ΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΥΓΙΕΙΝΗΣ ΤΩΝ ΙΔΙΩΤΩΝ ΙΠΠΟ- ΚΡΑΤΟΥΣ Η ΠΟΛΥΒΟΥ ΥΠΟ- ΜΝΗΜΑ. Προοίμιον Γαλήνου. Ἕν τοῦτό ἐστι βιβλίον ἰδίαν ἐπαγγελίαν ἔχον, ὥσπερ τὸ πρῶτον μέρος ὅλου τοῦ προκειμένου βιβλίου, καθ᾿ ὃ περὶ φύσιος ἀνθρώπου διαλέγεται. συντετέλεσται γὰρ ἐν ἐκείνῳ τὸ ἐπαγγελθὲν, οὐ- δεμιᾶς ἔτι προφάσεως δεόμενον. ἐν τούτῳ δὲ πάλιν ἃ προὔ- θετο διδάσκει δι᾿ ὅλου τοῦ βιβλίου καὶ διὰ τοῦτο τῶν μεταξὺ τῶν δύο βιβλίων τούτων ἐξαιρεθέντων, προσηκούσης ἐπιγραφῆς ἰδίας ἔτυχε τὸ σύμπαν, ἣν ἐπέγραψάν τινες αὐ- τῷ περὶ φύσιος ἀνθρώπου καὶ διαίτης. ὥσπερ δὲ ἄμεμπτον μέν ἐστι πάντη τὸ περὶ φύσιος ἀνθρώπου, μεμπτὰ δὲ πάντη τὰ παρεγγεγραμμένα μεταξὺ τῶν δύο βιβλίων, οὕτω τὸ περὶ διαίτης ὑγιεινῆς ἐν τοῖς πλείστοις μὲν ἄμεμπτόν ἐστιν, ἐχόμενον ἀεὶ τῆς Ἱπποκράτους στοιχειώσεως. ἔν τισι δ᾿ ἄν τις αὐτῷ μέμψαιτο παντελῶς ὀλίγοις· ὑποκείσθω δ᾿ εἶναι Πολύβου, καθότι πολλοῖς ἔδοξε. Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι. Τίνας δὲ ἰδιώτας λέγει παραλελοίπασιν οἱ ἐξηγησάμε- νοι τὸ βιβλίον, οἷς γε δὴ παρέτυχον ὑπομνήμασιν. οὐ μὴν οὐδὲ ἐπεζήτησά ποτε κατὰ τὴν παρὰ τοῖς διδασκάλοις ἀνά- γνωσιν τοῦ βιβλίου. νυνὶ δὲ γράφειν ἐξήγησιν αὐτοῦ προὐ- θέμενος ἐπενόησα κακῶς παραλελεῖφθαι τοῖς τε διδασκά- λοις ἡμῶν καὶ τοῖς ἐξηγηταῖς ἐπισκέψασθαι τίνας ἰδιώτας λέγει. δῆλον γὰρ δὴ ὅτι τὴν ἐφεξῆς γεγραμμένην δίαιταν οὐ πᾶσι τοῖς ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἰδιώταις συνε- βούλευσεν ὁ Πόλυβος. καὶ μὴν εἰ μόνοις τοῖς ἰδιώταις ὑπο- θήκας ἔγραψεν, οὐκ ὀρθῶς οἱ ἐξηγησάμενοι τὸ βιβλίον ἀδιο- ρίστως ἤκουσαν, ὡς κοινῇ πᾶσι τοῖς ἀνθρώποις εἰρημένων αὐτῶν. εὑρίσκομεν γὰρ δὴ παρὰ τοῖς Ἕλλησιν ἰδιώτας ὀνομαζομένους οὐχ ἁπλῶς, ἀλλ᾿ ἐν τῷ πρός τι. τὸν μὲν γάρ τινα λέγουσιν ἰδιώτην εἶναι τῆσδε τῆς τέχνης, τὸν δέ τινα τοῦδε τοῦ ἐπιτηδεύματος. ἐνίοτε δὲ πρὸς τοὺς ἔθνος, ἢ πόλιν διοικοῦντας, ἢ ὅλως πράττοντάς τι δημόσιον, ἀντι- διαιρούμενοι τοὺς οἷον ἰδιοπραγοῦντας, ὠνόμασαν ἰδιώτας. ἐπισκεπτομένῳ δή μοι τίνας τούτων νῦν ὁ Πόλυβος ἰδιώ- τας εἴρηκε, τοὺς μὲν ἀθλητὰς ἄντικρυς ἐδόκει τῶν ἄλλων ἀνθρώπων ἀποκρίνειν, ἐπειδὴ μίαν ἔχουσιν ἐκεῖνοι δίαιταν ὡρισμένην ἐν ἄρτῳ καὶ κρεῶν ἐδωδῇ. τούτων δ᾿ ἑξῆς ὅσοι πολεμοῦσιν ἢ ὁδοιποροῦσιν ἢ καὶ μάχονται. καὶ γὰρ τού- τοις οὐκ ἐγχωρεῖ διακρίνειν ἃ χρὴ προσφέρεσθαι καὶ μὴ προσφέρεσθαι σιτία. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς, οἷς ἂν εὐπορήσωσιν ἕκαστος· τάχα δὲ καὶ τοὺς ὁπωσοῦν ἐσπευσμέ- ναις ὁδοιπορίαις χρωμένους ἀδύνατόν ἐστιν, ὡς ὁ Πόλυβος κελεύει διαιτᾶσθαι καὶ ὅλως τοὺς ἐν ἀσχολίαις πολιτικαῖς ὄντας, ἢ τῷ καλουμένῳ περιστατικῷ βίῳ. μόνοις οὖν τοῖς τὰ ἴδια πράττουσιν, οὓς ὀνομάζουσιν ἰδιοπραγοῦντας, ἡ ῥηθησομένη δίαιτα γίνεται. Τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλά- χιστα. εἶναι δὲ χρὴ τὸ πόμα οἶνον ὡς ἀκρητέστα- τον· τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα. λαχάνοισι δὲ ὡς ἐλαχίστοισι χρέεσθαι ταύτην τὴν ὥρην. οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα θερμόν τε εἴη καὶ ξηρόν. Τὸ κεφάλαιον εἰπὼν τῆς ὅλης διαίτης ὀρθῶς ἐποίησε προσγράψας ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως, διὰ τί τῶν εἰρη- μένων ἕκαστον αἱρεῖται. θερμαίνειν μὲν γὰρ ἀξιοῖ τὸ σῶμα καὶ ξηραίνειν διὰ τὴν ἀμετρίαν τῆς κατὰ τὴν ὥραν κρά- σεως. ὡς εἴ γε ἦν σύμμετρον, ὡς κατὰ τὸ ἔαρ ἐστὶ, σύμ- μετρον ἂν ἐκέλευσε καὶ τὴν δίαιταν ποιεῖσθαι. φυλάττειν μὲν γὰρ προσήκει τὰ συμμέτρως διακείμενα, μετα- βάλλειν δὲ τὰ ἀμέτρως. μεταβολὴ δὲ οὐκ ἄλλως