            ἀλλὰ ἐπισχέτωσαν ὅσον τέσσαρα στάδια διελθεῖν. <lb/>ἔπειτα δὲ συμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν <lb/>καὶ γλυκὺν καὶ ὀξύν. πρῶτον μὲν ἀκρητέστερον 
                            καὶ κατ᾿ <lb/>ὀλίγον καὶ διὰ πολλοῦ χρόνου. ἔπειτα δὲ ὑδαρέστερόν τε <lb/>καὶ θᾶσσον καὶ κατὰ πολλόν.</quote><p>Λουσάμενον θερμῷ προπίνειν ἀξιοῖ πόματος ἀκρατεστέ-<lb/>ρῳ, λογισμῷ τοιῷδε χρώμενος, ὡς ἂν εἰκάσειέ τις. ἐκ <lb/>τοῦ θερμοῦ λουτροῦ θερμαίνεται 
                            πᾶν τὸ σῶμα καὶ οἱ χυ-<lb/>μοὶ χέονται καὶ χαλαρὰ γίνονται τὰ ἀγγεῖα, τὰ αὐτὰ δὲ <lb/>ταῦτα καὶ ὁ ἀκρατέστερος οἶνος ἐργάζεται, μετὰ τοῦ καὶ <lb/>
                            ῥωννύναι τὴν δύναμιν, ἧς μάλιστα φροντίζειν ἔοικεν ἐπὶ <lb/>τῶν ἰσχνῶν. ἔπειτα, φησὶ, σιτία παντοδαπὰ ἐσθι-<lb/>έτωσαν. τούτου δὲ λογισμὸν οὐ τὸν 
                            αὐτὸν πάντες ἔγραψαν <lb/>οἱ ἐξηγησάμενοι τὸ βιβλίον. ἐνίοις μὲν γὰρ αὐτῶν δοκεῖ <lb/>διδόναι παντοδαπὰ, διότι στασιάζοντα πρὸς ἄλληλα ῥᾷον εἰς ﻿ <pb n="204"/>
                            ἔμετον ὁρμᾷ, τισὶ δὲ ὑπὲρ τοῦ πλεῖον προσενεγκέσθαι. τὰ <lb/>γὰρ ἁπλᾶ καὶ μονοειδῆ ταχέως ἐμπίπλησιν, οὐκ ἐᾷ δὲ πί-<lb/>νειν εὐθέως αὐτοὺς, ἵνα μὴ 
                            ταχέως ἐπιπολάσῃ τὰ σιτία, ὅ <lb/>οὐ βούλεται. διὰ δὲ τὸ μὴ γενέσθαι τοῦτο καὶ χρόνον τινὰ <lb/>μεταξὺ πρὸς τὴν θρέψιν αὐτάρκη διατρίβειν ὁρίζει καὶ τὸν <lb/>
                            χρόνον δὲ αὐτὸν εἶπεν, ὅσον τεσσάρων σταδίων διελθεῖν. <lb/>ἐπὶ δὲ τούτοις, οὕτω προαχθεῖσι, δίδωσι τὸ ποτὸν, οἴνους <lb/>τρεῖς διαφέροντας ἀλλήλων κατὰ 
                            ποιότητα. κελεύει γὰρ εἶ-<lb/>ναι τὸν μέν τινα τῶν οἴνων αὐστηρὸν, τὸν δὲ γλυκὺν, τὸν <lb/>δὲ ὀξύν. οὐκ εἰπὼν οὐδὲ ἐνταῦθα τὴν αἰτίαν, δι᾿ ἣν οὕτως <lb/>
                            ἐκέλευσεν. οἱ δ᾿ ἀπομαντευόμενοι τῆς γνώμης αὐτοῦ φασὶ <lb/>τὸν μὲν αὐστηρὸν διδόναι ῥώμης ἕνεκα τῶν ὀργάνων, δι᾿ <lb/>ὦν ὁ ἔμετος ἔσται, τὸν δὲ 
                            γλυκὺν ἵνα εἰς ἔμετον ὁρμήσῃ <lb/>καὶ διὰ τὸ χέειν τοὺς χυμοὺς τὸν γλυκὺν οἶνον, τὸν δ᾿ <lb/>ὀξὺν ἵνα ἀποῤῥύψῃ τὰ ἐμπεπλασμένα τῇ γαστρί. τάχα γοῦν <lb/>
                            καὶ τὰ σιτία παντοδαπὰ κατὰ τὰς ποιότητας ἐκέλευσε λαμβά-<lb/>νειν αὐτοὺς, ἵνα τὰ μὲν ῥώσῃ τὴν γαστέρα, τὰ δὲ εἰς ἔμε-<lb/>τον παροξύνῃ, τὰ δὲ ἀποῤῥύψῃ 
                            τοὺς ἐμπεπλασμένους χυμούς. <pb n="205"/>ὅπερ δὲ λέγω πολλάκις ἐν ταῖς πρὸς τοὺς ἑταίρους τε καὶ <lb/>τοὺς ἄλλους φίλους συνουσίαις, ἐρῶ καὶ νῦν. οὐ 
                            σμικρά <lb/>μοι δοκοῦσιν ἁμαρτάνειν οἱ τὴν δογματικὴν αἵρεσιν ἄνδρες <lb/>πρεσβεύοντες, ἄνευ τοῦ τὸν λογισμὸν εἰπεῖν ὦν συμβουλεύ-<lb/>ουσιν, ἀποφαινόμενοι 
                            καθάπερ τινὰ προστάγματα βασιλικά. <lb/>βέλτιον γὰρ ἦν ἑκάστου τῶν πραττομένων αὐτὸν τὸν γρά-<lb/>ψαντα τὸ βιβλίον εἰπεῖν τὴν δύναμιν, ὡς Ἱπποκράτης 
                            ἐποί-<lb/>ησεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ τῆς πτισάνης εἰπών. <lb/>τὸ γὰρ γλίσχρον αὐτῆς λεῖον καὶ προσηνὲς καὶ συνεχές ἐστι <lb/>καὶ ὀλισθηρὸν καὶ 
                            πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκ-<lb/>πλυτον, εἴ τι καὶ τούτου προσδέοι καὶ οὔτε στύψιν ἔχον, <lb/>οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ. 
                            οὕτως <lb/>δὲ καὶ περὶ μελικράτου καὶ οἴνου καὶ ὀξυμέλιτος, ἔτι τε <lb/>λουτρῶν ἔγραψεν, ὥστε ἀρχὴν ἔχειν ἡμᾶς τῆς ὁδοῦ καθ᾿ ἣν <lb/>ἀκολούθως τῷ συγγραφεῖ 
                            τῶν οὐκ εἰρημένων ὑπ᾿ αὐτοῦ προσ-<lb/>θῶμέν τινα. καὶ νῦν οὖν εἰρηκότος αὐτοῦ τἄλλα, χωρὶς τοῦ τῆς <lb/>αἰτίας λογισμοῦ καὶ μέντοι ὡς ἤτοι πίνειν ἔνεστι 
                            τὸν οἶνον <lb/>πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ, <lb/>ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. ἡμᾶς <pb n="206"/>δεῖ 
                            στοχάζεσθαι τῆς γνώμης αὐτοῦ, καθ᾿ ἣν ἔγραψεν. ἔστι δὲ <lb/>καὶ ἄλλως μὲν ἅπας στοχασμὸς ἀμφίβολον πρᾶγμα· μάλιστα <lb/>δὲ ὅταν ἔτ᾿ ἀνθρώπου γνώμη 
                            ἠγνόηται. τὸ μὲν οὖν ὑδαρέστε-<lb/>ρον πίνειν τὸν οἶνον καὶ θᾶσσον καὶ κατὰ πολλὸν εἰκότως ἂν <lb/>εἰρῆσθαι δόξειεν ἐπὶ τῶν ἐμεῖν ἐθελόντων, εἴπερ γε καὶ τἀν-<lb/>
                            αντία τοῖς κατασχεῖν βουλομένοις καὶ πέψαι τὴν τροφὴν ἐστὶν <lb/>ἐπιτήδεια, τό τε ἀκρατέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ. <lb/>διὰ τί δ᾿ ὅλως τὰ πρὸς 
                            τὸ κατασχεῖν ἁρμόττοντα πρῶτα παρ-<lb/>έλαβεν ἐπὶ τοῦ μέλλοντος ἐμεῖν ὀλίγον ὕστερον, οὐκ ἔχομεν εἰ-<lb/>πεῖν τι πιθανόν. ἴσως δ᾿ ἐκείνῳ τῷ γράψαντι ταῦτα 
                            πιθα-<lb/>νὸν ἐδόκει τὸ καὶ τῶν ἐξηγητῶν ἐνίοις ἀρέσκον. ἐπειδὴ βού-<lb/>λεται μὴ καταλύεσθαι τὴν δύναμιν τῶν λεπτῶν ἀνθρώπων <lb/>ὑπὲρ ὦν ταῦτα γράφει, 
                            διὰ τοῦτ᾿ οὖν πρώτην ἐκείνην ῥώννυ-<lb/>σιν, εἶθ᾿ οὕτως ἐπὶ τὰ τὸν ἔμετον κινοῦντα παραγίνεται. ἀλλ᾿ <lb/>εἰς τὸ ῥωσθῆναι τὴν δύναμιν αὐτάρκης ἦν ὁ ἐπὶ τῇ 
                            τῶν σι-<lb/>τίων προσφορᾷ χρόνος. ἄλλο δὲ ἄλλῳ πιθανὸν, ὡς ἔφην, <lb/>ἐστὶν, οὐκ ἀποτετμημένον, ὡς ἕν τι, καθάπερ τὸ ἀναγκαῖον, ὃ <lb/>κατὰ τὰς 
                            ἐπιστημονικὰς ἀποδείξεις βεβαιοῦται.</p><pb n="207"/></div><div type="textpart" subtype="chapter" n="21"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.5">Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφε-<lb/>ξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι 
                            μᾶλλον ἢ <lb/>διὰ πεντεκαίδεκα. οἱ δὲ πᾶν τοὐναντίον ποιέουσι.</quote><p>Καὶ τούτων τὸν λογισμὸν αὐτὸν ἔδει τὸν γράψαντα <lb/>προστεθεικέναι μάλιστα, ἐπειδὴ καὶ χωρὶς διορισμοῦ περὶ <lb/>τῶν δὶς ἐμούντων εἶπεν ἐν τῷ μηνί. τινὰς 
                            μὲν γὰρ ὁρῶ <lb/>κενώσεως ἕνεκεν ἐμοῦντας, ὥσπερ καὶ νηστεύοντας ἄλλους ἐν <lb/>τῷ μηνὶ μίαν ἡμέραν. ἐνίους δὲ τοῦ τὸν ἐνιζηκότα τῇ γα-<lb/>στρὶ χυμὸν 
                            ἢ γλίσχρον ἢ παχὺν ἐκκαθᾶραι, κωλύει δ᾿ οὐ-<lb/>δὲν ἀμφότερα ἐκ διαλείμματος αὐτὰ ποιεῖν, οὐκ ἐφεξῆς ἡμέ-<lb/>ραις δύο.</p></div><div type="textpart" subtype="chapter" n="22"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.5">Ὁκόσοισι μὲν ἀνεπιτήδειον ἀπεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν <lb/>αἱ κοιλίαι οὐκ εὐδιέξοδοί εἰσι, τουτέοισι πᾶσι ξυμφέρει <lb/>
                            πολλάκις τῆς ἡμέρης ἐσθίειν καὶ παντοδαποῖσι βρώμασι <pb n="208"/>χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι καὶ <lb/>οἴνους τε πίνειν δισσοὺς ἢ τρισσούς. 
                            ὁκόσοισι δὲ <lb/>μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, <lb/>τουτέοισι πᾶσιν ἐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει <lb/>ποιέειν.</quote><p>Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ σιτία τοῖς ἤτοι διαῤῥύψαι <lb/>βουλομένοις τὴν κοιλίαν, ἢ κένωσιν μετρίαν ποιήσασθαι τοῦ <lb/>παντός. ἀξιοῖ δὲ τούτους ἐσθίειν τε πολλάκις 
                            καὶ ποικίλα <lb/>καὶ οἴνους πλείονας πίνειν. ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν <lb/>βουλομένους, ὑγροτέρας τε τοῦ προσήκοντος ἔχοντας κοιλίας, <lb/>ὡς ἐπισχέσεως δεῖσθαι, 
                            μήτε πο-<lb/>λλάκις ἐσθίειν, μήτε πολυειδῆ σιτία τε καὶ οἴνους προσφέρεσθαι. τὸ μὲν γὰρ ἅπαξ <lb/>φαγεῖν ἕν τι μονοειδὲς ἔνα τε πίνειν οἶνον εἰς τὸ κατα-<lb/>σχεῖν 
                            αὐτὰ τὴν γαστέρα τε καὶ πέψαι συντελεῖ, τὰ δὲ <lb/>ἐναντία πεφθῆναί τε δυσχερέστερα καὶ μεῖναι κατὰ τὴν γα-<lb/>στέρα. παρὰ δὲ τὴν ποιότητα τῶν προσενηνεγμένων 
                            καὶ <pb n="209"/>τὴν τάξιν τῆς προσφορᾶς, ἤτοι γ᾿ ἐπιπολάζειν αὐτὰ, ἢ ὑπέρ-<lb/>χεσθαι κάτω συμβαίνει.</p></div><div type="textpart" subtype="chapter" n="23"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.6">Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν θερμῷ ὕδατι που-<lb/>λὺν χρόνον καὶ πίνειν ὑδαρέστατον τὸν οἶνον διδόναι <lb/>
                            καὶ μὴ ψυχρὸν παντάπασι. τοῦτον δὲ διδόναι, ὃς ἥκι-<lb/>στα τὴν γαστέρα μετεωρέει καὶ φῦσαν παρέξει. ταῦτα <lb/>δὲ ποιέειν, ὅκως οἴ τε σπασμοὶ ἧσσον 
                            ἐπιλαμβάνωσιν καὶ <lb/>μείζονα γίνηται καὶ εὐχροώτερα.</quote><p>Αὐτὸς εἶπε τοὺς σκοποὺς τῆς εἰρημένης διαίτης. ἵνα <lb/>γὰρ οἵ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσι καὶ μείζοα γίγνηται <lb/>καὶ εὐχροώτερα. τὰ γὰρ ἐν ὕδατι θερμῷ βρεχό-<lb/>
                            μενα παιδία πλείονι χρόνῳ μαλακὰ διαμένει, τοῦτο δ᾿ εἰς <lb/>τὸ μὴ σπᾶσθαι συντελεῖ. τοὺς γὰρ σπασμοὺς αὐτὸς ὁ Ἱπ-<lb/>ποκράτης τοῖς ἐντεταμένοις σώμασι μᾶλλον 
                            γίγνεσθαί φησι <lb/>τῶν ἀνιεμένων καὶ χαλαρῶν, αὔξεται δὲ τὰ μαλακὰ σώματα <pb n="210"/>ῥᾷον, ἐπειδὴ καὶ πάντη τὴν διάστασιν εὐκολωτέραν ἴσχῃ. ὅτι <lb/>δὲ τὰ μήτε 
                            σπασμοῖς ἁλισκόμενα καὶ καλῶς αὐξανόμενα <lb/>τὴν ὅλην ἕξιν ὑγιεινὴν ἴσχει πρόδηλον παντί. τοῦτ᾿ οὖν <lb/>αὐτῷ δεδήλωται δι᾿ ἑνὸς γνωρίσματος οὐ μικροῦ τῆς εὐχροίας. <lb/>
                            ἀλλὰ καὶ τὸν οἶνον ὑδαρῆ κελεύει πίνειν αὐτὰ, μὴ βουλό-<lb/>μενος ὑπερθερμαίνεσθαι καὶ μάλιστα διὰ τὸ σπᾶσθαι πολ-<lb/>λάκις αὐτὰ, ὃ πάλιν αὐτοῖς διὰ τὴν τῶν νεύρων 
                            ἀσθένειαν <lb/>γίνεται καὶ τὴν ἀδηφαγίαν. διὰ τοῦτ᾿ οὖν αὐτὸς καὶ μὴ <lb/>ψυχρὸν αὐτὰ πίνειν κελεύει. τὸ δὲ τοιοῦτον δεῖν εἶναι τὸν <lb/>οἶνον, ὃς ἥκιστα φυσώδης ἐστὶν, 
                            ἅπασι κοινῇ συμφέρει τοῖς <lb/>ἀνθρώποις, οὐ μόνον τοῖς νηπίοις.</p></div><div type="textpart" subtype="chapter" n="24"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.6">Τὰς δὲ γυναῖκας ὧδε χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ. <lb/>καὶ γὰρ τὰ ξηρὰ σιτία ἐπιτηδειότερα πρὸς τὴν μαλθακό-<lb/>