ἂν ἢ ἐκ τῶν ἐναντίων ἀμετρίων γίνοιτο. τὸ μὲν γὰρ ἀμετρό- τερον, ἢ τεθερμασμένον, ἢ θερμαινόμενον σῶμα ψύχειν προσήκει, τὸ δὲ ἐψυγμένον, ἢ ψυχόμενον θερμαίνειν. ὡσαύ- τως δὲ κᾀπὶ καὶ κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀμετρίας διὰ τῆς τῶν ἐναντίων προσφορᾶς τὰς νοσαζούσας ὑπερβολὰς καθαιρεῖν χρὴ, τὴν ἐναντίαν ἀμετρίαν προσφέροντας, το- σοῦτον ἀπέχουσαν τοῦ μέσου τε καὶ συμμέτρου, ὅσον ἀφέ- στηκεν ἡ νοσάζουσα. κατὰ τοῦτο γοῦν ἐν τῷ χειμῶνι ψυ- χρῷ καὶ ὑγρῷ τὴν κρᾶσιν ὄντι συμφέρει ἐσθίειν μὲν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλάχιστα. πλεῖστα δ᾿ ἀκουστέον οὐχ ὡς πρὸς τὴν δύναμιν, ἀλλ᾿ ὡς πρὸς τὰς ἄλλας ὥρας. ὡσαύ- τως  δὲ καὶ πίνειν ὡς ἐλάχιστα πρὸς τὰς ἄλλας ὥρας ἀνα- φέροντα τὴν παραβολήν. ὁμοίως δὲ εἴρηται καὶ τὸ τὸν οἶνον ἀκρατέστατον εἶναι δεῖν ὡς πρὸς τὴν ἐν ταῖς ἄλλαις ὥραις κρᾶσιν αὐτοῦ. τῷ μέντοι πρὸς τὴν δύναμιν μέτρῳ καὶ τῷ πρὸς τὴν ἐνεστῶσαν ὠφέλειαν προσέχων τὸν νοῦν ἀεὶ τὸ σύμμετρον οἴνου τε καὶ σιτίου δώσεις, ὥσπερ γε καὶ ὕπνου καὶ γυμνασίων καὶ πάντων ἁπλῶς τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν ἐπιτηδευμάτων. ὅτι δ᾿ οἶνος ὁ ἀκρατέστε- ρος καὶ ὅτι τὰ ὀπτὰ κρέα θερμαίνει καὶ ξηραίνει, παρα- βαλλόμενα μάζῃ τε καὶ λαχάνοις, οὐδεὶς ἀγνοεῖ. παραπλη- σίως δὲ καὶ ὁ ἄρτος, εἰ παραβάλλοιτο μάζῃ, θερμαίνειν τε καὶ ξηραίνειν λεχθήσεται. ταῦτα οὖν ὡς παραδείγματα νο- μιστέον εἰρῆσθαι τἀνδρὶ. σὺ δὲ καὶ τῶν ὀσπρίων ἐπιλέξῃ τὰ θερμαίνοντα καὶ ξηραίνοντα, καθάπερ τὴν φακήν. ἀλλὰ καὶ τῶν λαχάνων, ὅσα ταύτην ἔχει τὴν δύναμιν, ὥσπερ ἡ κράμβη. καὶ τῶν κρεῶν ὡσαύτως, οἷα τὰ τῶν ἀγρίων ζώων ἐστὶ καὶ τὰ ταριχευθέντα. ταῦτα δὲ λέλεκται κᾀμοὶ πάντα παραδείγματος ἕνεκεν. ἡ δὲ σύμπασα κατὰ μέρος ὕλη τῶν τροφῶν ἐν τρισὶν ὑπομνήμασι σύγκειται, τήνδε ἐπιγραφὴν ἔχουσα, περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ὥσπερ οὖν ταῦτα καλῶς εἴρηται περὶ τῆς κατὰ τὰς ποιό- τητας αἱρέσεως τε καὶ φυγῆς σιτίων, οὕτω καὶ τὰ περὶ τῆς τῶν σιτίων ποσότητος. ἐσθίειν γὰρ ὡς πρὸς τὰς ἄλλας ὥρας πλεῖστα συγχωρητέον ἐν χειμῶνι, μεμαθηκότας ἐν ἀφορισμοῖς ὀρθῶς εἰρῆσθαι. θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. εἰ δὲ καὶ διὰ τί γίνεται ταῦτα μαθεῖν ἐθέλοι τις, ἐδίδαξε καὶ τοῦτο κατὰ τοὺς ἀφορισμοὺς εἰπών. αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερ- μόταται φύσει, διότι τὸ περιέχον ψυχρὸν ὂν, ἐναποστέγει στεγανοῦν καὶ κατακλείει τὸ ἔμφυτον θερμὸν ἐν τῷ βάθει τοῦ σώματος. ἐν δὲ τῷ θέρει διαφορεῖται μὲν τοῦτο διὰ τῆς διαπνοῆς. διὰ τῆς ἀναπνοῆς δὲ ἕλκεται τὸ περιέχον θερμόν. ὀνομάζω δὲ ἀναπνοὴν μὲν τὴν διὰ τοῦ στόματος ἔξω τε καὶ εἴσω φορὰν τοῦ πνεύματος, διαπνοὴν δὲ τὴν δι᾿ ὅλου τοῦ σώματος ὁμοίως γιγνομένην. Ὁκόταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τό τε πόμα χρὴ πλέον πί- νειν οἶνον καὶ ὑδαρέστερον καὶ κατ᾿ ὀλίγον καὶ τοῖσι σι- τίοισι μαλθακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι· καὶ τὸν ἄρτον ἀφαιρέοντα μᾶζαν προστιθέναι· καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον ἀφαιρέειν, ἔκ τε τῶν ὀπτῶν πάντα ἑφθὰ ποιέεσθαι καὶ λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος ὀλίγοισιν, ἕως ἐς τὴν θερίην καταστήσεται ὁ ἄνθρωπος. τοῖσί τε σιτίοισι πᾶσι μαλακωτέροισι χρεόμενος καὶ τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ὠμοῖσι καὶ ἑφθοῖσι, ὡσαύτως καὶ τοῖσι πόμασιν ὡς ὑδαρεστάτοισι καὶ πλεί- στοισι, καὶ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μι- κρὸν, μὴ ἐξαπίνης χρεομένῳ. Πλεῖον εἶπε καὶ ὑδαρέστερον, οὐ πλεῖστον οὐδὲ ὑδαρέ- στατον ἐν τῷ ἦρι τὸ πόμα προσφέρεσθαι. τὸ γὰρ πλεῖ- στον καὶ ὑδαρέστατον ἐν τῷ θέρει κελεύει πίνειν, ὡς ἐναν- τίαν ἔχοντι τὴν κρᾶσιν ἧς ὁ χειμὼν ἔχει. τὸ δὲ ἔαρ, ὥσπερ ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει τὴν κρᾶσιν, οὕτω καὶ τῆς διαίτης μέσης δεῖται, ψυχροτέρας μὲν καὶ ὑγροτέρας, ὡς πρὸς τὸν χειμῶνα, θερμοτέρας δὲ καὶ ξηροτέρας, ὡς πρὸς τὸ θέρος. ἐκ τούτων οὖν δῆλόν ἐστιν ὅπως ἀκούειν χρὴ τῆς κατὰ τὸ θέρος καὶ φθινόπωρον εἰρημένης ὑπ᾿ αὐ- τοῦ διαίτης· ὥστ᾿ ἐμοὶ μὲν ὑπερβαίνειν αὐτὸ προσήκει, τοῖς δ᾿ ἀναγινώσκουσι πολλάκις ἐπιμελῶς τε προσέχουσι τὸν νοῦν εἴρηται πάντα σαφῶς, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι περὶ τὰς ἄχρι δεῦρο λελεγμένας. Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσι, καὶ οὕτω δεῖ χρέεσθαι τουτέοισιν ὁκόταν τὸ θέρος ᾖ, ὅκως ψυχρὸν εἴη τὸ σῶμα καὶ μαλακόν. καὶ γὰρ ἡ ὥρη θερμή τε καὶ ξηρὴ καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐ- χμηρά. δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασιν τουτέοισιν ἀλέξα- σθαι, κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος εἰς τὸ ἤρ, οὕτω καὶ ἐκ τοῦ ἦρος εἰς τὸ θέρος καταστῆ- σαι, τῶν μὲν σιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθεὶς καὶ οὕτως τὰ ἐνιαύσια ποιέοντα καταστῆσαι ἐκ τοῦ θέ- ρεος εἰς τὸν χειμῶνα. ἐν δὲ τῷ φθινοπώρῳ πάλιν τὰ μὲν σιτία πλείω ποιεόμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα, ὅκως ὅ τε χειμὼν ἀγαθὸς ἔσται καὶ ὁ ἄνθρωπος διαχρή- σεται τοῖσί τε πόμασιν ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ τοῖσι σιτίοισιν ὡς πλείστοισί τε καὶ ξηροτάτοισιν, οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη ἥκιστα. ἡ γὰρ ὥρη λίαν ψυχρή τε καὶ ὑγρή. Τὰ παρόντα διὰ ταῦτα τεμάχια οὔτε τινὸς ἐξηγητοῦ δέονται, πασὶ δῆλα τοῦ Πολύβου ποιήσαντος, οὔτε τινὰ μέ- θοδον ἀκραιφνῆ ζητοῦντος, ἀλλὰ καθὰ κεῖται, αὐτὰ καὶ μόνα δῆλα καθεστήκασι. Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ πλείω μαλακοῖσι καὶ ἐρυθροῖσι ξυμφέρει δὴ τὸν πλείονα χρόνον τοῦ ἐνιαυ- τοῦ ξηροτέροισι διαιτήμασι χρέεσθαι, ὑγρὴ γὰρ ἡ φύσις τῶν εἰδέων τουτέων. Ὥσπερ αἱ διαφοραὶ τῶν ὡρῶν ἐνδείκνυνται διάφορον δίαιταν, οὕτω καὶ τοῦ σώματος αἱ ἕξεις, ἐφ᾿ ἃς νῦν ἧκε συντελέσας τὸν περὶ τῶν ὡρῶν λόγον. ὥσπερ δὲ ἐν ταῖς ὥραις ἐνεδείκνυτο τὴν προσήκουσαν δίαιταν, οὕτω κᾀν ταῖς τοῦ σώματος ἰδέαις. οἱ μὲν γὰρ σαρκώδεις καὶ μαλα- κοὶ καὶ ἐρυθροὶ διὰ τὴν τῆς κράσεως ὑγρότητα τοιοῦτοι γεγόνασιν. οἱ δὲ ἐναντίως αὐτοῖς διακείμενοι, περὶ ὧν ἐφε- ξῆς ἐρεῖ, διὰ τὴν ξηρότητα. προσήκει τοιγαροῦν τοὺς μὲν ὑγροὺς ξηροτέρα χρῆσθαι διαίτῃ, τοὺς δὲ ξηροὺς ὑγροτέρᾳ. καὶ εἴπερ ταῦτα ἀληθῶς εἴρηται, πρόδηλον ὅτι καὶ τοὺς εὐκράτους εὐκράτῳ χρῆσθαι προσήκει τῇ διαίτῃ. λέγω δὲ εὐκράτους οὓς οὔτε σαρκώδεις οὔτε ἀσάρκους, ἀλλ᾿ εὐσάρ- κους ὀνομάζουσι. Τοὺς δὲ στρυφνοὺς καὶ προσεσταλμένους καὶ πυῤῥοὺς καὶ μέλανας τῇ ὑγροτέρῃ διαίτῃ χρὴ τὸν πλείω διαιτᾶσθαι χρόνον, τὰ γὰρ σώματα τοιαῦτα ὑπάρχει ξηρὰ ἔοντα. Τὰ τῶν κράσεων γνωρίσματα γέγραπταί μοι τελέως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν, ἐν οἷς ὅτι μὲν οἱ στρυφνοὶ, τουτέστιν οἱ σκληροὶ, καὶ οἱ προσεσταλμένοι, τουτέστιν οἱ ἰσχνοὶ, ξηροτέρας εἰσὶ κράσεως, ὡς ἐδιδάξαμεν, ὥσπερ γε καὶ οἱ μέλανες. οὐ μὴν γε τούς γε πυῤῥοὺς εἶναι ἔφαμεν ξηροὺς τὴν κρᾶσιν, ἀλλὰ τοὺς πλησιάζοντας αὐτοῖς κατὰ τὴν χροιὰν, οὓς ξανθοὺς ὀνομάζουσιν, ἐπεί γε καὶ ξανθὴ χολὴ τὴν κρᾶσιν ξηρά ἐστι. χρώμενοι δὲ ἐνίοτε τοῖς ὀνό- μασιν οὐκ ἀκριβῶς ἔνιοι τῶν βιβλία γραψάντων τὴν