                            τητα τῶν γυναικείων σαρκῶν καὶ τὰ πόματα ἀκρητέστερα <lb/>ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυητροφίας.</quote><pb n="211"/><p>Τὰς γυναῖκας ἀξιώσας διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ, <lb/>ὁποῖός τέ ἐστιν οὗτος αὐτὸς ὑπέγραψεν. ἔχει δὲ ἀντιλο-<lb/>γίαν ἡ δόξα τἀνδρός. εἰ μὲν γὰρ παρὰ φύσιν ἦν ταῖς 
                            γυ-<lb/>ναιξὶν ὑγραῖς εἶναι, καθάπερ ἐπί τε τῶν δυσκράτων φύσεων <lb/>καὶ τῶν νοσούντων ὑγρὸν νόσημα, καλῶς ἂν αὐτὰς ἐξήρα-<lb/>νεν· ἐπειδὴ δὲ τοῦτο κατὰ φύσιν 
                            αὐταῖς ἐστι, φυλάττειν <lb/>αὐτὸ χρὴ, πλὴν εἰ τὴν ὑγιεινήν ποτε συμμετρίαν ὑπερβαίη. <lb/>ἀλλὰ τοῦτό γε κᾀπὶ τῶν ἀνδρῶν ἐσκοπούμεθα. καὶ γὰρ καὶ <lb/>τούτοις ξηροτέροις 
                            μὲν εἶναι τῶν γυναικῶν κατὰ φύσιν <lb/>ἐστίν. ἐπειδὰν δὲ τῆς προσηκούσης ξηρότητος ἐπὶ πλέον <lb/>προέλθωσι, τότ᾿ αὐτῶν τὴν δυσκρασίαν ἐπανορθούμεθα διὰ <lb/>τῶν ἐναντίων.</p></div><div type="textpart" subtype="chapter" n="25"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.7">Τοὺς γυμναζομένους χρὴ χειμῶνος καὶ τρέχειν καὶ παλαίειν, <lb/>τοῦ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περιπα-<lb/>τέειν 
                            δὲ πολλὰ κατὰ ψῦχος.</quote><pb n="212"/><p>Γυμνασίων διαφορὰς οἰκείων ταῖς ὥραις διδάσκει, τοῦ <lb/>μὲν χειμῶνος θερμαίνειν καὶ ξηραίνειν δυναμένων, τοῦ δὲ <lb/>θέρους ἔμπαλιν.</p></div><div type="textpart" subtype="chapter" n="26"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.7">Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τουτέους παλαίειν χρή. <lb/>ὁκόσοι δ᾿ ἂν παλαίοντες κοπιῶσι, τουτέους χρὴ τρέχειν. <lb/>
                            οὕτω γὰρ ἂν ὁ ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος <lb/>διαθερμαίνοιτο καὶ συνιστοῖτο καὶ διαναπαύοιτο μάλιστα.</quote><p>Εἰ οὕτως ἐγέγραπτο πάντα τοῖς δογματικοῖς ἰα-<lb/>τροῖς, οὐκ ἂν εἶχον ἀφορμὴν πολυλογίας οἱ ἐξηγηταί. λέγω <lb/>δ᾿ οὕτως ὡς προσθεῖναι τὴν αἰτίαν, δι᾿ ἣν ὧδέ πως ἐκέ-<lb/>λευσε 
                            πράττειν ἡμᾶς, ὅπερ νῦν ἐποίησεν ὁ Πόλυβος.</p></div><div type="textpart" subtype="chapter" n="27"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.7">Ὁκόσους γυμναζομένους μάλιστα διάῤῥοιαι λαμβάνουσι καὶ <lb/>τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε <pb n="213"/>γυμνασίων 
                            ἀφαιρέειν, μὴ ἔλασσον τοῦ τρίτου μέρους καὶ <lb/>τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι. δῆλον γὰρ δὴ ὅτι <lb/>ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται, ὥστε πέσσεσθαι τὸ πλῆ-<lb/>
                            θος τῶν εἰσιόντων σιτίων. ἔστω δὲ τουτέοισι τὰ σιτία <lb/>ἄρτος ὡς ἐξοπτότατος ἐν οἴνῳ ἐντετριμμένος καὶ τὰ πό-<lb/>ματα ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ 
                            περιπάτοισι μὴ <lb/>χρεέσθωσαν ἀπὸ τοῦ σιτίου. μονοσιτέειν δὲ χρὴ ὑπὸ <lb/>τοῦτον τὸν χρόνον, οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ <lb/>κοιλίη καὶ τῶν εἰσιόντων 
                            ἐπικρατέοι. γίνεται δὲ ὁ τρό-<lb/>πος οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων μάλιστα τοῖσι πυ-<lb/>κνοσάρκοισιν, ὁκόταν ἀναγκάζηται ὁ ἄνθρωπος κρεηφαγέειν, <lb/>τῆς 
                            φύσιος ὑπαρχούσης τοιαύτης. αἱ γὰρ φλέβες πυκνω-<lb/>θεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων.</quote><p> Οὐ περὶ τῶν τῆς ὑγείας ἕνεκα γυμναζομένων <lb/>ἔοικε ποιεῖσθαι τὸν λόγον νῦν, ἀλλὰ περὶ τῶν γυμναστικῶν <lb/>τι μετιόντων ἐπιτηδευμάτων καὶ μήτε παύεσθαι τελέως 
                            αὐ-<lb/>τοῦ δυναμένων μήτε εἰς πάνυ βραχὺ συστεῖλαι, διὰ τοῦτο <pb n="214"/>αὐτῶν ἀφαιρεῖ τοῦ μὲν γυμνασίου τὸ τρίτον μέρος, τῶν δὲ <lb/>σιτίων τὸ ἥμισυ. τοσοῦτο 
                            γὰρ ἐλπίζει κρατήσειν αὐτοῦ, <lb/>ὡς μηκέτι ἀπεπτεῖν τε καὶ διαῤῥοΐζεσθαι. ὀρθῶς δ᾿ ἐποίη-<lb/>σε κᾀνταῦθα προσγράψας αὐτῶν τὸν λογισμὸν, ᾦ χρώμενος <lb/>αὐτά τε ταῦτα 
                            καὶ τὰ τούτοις εἰρημένα συνεβούλευσε. γίνε-<lb/>ται γὰρ, φησὶν, ὁ τρόπος οὗτος τῆς διαῤῥοΐης τοῖσι πυκνο-<lb/>σάρκοισι, ὅταν κρεηφαγεῖν ἀναγκάζωνται, δηλώσας ἐνταῦθα <lb/>
                            περὶ τῶν γυμναστικῶν εἶναι τὸν λόγον αὐτοῦ. κρεηφαγεῖν <lb/>γὰρ ἀναγκάζουσι τούτους· εἶτ᾿ ἐφεξῆς φησιν, αἱ φλέβες πυ-<lb/>κνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων 
                            τῶν εἰσιόντων.<lb/>ἀσαφῶς δὲ εἶπε τοῦτο καὶ διὰ τοῦτο ἠναγκάσθησαν ὑπολα-<lb/>βεῖν οἱ ἐξηγηταὶ τὸ τὰς πυκνωθείσας αὐτὸν λέγειν, ἀντὶ <lb/>τοῦ σκληρὰς γινομένας 
                            καὶ δυσεπεκτάτους, ὡς μὴ παραδέ-<lb/>χεσθαι τὴν τροφὴν καὶ σημαίνεσθαι τοῦτό φασιν, ἐκ τοῦ <lb/>οὐκ ἀντιλαμβάνονται τῶν σιτίων, ἀλλὰ τοῦτό γε τὴν ἀνάδο-<lb/>σιν 
                            μᾶλλον, οὐ τὴν πέψιν εἴωθε βλάπτειν, ὥστε διαχωρεῖν <lb/>μὲν αὐτοὺς ὑγρὰ, οὐ μὴν ἄπεπτα. προείρηται δὲ ὑπ᾿ αὐ-<lb/>τοῦ σιτώδη καὶ ἄπεπτα τοὺς τοιούτους διαχωρεῖν. 
                            ὁπόταν <lb/>δὲ προσγράψαντος αὐτοῦ τὸν λογισμὸν, ᾧ πιστεύσας συνε-<pb n="215"/>βούλευσεν ἅ συνεβούλευσεν, ὅμως ἀπορία τις ὑπολείπεται, τί <lb/>χρὴ νομίζειν γίνεσθαι 
                            κατ᾿ ἐκείνους τῶν λόγων, ἐν οἷς οὐ <lb/>προσέγραψε τὴν αἰτίαν ὧν κελεύει ποιεῖν ἡμᾶς. ἐγὼ δὲ εἰ <lb/>μὲν μὴ προσεγεγράφει περὶ τῶν πυκνοσάρκων, ὡμολόγουν ἂν <lb/>
                            ἀπορεῖν παντάπασιν ὡς ἐπὶ πολλῶν ἄλλων, ἐν οἷς οὐδὲν <lb/>τοιοῦτον προστεθέντος τοῦ συγγραφέως ἀποφαίνονται τολ-<lb/>μηρότατοι τὸ ἐπελθὸν αὐτοῖς οἱ ἐξηγηταί. ἐπεὶ δὲ 
                            αὐτὸς <lb/>ἐμνημόνευσε τῶν πυκνοσάρκων, ἀφορμὴν ἔδωκε τοῦ γράψαι <lb/>τι καὶ αὐτοὺς χρήσιμον ἐπὶ τῶν τοιούτων φύσεων. <lb/>ἀθροίζουσι γὰρ οὗτοι τάχιστα πλῆθος, 
                            ἐλλιπῶς διαπνεόμε-<lb/>νοι καὶ διὰ τοῦτο τῆς ἀναδόσεως ἰσχομένης αὐτοῖς, ὑγρὰ <lb/>μὲν πάντως γίνεται τὰ διαχωρήματα, ποτὲ δ᾿ οὐχ ὑγρὰ <lb/>μόνον, ἀλλὰ καὶ λεπτὰ 
                            καὶ μάλιστα ἐπὶ τῶν ἀδηφαγούντων. <lb/>ὅταν μὲν γὰρ ἀναδίδοταί τι τῶν καταποθέντων, ἑτοιμότερον <lb/>ἡ γαστὴρ πέττει τὰ κατάλοιπα. διαμένοντος δὲ ἐν αὐτῇ <lb/>τοῦ 
                            πλήθους τῶν σιτίων, ὅταν ποτὲ βαρύνηται πρὸς αὐτῶν, <lb/>ἀποτρίβεται πάντα πρὶν πεφθῆναι. ἴσως δὲ καὶ διὰ τὴν <lb/>σκληρότητα τῶν φλεβῶν ἡ τῆς τροφῆς ἀνάδοσις 
                            ἐκωλύετο, <pb n="216"/>μὴ δυναμένων αὐτῶν ἐπὶ πλέον διαστείλασθαι, ἀλλὰ τήν γε <lb/>τῶν τοιούτων φύσεων ἐπιμέλειαν ἐχρῆν αὐτὸν γεγραφέναι <lb/>διὰ τῆς εἰς τοὐναντίον 
                            ἀγωγῆς. ἀραίωσίς τε γὰρ καὶ μά-<lb/>λαξις ὅλης τῆς ἕξεως εἰσὶν οἱ σκοποὶ, διὰ μαλακῆς τρίψεως <lb/>καὶ λίπους πολλοῦ ἐν ταῖς πυέλοις γινόμεναι. ὁ δέ γε πρὸς <lb/>
                            τὸ σύμπτωμα μόνον ἵσταται, παραλιπὼν αὐτοῦ τὴν οἷον ῥί-<lb/>ζαν ἐκκόψαι. λέλεκται δὲ κατὰ τὴν προκειμένην ῥῆσιν καὶ <lb/>τοῦτο αὐτῷ. δῆλον γὰρ ὅτι ἡ κοιλία συνθάλπειν 
                            οὐ δύνα-<lb/>ται. καὶ μὴν εἴπερ ἀληθῶς ᾐτιάσατο τὴν πυκνότητα τῆς <lb/>ἕξεως καὶ τὰς φλέβας οὐκ ἀντιλαμβανομένας τῆς τροφῆς, <lb/>οὐκ ὀρθῶς αἰτιᾶται τὴν κοιλίαν. 
                            εἰ μέν τις αὐτῷ συγχω-<lb/>ρήσειεν ἀληθεύειν ἐν τούτῳ, συγχωρήσειε καὶ τὴν ἐφεξῆς <lb/>γεγραμμένην δίαιταν ὀρθῶς εἰρῆσθαι, τὸν ἔξοπτον ἄρτον <lb/>καὶ τὸ ποτὸν εὔκρατον. 
                            ἔλαττον δὲ καὶ τὴν μονοσιτίαν καὶ <lb/>τὸ μὴ περιπατεῖν ἐπὶ τοῖς σιτίοις.</p></div><div type="textpart" subtype="chapter" n="28"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.7">Ἐστὶ δὲ αὕτη μὲν ὀξείη ἡ φύσις καὶ τρέπεται ἐφ᾿ ἑκάτερα <pb n="217"/>καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖσι 
                            τοιουτοτρό-<lb/>ποισι τῶν σωμάτων.</quote><p>Ὀξεῖαν εἶπε τὴν τῶν πυκνοσάρκων φύσιν, ἐν ἴσῳ τῷ <lb/>ταχείας ποιουμένην τὰς μεταβολάς. ἐπιφέρων γοῦν ἐρεῖ καὶ <lb/>τρέπεται ἐφ᾿ ἑκάτερα, τουτέστιν ἐπί τε τὴν εὐεξίην καὶ <lb/>
                            τοὐναντίον. ἐφεξῆς δ᾿ ἔτι φησὶ, καὶ ἀκμάζει ὀλίγον χρόνον <lb/>ἡ εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι τῶν σωμάτων. ἐδείχθη <lb/>γὰρ ἐν τοῖς εἰς τοὺς ἀφορισμοὺς ὑπομνήμασιν ὅτι ἡ τῶν <lb/>
                            γυμναστικῶν εὐεξία μετὰ πληρώσεως αἵματός τε καὶ σαρκῶν <lb/>τὴν ῥώμην φυλάττουσα τῶν φυσικῶν δυνάμεων. ἀλλ᾿ ὥσπερ <lb/>ἐκεῖ τὴν ἐπ᾿ ἄκρον εὐεξίαν ἐδείκνυμεν εἶναι 
                            σφαλερὰν, οὐ <lb/>ταχέως γιγνομένην ἐν τοῖς ἀραιοῖς σώμασιν, οὕτω καὶ ἐπὶ <lb/>τῶν πυκνοσάρκων, ἐπεὶ τάχιστα γίνεται, διὰ τὸ δυσφόρητον <lb/>ἀναγκαζομένη δηλονότι 
                            μεταπίπτειν εὐθέως ὀξεῖαν ποιεῖται <lb/>τὴν γένεσιν καὶ τὴν λύσιν.</p><pb n="218"/></div><div type="textpart" subtype="chapter" n="29"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.7">Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεη-<lb/>φαγίην δέχεται καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει καὶ <lb/>
                                χρονιώτεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι.</quote><p>Ὅτι τὰ δασύτερα τῶν σωμάτων ἀραιότερον ἔχει τό τε <lb/>δέρμα καὶ τὸ σαρκῶδες γένος ἐμάθομεν ἐν τοῖς περὶ κρά-<lb/>σεων. ταῦτ᾿ οὖν εἰκότως φησὶ καὶ τὴν κρεηφαγίαν 
                                ἀνέχε-<lb/>σθαι μᾶλλον, ὡς ἂν διαπνεόμενα καὶ τὰς ταλαιπωρίας· ἧσ-<lb/>σον γὰρ ἁλίσκεται κόποις. ἐμάθομεν καὶ τοῦτο ἐν τοῖς <lb/>ὑγιεινοῖς. εἰ δὲ ταῦτα καὶ τὰς εὐεξίας 
                                ἕξει χρονιωτέρας, ὡς <lb/>ἂν μὴ εἰς ἄκρον ἀφικνουμένας ἑτοίμως.</p></div><div type="textpart" subtype="chapter" n="30"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.7">Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστερέῃ καὶ <lb/>τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν, ὡς ἀπέπτων τῶν <lb/>σιτίων 
                            ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον <pb n="219"/>ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν <lb/>τὰ σώματα καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων 
                            καὶ πλείω <lb/>καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρό-<lb/>νον. δῆλον γὰρ δὴ ὅτι ὑπ᾿ ἀσθενείης καὶ ψυχρότητος ἡ <lb/>κοιλίη οὐ δύναται τὸ πλῆθος τῶν 
                            σιτίων καταπέσσειν.</quote><p>Καλῶς ἐποίησεν ἐνταῦθα προσθεὶς αὐτὸς ἐπὶ τῷ τέ-<lb/>λει. δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀσθενείης καὶ ψυχρότητος ἡ <lb/>κοιλία οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. ὡς <lb/>
                            πρὸς τοῦτον γὰρ ἀποβλέπων τὸν σκοπὸν, ἐκθερμαίνειν αὐ-<lb/>τὴν πειρᾶται. καὶ κατὰ τοῦτο καθεύδειν τε πλείω χρόνον <lb/>αὐτοῖς συμβουλεύει καὶ γυμνάζεσθαι, καὶ τὸν οἶνον 
                            ἀκρα-<lb/>τέστερον πίνειν καὶ πλείονα καὶ τοῖς σιτίοις ἐλάττοσι χρῆ-<lb/>σθαι κατ᾿ ἐκεῖνον τὸν χρόνον, καθ᾿ ὃν ἂν ἠπεπτηκότες τυγ-<lb/>χάνωσιν, ὡς ἄν γε τῷ λοιπῷ 
                            γυμναζόμενοί τε καὶ κινού-<lb/>μενοι καὶ πίνοντες τὸν οἶνον, ὡς εἰρήκαμεν, οὐδέν τι δέον-<lb/>ται τῆς συμμέτρου ποσότητος τῶν σιτίων ἀφαιρεῖν.</p><pb n="220"/></div><div type="textpart" subtype="chapter" n="31"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.7">Ὁκόσους δὲ δίψαι λαμβάνουσιν, τουτέοισι τῶν τε σι-<lb/>τίων καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν καὶ τὸν οἶνον πι-<lb/>νόντων 
                            ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον.</quote><p>Νῦν μὲν οὕτως εἴρηται τὸ γνώρισμα τῶν θερμῶν φύ-<lb/>σεων, ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν κατὰ τήνδε τὴν ῥῆ-<lb/>σιν· ἐν θερμῷ φύσει ψυχρὸν ποτὸν ὕδωρ, ἐλινύειν. αὐ-<lb/>
                            τὸς γὰρ ὀνομάσας τὴν κρᾶσιν τοῦ σώματος ἐφεξῆς ἔγραψε <lb/>τὴν δίαιταν ἦς χρῄζουσιν οἱ οὕτω διακείμενοι, κεφάλαιον <lb/>μὲν ἔχουσαν τὴν ψύξιν. ἐν δὲ τῷ κεφαλαίῳ 
                            τούτῳ τῆς <lb/>διαίτης τὰ δραστικώτερα, ἥ τε ὑδροποσία ἐστὶν καὶ ἡ ἀγυ-<lb/>μνασία. κατὰ δὲ τὴν προκειμένην ῥῆσιν τὸ μὲν ἐλινύειν <lb/>ἕτερον ὠνόμασεν, εἰπὼν καὶ τῶν 
                            ταλαιπωριῶν ἀφαιρέειν. <lb/>ἀντὶ δὲ τοῦ πίνειν ὕδωρ γράψας καὶ τὸν οἶνον πινόντων <lb/>ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον καὶ μοι δοκεῖ κάλλιον <lb/>ἐνταῦθα παραινέσαι. 
                            τὸ γὰρ ὑδαρὲς πόμα καὶ ψυχρὸν οὐκ <lb/>ἐστέρηται μὲν τοῦ ἐμψύχειν, προσείληφε δὲ καὶ τὰς ἐκ τοῦ <lb/>οἴνου ὠφελείας.</p><pb n="221"/></div><div type="textpart" subtype="chapter" n="32"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.7">Ὁκόσοισι δὲ ὀδύναι γίγνονται ἐκ τῶν σπλάγχνων ἢ ἐκ γυ-<lb/>μνασίης ἢ ἐξ ἄλλης τινὸς ὁδοιπορίης, τουτέοισι ξυμφέρει <lb/>
                            ἀναπαύεσθαι ἀσίτοισι. πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχι-<lb/>στον εἰς τὸ σῶμα ἐσελθὸν, πλεῖστον οὖρον διάξει, ὅπως αἱ <lb/>φλέβες, αἱ διὰ τῶν σπλάγχνων πεφυκυῖαι, μὴ 
                            κατατείνων-<lb/>ται πληρώμεναι. ἐκ γὰρ τῶν τοιουτέων τὰ φύματα γί-<lb/>νονται καὶ οἱ πυρετοί.</quote><p>Περὶ πασῶν δὲ τῶν ὑποθηκῶν ἐν τῇ τῶν ὑγιεινῶν <lb/>πραγματείᾳ τελέως διελήλυθα καὶ νῦν ὅσον ὑπομνήσεως <lb/>ἕνεκα καθάπερ ἐν τοῖς ἔμπροσθεν, οὕτως καὶ κατὰ τήνδε <lb/>
                            τὴν ῥῆσιν εἰρήσεται. πολλοῖς γὰρ τῶν ἀπυρέτων ὀδύναι <lb/>ἐπιγίνονται κατὰ τὰ σπλάγχνα καὶ μάλιστα κατὰ τὸ ἧπαρ. <lb/>ὅταν ἐπὶ σιτίοις γυμνασάμενοι τύχωσιν ἢ λουσάμενοι, 
                            καὶ <lb/>γίνεται τοῦτο διὰ στενοχωρίαν μὲν τῶν ἐν τῷ σπλάγχνῳ <lb/>διεξόδων πάχος τε τῶν ἀναφερομένων χυμῶν. ἐμφραττόμε-<lb/>νοι γὰρ καὶ ἐνισχόμενοι τοῖς στενοῖς 
                            πέρασι τῶν φλεβῶν, <pb n="222"/>καθ᾿ ἃ ἡ μετάληψις γίνεται τοῦ αἵματος ἐκ τῶν σιμῶν τοῦ <lb/>ἥπατος εἰς τὰ κυρτὰ, κωλύουσι μὲν τὰς διεξόδους, διατεί-<lb/>νουσι δὲ 
                            δηλονότι τὰς κατὰ τὰ σιμὰ τοῦ ἥπατος φλέβας, <lb/>ἐφ᾿ αἷς οὕτω πασχούσαις ὀδυνῶνται χωρὶς τοῦ πυρέσσειν. <lb/>ἀναπαύεσθαι δὲ τούτους χρὴ καθ᾿ ὃν ἂν ἀλγῶσι χρόνον 
                            καὶ <lb/>πίνειν τι τῶν οὐρητικῶν καὶ τὸ ἧπαρ ἐκφραττόντων. ἂν <lb/>γὰρ μὴ οὐρήσωσι, φύματα καὶ πυρετοὶ ταῖς τοιαύταις προ-<lb/>φάσεσιν ἐπιγίνονται.</p></div><div type="textpart" subtype="chapter" n="33"><quote corresp="urn:cts:greekLit:tlg0627.tlg020:6.8">Ὁκόσοισι δὲ αἱ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη <lb/>πρῶτον ἴσχει τὴν κεφαλὴν καὶ οὐρέει θαμινὰ καὶ τἄλλα <lb/>
                            πάσχει ὁκόσα περ ἐπὶ στραγγουρίῃ, οὗτος ἐφ᾿ ἡμέρας <lb/>ἐννέα τοῦτο πάσχει. καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ <lb/>κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται τῆς 
                            νούσου <lb/>καὶ τῆς στραγγουρίης παύεται. οὐρέει δὲ ἀπόνως καὶ <lb/>πουλὺ καὶ λευκὸν, ἔστ᾿ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ καὶ ἐκ <lb/>τῆς κεφαλῆς ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, 
                            ἐσορέοντι δὲ <lb/>κλέπτεταί οἱ ἡ αὐγή. ἄνδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, <pb n="223"/>συλλογισάμενον, ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν <lb/>ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι 
                            ἐκ τῆς ἑωϋτοῦ γνώμης ἐν τῇσι <lb/>νούσοισιν ὠφελέεσθαι.</quote><p>Εἰκότως ὑπωπτεύκασι ταύτην τὴν ῥῆσιν ἔνιοι δὲ καὶ <lb/>τελείως κατεγνώκασιν, ὡς οὔτε Πολύβου γεγραφότος αὐτὴν <lb/>οὔτε πολὺ μᾶλλον Ἱπποκράτους. ἥ τε γὰρ ἀρχὴ τοῦ λόγου <lb/>
                            παντάπασιν ἀδιόριστος, ἀξιοῦσα τὰς ἀπὸ τοῦ ἐγκεφάλου <lb/>νάρκην τε καὶ στραγγουρίαν ἐπιφέρειν οὔτε εἴπερ ἡγήσαιτό <lb/>τις αὐτὸν οὐ πάσας τὰς ἀπὸ τοῦ ἐγκεφάλου νόσους 
                            ἀποφαί-<lb/>νεσθαι τοιαύτας ὑπάρχειν, ἀλλὰ μόνας ἐφ᾿ ὧν κατὰ τὰ <lb/>ὦτα καὶ τὰς ῥῖνας ὕδωρ καὶ βλέννα ῥυεῖσα τὴν νόσον ἔπαυ-<lb/>σεν, ἀληθὲς τὸ λεγόμενον, οὔτε γὰρ 
                            ἀεὶ φαίνεται τοῦτο γι-<lb/>γνόμενον οὔθ᾿ ὡς ἐπὶ τὸ πολύ.</p></div></div></div></body></text></TEI>