τῶν πραγμάτων διδασκαλίαν ταράσσουσιν. οὕτως γοῦν τινες ὀνο- μάζουσι τοὺς Γερμανοὺς ξανθοὺς, καίτοι γε οὐκ ὄντας ξαν- θοὺς, ἐὰν ἀκριβῶς τις ἐθέλῃ καλεῖν, ἀλλὰ πυῤῥούς. τὰ δ᾿ ἄλλα τῆς προκειμένης ῥήσεως ἀληθῶς τε ἅμα καὶ σαφῶς εἴρηται. Καὶ τοῖσι νέοισι τῶν σωμάτων ξυμφέρει μαλακωτέροισί τε καὶ ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτήμασιν· ἡ γὰρ ἡλικίη ξηρὴ καὶ τὰ σώματα πέπηγε. τοὺς δὲ πρεσβυ- τέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλεῖον τοῦ χρόνου διά- γειν. τὰ γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλ- θακὰ καὶ ψυχρά. Ἐπὶ τὰς ἡλικίας μεταβὰς ἐλλιπῆ τὸν διορισμὸν ἐποιή- σατο, μὴ τεμὼν εἰς τέσσαρας διαφορὰς αὐτὰς, ἀλλ᾿ εἰς δύο μόνας. ἐχρῆν δ᾿ εἴπερ ἀπὸ τῶν κατὰ τὰς ἡλικίας κράσεων ἔνδειξιν ἔμελλε λήψεσθαι τοῦ τρόπου τῆς διαίτης, ὥσπερ αἱ κράσεις τέτταρές εἰσιν, οὕτω καὶ τὰς ἡλικίας εἰς τέτταρα τεμεῖν, ὑγρὰν μὲν καὶ θερμὴν τὴν τῶν παίδων εἰπόντα, ξη- ρὰν δὲ καὶ θερμὴν τὴν τῶν ἀκμαζόντων, καὶ ξηρὰν μὲν καὶ ψυχρὰν τὴν τῶν παρακμαζόντων, ὑγρὰν δὲ καὶ ψυχρὰν τὴν τῶν γερόντων. ἀλλὰ τὴν μὲν τῶν παίδων ὑγρὰν εἶναι προσήκει, μὴ δυναμένης γε τῆς αὐξήσεως ἐν ἑτέρᾳ κράσει γενέσθαι. τὴν δὲ τῶν ἀκμαζόντων, ἐπειδὴ παρὰ τὸ προσῆκόν τέ ἐστι θερμοτέρα καὶ ξηροτέρα, συμφέρει χρῆ- σθαι τοῖς ἐναντίοις διαιτήμασι, καθάπερ γε καὶ τὴν τῶν παρακμαζόντων. ἐπὶ δὲ τῆς τῶν γερόντων ἡλικίας οὐ σμι- κρόν ἐστι ζήτημα σχεδὸν ἅπασιν ἠμελημένον, ὑπὲρ οὗ μι- κρὸν ὕστερον ἐρῶ, τὸν περὶ τῶν ἔμπροσθεν ἡλικιῶν συντε- λέσας λόγον. εἰ γὰρ ὡμολόγηται τὰ παιδία πλέον μὲν ἔχειν ὑγρότητος ἢ συμφέρει τοῖς ἀβλαβῶς ὑγιαίνουσι, πλέον δὲ θερμότητος (οὐ γὰρ ἁπλῶς ἐστι θερμὰ καθάπερ οἱ ἀκμά- ζοντες, ἀλλὰ κατὰ τὴν ἔμφυτον θερμασίαν, ἥτις εὔκρατός ἐστιν, ἐν αἵματι χρηστῷ τὴν ὕπαρξιν ἔχουσα) τὸ μεταξὺ τῶν παίδων τε καὶ τῶν ἀκμαζόντων, ὅπερ ἐστὶν ἐφήβων τε καὶ μειρακίων, εἴη ἂν ἐν τῇ ἀρίστῃ κράσει. τῆς δ᾿ ἀρίστης μέσης οὔσης καὶ τὰ διαιτήματα μέσα τῇ κράσει προσήκει ποιεῖσθαι, μήθ᾿ ὑγρότερον ἐργαζομένους μήτε ξηρότερον, ἢ θερμότερον, ἢ ψυχρότερον αὐτῶν τὸ σῶμα. τὸ μέντοι τῶν παιδίων, εἰ καὶ πλεῖον, ὡς πρὸς ὑγιεινὴν ἕξιν ἔχοι τὸ ὑγρὸν, ὅμως οὐ χρὴ ξηραίνειν· ἀναυξῆ γὰρ αὐτὰ ποιήσομεν. ἐπὶ δὲ τῶν γερόντων, ἐπειδή τινες μὲν αὐτοὺς ὑγροὺς εἶναι λέγουσι, τινὲς δὲ ξηροὺς, ἀδιορίστως ἑκάτεροι, διοριστέον ἡμῖν ἐστι κατὰ τί μὲν αὐτοὺς ὄντας ξηροὺς, κατὰ τί δὲ ὑγρούς. ἐδείχθη δὲ τοῦτο ἐν τοῖς περὶ κράσεων. αὐτοῖς μὲν γὰρ τοῖς στερεοῖς τοῦ σώματος μορίοις ἐδείχθησαν ὄντες ξηροί. περιττώματα δ᾿ ἔχοντες διὰ τὴν ψυχρότητα τῆς κράσεως πολλὰ καὶ δι᾿ αὐτὰ ὑγροὶ λεγόμενοι. κατὰ λόγον οὖν ἔνδει- ξις ἐναντία τε καὶ διττὴ γίνεται τοῖς ἰατροῖς ἀπὸ τῆς ἡλι- κίας ταύτης, διὰ μὲν τὴν ξηρότητα τῆς τῶν στερεῶν κρά- σεως ὑγραίνεσθαι δεομένων αὐτῶν, διὰ δὲ τὴν περιουσίαν τῶν ὑγρῶν ξηραίνεσθαι. πῶς μὲν οὖν ἀμφοτέρων ἄν τις στοχάζοιτο τελέως εἴρηται κατὰ τὴν ὑγιεινὴν πραγματείαν. ἐν δὲ τῷ παρόντι λόγῳ τὸ κεφάλαιον ὧν ἐν ἐκείνῃ γεγράφα- μεν εἰπεῖν ἀρκέσει. τὰ μὲν σιτία καὶ ποτὰ καὶ τἄλλα πάν- τα σκοπὸν ἐθέτω τό θ᾿ ὑγρὸν καὶ τὸ θερμὸν, ὡς δέον ὑγραίνειν τε καὶ θερμαίνειν τῶν γερόντων τὰ στερεὰ μόρια τοῦ σώματος, ἅπερ καὶ μόνα κυρίως ὀνομαζόντων ἐστὶ μό- ρια. προνοητέον δὲ πάλιν ἐπὶ τῆς τῶν φλεγματωδῶν περιτ- τωμάτων κενώσεως. εἴπερ οὖν ἐκ μὲν τῆς περὶ κράσεων πραγματείας ἀναλέξαις τε καὶ μάθοις ἐπιστημονικῶς ψυχρὰν καὶ ξηρὰν εἶναι τὴν οἰκείαν τῶν γερόντων κρᾶσιν, ἐπίκτη- τον  δὲ ἴσχειν αὐτοὺς ὑγρότητα, διὰ τὴν τῶν φλεγματωδῶν περιττωμάτων γένεσιν, ἐλθὼν δὲ ἀπ᾿ ἐκείνων ἐπὶ τὰ τῶν ὑγιεινῶν ὑπομνήματα προσεπιμάθοις ὅπως χρὴ διαιτᾷν τοὺς γέροντας, εὔδηλον ἔσται σοι τὸ τῆς νῦν προκειμένης ῥήσεως ἀδιόριστον. οὔτε γὰρ εἰς δύο ἐχρῆν διαιρεῖσθαι τὸν ἀν- θρώπινον βίον οὔτε ἐπὶ τῶν γερόντων ὑγρὰ καὶ μαλακὰ σώματα εἰρῆσθαι, οὔθ᾿ ὅτι ξηροῖς τὴν κρᾶσιν ἐδέσμασι διαι- τητέον αὐτούς. τοὺς μέντοι νέους πεπηγότα φήσας ἔχειν τὰ σώματα καὶ τὴν κρᾶσιν εἶναι ξηροὺς εὔδηλός ἐστιν ἐπὶ τῶν ἀκμαζόντων μόνων τὸν λόγον πεποιημένος καὶ τού- τους ὀνομάσας νέους. παρέλιπεν οὖν τήν τε τῶν παίδων ἡλικίαν καὶ τὴν τῶν παρακμαζόντων, ὡς δὲ ἐγώ φημι καὶ τὴν εὐκρατοτάτην γε, ἥτις ἐστὶν ἐν τῷ μεταξὺ τῶν παιδίων τε καὶ τῶν ἀκμαζόντων. εὔδηλος δ᾿ ἐστὶ καὶ αὐτὸς ὑπο- πτεύων τὸν ἑαυτοῦ λόγον. οὐ γὰρ ἁπλῶς εἶπε τοὺς πρεσβυ- τέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ διαιτᾷν, ἀλλὰ προσέθηκε, τὸ πλέον τοῦ χρόνου. τοῦτο δὲ ταὐτόν ἐστι τῷ φά- ναι μὴ διὰ παντὸς, ὅπερ οὔτε τῇ ἕξει τοῦ σώματος οὔτε τῇ ἡλικίᾳ προσέθηκεν ἑτέρᾳ, διὰ παντὸς γὰρ χρὴ τὴν οἰ- κείαν ἑκάστῳ σώματι δίαιταν αἱρεῖσθαι. Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χει- μῶσιν. οὕτως γὰρ ἂν μάλιστα ὑγιαίνοιεν. Καθόλου ὁ λόγος οὗτος εἴρηται πρὸς αὐτοῦ καὶ σαφῶς καὶ ἀληθῶς ἤδη πολλάκις ἐν πολλοῖς ἡμῖν διηνυσμένος. Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέ- ρεος ἡσυχῇ ἔχειν, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ. Πῶς ὁδοιπορεῖν χρὴ διδάσκει καθ᾿ ἑκάστην τῶν ὡρῶν. τοῦ μὲν χειμῶνος αἱρούμενον τὸν ξηραίνοντά τε καὶ θερ- μαίνοντα π ερίπατον, τοῦ θέρους δὲ τὸν ἐναντίον σκοπὸν ποιεῖν, ἢ μὴ δι᾿ ἡλίου, φησὶν, ὁδοιπορεῖν. τηνικαῦτα γὰρ ἐπείγεσθαι χρὴ θᾶττον ἀπαλλαγῆναι τῆς γιγνομένης κατὰ τὴν τοιαύτην ὁδοιπορίαν ξηρότητός τε καὶ θερμότητος ἐν τῷ σώματι. Δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶττον ὁδοιπορέειν, τοὺς δὲ ἰσχνοὺς ἡσυχέστερον. λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι. χρὴ δὲ τοὺς στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων. Ἡ ταχεῖα κίνησις τὴν θερμασίαν ἐπὶ πλεῖον αὐξάνουσα τήκει τὸ σῶμα. κατὰ δὲ τὰς βραχείας κινήσεις ἡ σύμμε- τρος θερμασία καὶ τὴν αἱμάτωσιν καὶ τὴν θρέψιν ἐργάζε- ται βελτίονα καὶ διὰ τοῦτο συναίρεται τοῖς ζώοις εἰς εὐτρο- φίαν. Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα. Τὶ μὲν συνετώτερον ἐπενόησεν ὁ γράψας τοῦ τοῖς ἐξη- γηταῖς εἰρημένου πᾶσιν αὐτὸς ἂν εἰδείη. εἰ δὲ τὰ μὲν καθαρὰ διὰ τὸ μᾶλλον θερμαίνειν ἢ καὶ τὸ τὰς διαπνοὰς μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνος ἀμφιέννυσθαι, τὰ δὲ ἐλαιο- πινῆ τοῦ θέρους ἢ διὰ τὸ ψύχειν ἢ τὰς διαπνοὰς ἀπο- φράττειν, οὐκ ἐπαινῶ τὸν λόγον. καὶ γὰρ τῶν καθαρῶν ἱματίων ὅσα πυκνὴν ἔχει τὴν ὑφὴν, καὶ μάλιστα δὲ ἂν ᾖ τριβακὰ, ψύχει, τούτων οὖν ἄμεινον χρῆσθαι. τὰ γὰρ ἐλαιο- πινῆ ῥυπαρὰ πάντως ἐστίν. οὐδεὶς δὲ τῶν καθαρείων ἀν- θρώπων ἀνέχεται ῥυπαρῶν ἱματίων καὶ μάλιστα θέρους. καὶ μέντοι θερμαίνει χρονίσαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν κα- θαρῶν, εἰ καὶ κατὰ τὴν πρώτην πρόπτωσιν εἴη ψυχρό- τατα. Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκραμένον καὶ μὴ σφόδρα ψυχρόν. καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοιουτοτρόποισι. καὶ πίονα δὲ ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπό γε ἐλα- χίστων πεμμάτων ἐνεμπίπλανται. Τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον, τὸ οὕτω γὰρ ἀπὸ ἐλαχίστων ἐνεμπίπλανται, τινὲς μὲν ἐπὶ πάντων τῶν προειρημένων εἰρῆσθαί φασι, τινὲς δὲ ἐπὶ τῶν ὄψων μόνον, ἃ διὰ σησάμων τε καὶ τῶν ὁμοίων σκευάζεσθαι κε- λεύει, καὶ ἄλλων τινῶν πολλῶν. τὰ προειρημένα δ᾿ ἐστὶ τό τε νῆστιν γυμνάζεσθαι, κενοῖ γὰρ φανερῶς τοῦτο, καθά- περ πληροῖ τὸ μετὰ τροφήν. ἔτι τε πρὸς τούτοις τὸ ἀσθ- μαίνοντας ἀπὸ τῶν γυμνασίων ἐσθίειν, οὐδέπω τῆς ἐπ᾿ αὐ- τοῖς θερμασίας διαπεφορημένης, οὐδὲ ἀνεψυγμένου τοῦ σώ- ματος. ὅπερ ὅτι μὲν αἴτιον γίγνεται τοῦ ταχέως ἐμπιπλά- σθαι σαφῶς φαίνεται· εἰ δὲ κατ᾿ ἄλλον τινὰ λόγον ὁ τοῦ βιβλίου συγγραφεὺς βούλεται λεπτύνειν αὐτὸ, τοῦθ᾿ ἡμῖν ἄδηλόν ἐστιν. ὅτι μέντοι πολλοῖς τοῦτο τῶν ἐν τοῖς σπλάγ- χνοις ἐμφράξεων αἴτιον ἐγένετο, καὶ μάλιστα τῶν κατὰ τὸ ἧπαρ, ἀκριβῶς οἶδα, καθάπερ γε καὶ τὰ μετὰ τροφὴν ὀξέα γυμνάσια. καὶ μέντοι καὶ τὰ λουτρὰ τοῖς στενὰς ἔχουσι, κατὰ τὸ ἧπαρ διεξόδους τῆς τροφῆς, ἐμφράξεις ἐργάζεται. λέλεκται δέ μοι περὶ τούτων ἅμα τοῖς οἰκείοις διορισμοῖς ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. λοιπὸν δ᾿ ἃν εἴη περὶ αὐτῆς τῆς λέξεως διασκέψασθαι, καθ᾿ ἥν φησι καὶ προπεπωκότας οἶνον μὴ πάνυ ψυχρόν. ὡς γὰρ ψυχρὸν μὲν εἶναι κελεύων αὐτὸν, οὐ πάνυ δὲ ψυχρὸν, οὕτως ἐποιήσατο τὸν λόγον· οὐ πάνυ δὲ ὅλως ἀξιοῖ μετὰ τὰ γυμνάσια πίνειν οἶνον εὐθέως, ἀλλ᾿ ὕδωρ πρότερον, ὥσπερ καὶ οἱ ἀθληταὶ ποιοῦσι ταυτὶ τῇ πείρᾳ δεδιδαγμένοι. κεφαλῆς τε γάρ ἅπτεται οἶνος καὶ εἰ μετὰ τὸ βαλανεῖον εὐθέως πίνοιτο, πρότερος τῶν ἄλλων ἁπάντων ἐδεσμάτων τε καὶ πομάτων. οὐ μὴν οὐδ᾿ ἡ τοῦ ψυχροῦ πόσις ἐπὶ τοῖς γυμνασίαις ἄνευ τοῦ προπιεῖν θερμὸν ἀβλαβὲς ἐστι. βλάπτει γὰρ καὶ αὐτὴ σαφῶς τὴν γαστέρα τε καὶ τὸ ἧπαρ, τινῶν δὲ καὶ τὰ νεῦρα. καὶ μέντοι καὶ τὰς ἕξεις ὁ ψυχρὸς οἶνος ἐπιτονοῖ. βούλεται δὲ ὁ ταῦτα γράψας ἐκλύειν αὐτάς. μή τι οὖν ἑτέρως μὲν ἦν γεγραμμέ- νον, ἥμαρτε δὲ ὁ μεταγραψάμενος αὐτό. πολλὰ γὰρ ὁρᾶται τοιαῦτα καὶ νῦν γινόμενα καὶ δέον ἀντὶ τοῦ μήθ᾿ ὅλως θερ- μὸν αὐτὸν γράψαι, μὴ λίαν ψυχρόν. ὁ γὰρ ἀσθμαίνου- σιν ἔτι διδόναι τὴν τροφὴν ἀξιῶν, ἀτμῶν πολλῶν ὄντος με- στοῦ τοῦ σώματος, βουλήσεται δὲ καί δι᾿ οἴνου πόσεως θερ- μοῦ πληρῶσαι μᾶλλον αὐτούς. πεφυκότος δὲ τοῦ πάνυ θερμοῦ παραπλησίως τῷ ψυχρῷ συνάγειν καὶ τονοῦν τὴν γαστέρα, φυλάττεται πρᾶξαι τοῦτο. Ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν καὶ γυμνὸν περιπατέειν, ὅσον οἶόν τε μάλιστα εἴη. Κάλλιον ἂν ἦν εἰρῆσθαι πρὸς αὐτῷ μὴ μονοσιτέειν, ἀλλ᾿ ὀλιγοσιτεῖν. ἔνιοι γὰρ τῶν μονοσιτούντων πολὺ πλείω προσφέρονται τῶν δὶς σιτουμένων. ὥσπερ δὲ τὸ λουτρὸν ἐκθερμαῖνον τὸ σῶμα καὶ μάλιστα τοὐκτὸς, εἰς ἀνάδοσίν τε τροφῆς καὶ πρόσθεσιν τῶν ἀναδοθέντων συντελεῖ, κατὰ τὸν αὐτὸν λόγον ἡ ἀλουσία τοῖς ἐναντίοις συναίρεται. καὶ ἡ σκληροκοιτία δὲ λυπεῖ καὶ συνέχει καὶ σφίγγει τὸ σῶμα καὶ διὰ τοῦτο τὴν εἰς πᾶν μέρος ἐπίδοσιν αὐτοῦ κω- λύει. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ γυμνὸν περιπατεῖν ψύχει μὲν ἅπαντα τὰ μετὰ τὸ δέρμα μόρια. συνελαύνει δὲ εἰς τὸ βάθος καὶ τὰ σπλάγχνα τὴν θερμασίαν, ὡς πέττε- σθαι μὲν καλῶς τὰ σιτία, τὴν δὲ πάντη φορὰν αὐτῶν κω- λύειν. Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχύτεροι γενέσθαι, τά τε ἅλλα ποιέειν τἀναντία ἐκείνοισι οἶσιν ἔφην καὶ νῆστιν μηδεμίην ταλαιπωρίην ποιέεσθαι. Τἀναντία τῶν εἰρημένων τοῖς παχέσιν ἐστὶ τὸ μήτε ἀσθμαίνοντας ἐπιχειρεῖν τοῖς σιτίοις, ἀλλ᾿ ὅταν ἤδη κατὰ φύσιν ἀναπνέωσι, μήτε μονοσιτεῖν, ἀλλ᾿ ἤτοι δὶς ἐσθίειν ἢ καὶ τρίς. οὕτω δὲ καὶ ταῖς ἀλουσίαις τἀναντία ποιῶν λού- σεται δὶς, ἐξ ἅπαντος μὲν ἐπὶ τροφῇ χρόνου τὸ δεύτερον λουτρὸν περιλαμβάνων, ἔσθ᾿ ὅτε δὲ καὶ τὸ πρῶτον. οὕτω δὲ καὶ τὰ γυμνάσια βραχέα τε γυμνάσεται καὶ βραδέα καὶ μετὰ τροφήν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ μαλακῶς κοιμᾶσθαι καὶ μὴ γυμνὸν ὁμιλεῖν τῷ περιέχοντι, τούτοις ἐστὶ χρήσιμον. διὰ τοῦτο γοῦν καὶ αἱ γυμνασταὶ τὰ μὲν μετὰ τοῦ προσάπτεσθαι καὶ σωματομαχεῖν, οὕτω γὰρ ὀνο- μάζουσιν αὐτοί τινα γινόμενα γυμνάσια, περιλαμβάνουσιν, ἐφ᾿ ὦν σαρκῶσαι θέλουσι, φυλαττόμενοι γυμνοὺς γυμνάζειν αὐτοὺς τὸ σῶμα καὶ μὴ μετὰ συμπλοκῆς. ἔμπαλιν δὲ ὅσους λεπτῦναι βούλονται, μετὰ τοῦ ταχέος γυμνασίου καὶ χωρὶς τῆς πρώτης συμπλοκῆς γυμνάζουσιν. Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης, ᾧδε χρέεσθαι ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν· οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χω- ρίον τοῦτο τὸ ὑπὲρ τῶν φρενῶν. ὅταν δὲ ᾖ τὸ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι. ἡ γὰρ ὥρη καυματώδης καὶ χολωδέστερόν ἐστι τὸ σῶμα καὶ αἱ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι καὶ θερμὰ γίνονται καὶ ἐν γαστρὶ στρόφοι γίνονται. δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἀπὸ τῶν χωρίων τουτέων. Τίνα καλεῖ κατακλύσματα διὰ τῶν ἐφεξῆς ἐδήλωσεν αὐτός. τά τε ἀπὸ τῶν γαλάκτων εἰπὼν καὶ τὸ ἀπὸ τῶν ἐρεβίνθων ἑψημένον ὕδωρ ἅλμην τε καὶ θάλασσαν. ἕτερα γάρ ἐστι τούτων τὰ καθαίροντα φάρμακα κενωτικὰ τοῦ παν- τὸς σώματος ὄντα. ὥσπερ οὖν τὰ βαλανεῖα κατακλύζειν οἱ βαλανεῖς λέγουσι, τῶν ἐν αὐτοῖς λίθων ἀποπλύνοντες τὸν πηλὸν καὶ τὸν ῥύπον, οὕτω καὶ τὰ τῆς γαστρός τε καὶ τῶν ἐντέρων κατακλύσματα, περιπλύνει τὸ φλέγμα καὶ τὴν χο- λὴν αὐτῶν. ἐπεὶ τοίνυν ἐν τῷ χειμῶνι φλέγμα γεννᾶται κατὰ τὴν κοιλίαν, ἐκκενοῦν αὐτὸ διὰ τῶν ἐμέτων συμβου- λεύει. τοῦ θέρους δὲ τὴν ἐπιπολάζουσαν ἄνω χολὴν ἀντι- σπᾷν κάτω. καθαίρειν μέντοι τὸ σύμπαν σῶμα βουληθέν- τι σοι θέρους μὲν διὰ τῆς ἄνω, χειμῶνος δὲ διὰ τῆς κά- τω κοιλίας φαρμακευτέον, ὡς ἐν ἀφορισμοῖς εἴρηται. τὰ μὲν γὰρ ἤδη πλεονάζοντα ἡ κάθαρσις ἰᾶται διὰ τῶν χω- ρίων ᾗ ῥέπει τὴν κάθαρσιν ποιούμενος. ἀκτέα γὰρ ᾗ ῥέπει διὰ τῶν συμφερόντων χωρίων. ὅσα δὲ κωλῦσαι θέλεις αὐξη- θῆναι, διὰ τῶν ἀντικειμένων χωρίων ἀντισπᾷν προσήκει. Ἔστω δὲ τὰ κατακλύσματα τοῖσιν μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηρο- τέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα. ἔστι δὲ τῶν κατακλυσμάτων λιπαρὰ καὶ πα- χέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὲν καὶ τῶν ἄλλων τῶν τοιουτέων, τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ ἅλ- μη καὶ θάλασσα καὶ τὰ τοιαῦτα. Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων ἀξιοῖ προσφέ- ρειν, φλεγματικώτεροι γὰρ οὗτοι· τὰ λειότερα δ᾿ ἐπὶ τῶν ἰσχνῶν, ὡς ἂν χολωδεστέρων ὄντων. ὁποῖαι δέ εἰσιν ἑκατέ- ρων αἱ ὗλαι, διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν, ἐξηγή- σεως οὐ δεομένης· διὸ καὶ παραλιπὼν αὐτὴν ἐπὶ τὰ συνεχῆ τρέψομαι. Τοὺς δὲ ἐμέτους ᾧδε χρὴ ποιέεσθαι. ὅσοι μὲν τῶν ἀνθρώ- πων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων, δρα- μόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης. Ἐκτεθερμάνθαι βούλεται τὸ σῶμα τοῖς παχέσιν, ἐμεῖν μέλλουσιν ἕνεκα τῆς χύσεως τῶν φλεγματικῶν χυμῶν, οὓς πλείους ἔχουσιν οἱ παχεῖς. ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀνα- στόμωσις ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωσις οὕτως ἂν μάλιστα γένοιτο. χρήσιμα δὲ ταῦτα πάντα πρὸς τὸ ῥᾳδίως τε καὶ ἀλύπως γίνεσθαι τὸν ἔμετον. Ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένου ἐν ὕδα- τος χοέϊ καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι. Ὅτι τμητικὸν εἶναι βούλεται τὸ πόμα καὶ δι᾿ ἥντινα αἰτίαν οὐκ ἄδηλον. ἐπεὶ γὰρ οἱ παχεῖς ἄνθρωποι καὶ τοὺς χυμοὺς ἔχουσι τοὐπίπαν παχεῖς τε καὶ ψυχροὺς καί τινας αὐτῶν καὶ γλίσχρους, διὰ τοῦτο τμητικὸν εἶναι κελεύει τὸ ποτὸν αὐτῶν. ὁπόσον δέ τε τὸ πλῆθος δίδωσιν οὗ συντί- θησι πόματα, οὐκ ἀκριβῶς ἔχω φάναι, διὰ τὸ μέτρον ἔστιν ὅτε, ὃ καλοῦσι χοέα, μὴ τὸ αὐτὸ μέγεθος ἔχειν παρὰ πᾶ- σιν. εἰ δὲ τὸν Ἀττικὸν κελεύει πίνειν, οὐ πάνυ συντίθεμαι τῷ ἔθει, πολὺ γὰρ εἶναί μοι δοκεῖ. σύνηθες μέντοι τοῖς παλαιοῖς ἦν, εἴτε ὀῤῥῷ γάλακτος εἴτε τοιούτῳ τινὶ κατα- κλύσματι προείλοντο χρῆσθαι, πάμπολυ τῷ πλήθει διδόναι. Πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δὲ ἐπὶ θᾶσσον. Ἐὰν μὲν οὖν ἐν ἀρχῇ πίῃ λάβρως, εὐθέως ἐμεῖται, πρὶν ἐκπίῃ τὸ πᾶν, ἀποῤῥύψαι τε τοὺς ἐν τῇ γαστρὶ χυ- μοὺς, οἷς συνεκκενοῦνται καὶ οἱ κατὰ τὰς πρώτας φλέβας. ἐὰν δὲ ἐν ἀρχῇ μὲν ἡσυχέστερον, ὕστερον δὲ πλεῖον πάντως πίῃ, οὕτω δυνήσεται χρόνῳ τε συμμέτρῳ κατασχεῖν, ὁρμή- σει τε πρὸς ἔμετον ἐν καιρῷ διὰ τὸ πίνειν ἀθροώτερον ὕστερον. Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθω- σαν τὸν ἔμετον τρόπῳ τοιῷδε. λουσάμενοι θερμῷ προ- πιέτωσαν ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθι- έτωσαν καὶ μὴ πινέτωσαν ἐπὶ τῷ σιτίῳ, μηδὲ ἀπὸ τοῦ σιτίου, ἀλλὰ ἐπισχέτωσαν ὅσον τέσσαρα στάδια διελθεῖν. ἔπειτα δὲ συμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξύν. πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ χρόνου. ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. Λουσάμενον θερμῷ προπίνειν ἀξιοῖ πόματος ἀκρατεστέ- ρῳ, λογισμῷ τοιῷδε χρώμενος, ὡς ἂν εἰκάσειέ τις. ἐκ τοῦ θερμοῦ λουτροῦ θερμαίνεται πᾶν τὸ σῶμα καὶ οἱ χυ- μοὶ χέονται καὶ χαλαρὰ γίνονται τὰ ἀγγεῖα, τὰ αὐτὰ δὲ ταῦτα καὶ ὁ ἀκρατέστερος οἶνος ἐργάζεται, μετὰ τοῦ καὶ ῥωννύναι τὴν δύναμιν, ἧς μάλιστα φροντίζειν ἔοικεν ἐπὶ τῶν ἰσχνῶν. ἔπειτα, φησὶ, σιτία παντοδαπὰ ἐσθι- έτωσαν. τούτου δὲ λογισμὸν οὐ τὸν αὐτὸν πάντες ἔγραψαν οἱ ἐξηγησάμενοι τὸ βιβλίον. ἐνίοις μὲν γὰρ αὐτῶν δοκεῖ διδόναι παντοδαπὰ, διότι στασιάζοντα πρὸς ἄλληλα ῥᾷον εἰς  ἔμετον ὁρμᾷ, τισὶ δὲ ὑπὲρ τοῦ πλεῖον προσενεγκέσθαι. τὰ γὰρ ἁπλᾶ καὶ μονοειδῆ ταχέως ἐμπίπλησιν, οὐκ ἐᾷ δὲ πί- νειν εὐθέως αὐτοὺς, ἵνα μὴ ταχέως ἐπιπολάσῃ τὰ σιτία, ὅ οὐ βούλεται. διὰ δὲ τὸ μὴ γενέσθαι τοῦτο καὶ χρόνον τινὰ μεταξὺ πρὸς τὴν θρέψιν αὐτάρκη διατρίβειν ὁρίζει καὶ τὸν χρόνον δὲ αὐτὸν εἶπεν, ὅσον τεσσάρων σταδίων διελθεῖν. ἐπὶ δὲ τούτοις, οὕτω προαχθεῖσι, δίδωσι τὸ ποτὸν, οἴνους τρεῖς διαφέροντας ἀλλήλων κατὰ ποιότητα. κελεύει γὰρ εἶ- ναι τὸν μέν τινα τῶν οἴνων αὐστηρὸν, τὸν δὲ γλυκὺν, τὸν δὲ ὀξύν. οὐκ εἰπὼν οὐδὲ ἐνταῦθα τὴν αἰτίαν, δι᾿ ἣν οὕτως ἐκέλευσεν. οἱ δ᾿ ἀπομαντευόμενοι τῆς γνώμης αὐτοῦ φασὶ τὸν μὲν αὐστηρὸν διδόναι ῥώμης ἕνεκα τῶν ὀργάνων, δι᾿ ὦν ὁ ἔμετος ἔσται, τὸν δὲ γλυκὺν ἵνα εἰς ἔμετον ὁρμήσῃ καὶ διὰ τὸ χέειν τοὺς χυμοὺς τὸν γλυκὺν οἶνον, τὸν δ᾿ ὀξὺν ἵνα ἀποῤῥύψῃ τὰ ἐμπεπλασμένα τῇ γαστρί. τάχα γοῦν καὶ τὰ σιτία παντοδαπὰ κατὰ τὰς ποιότητας ἐκέλευσε λαμβά- νειν αὐτοὺς, ἵνα τὰ μὲν ῥώσῃ τὴν γαστέρα, τὰ δὲ εἰς ἔμε- τον παροξύνῃ, τὰ δὲ ἀποῤῥύψῃ τοὺς ἐμπεπλασμένους χυμούς. ὅπερ δὲ λέγω πολλάκις ἐν ταῖς πρὸς τοὺς ἑταίρους τε καὶ τοὺς ἄλλους φίλους συνουσίαις, ἐρῶ καὶ νῦν. οὐ σμικρά μοι δοκοῦσιν ἁμαρτάνειν οἱ τὴν δογματικὴν αἵρεσιν ἄνδρες πρεσβεύοντες, ἄνευ τοῦ τὸν λογισμὸν εἰπεῖν ὦν συμβουλεύ- ουσιν, ἀποφαινόμενοι καθάπερ τινὰ προστάγματα βασιλικά. βέλτιον γὰρ ἦν ἑκάστου τῶν πραττομένων αὐτὸν τὸν γρά- ψαντα τὸ βιβλίον εἰπεῖν τὴν δύναμιν, ὡς Ἱπποκράτης ἐποί- ησεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ τῆς πτισάνης εἰπών. τὸ γὰρ γλίσχρον αὐτῆς λεῖον καὶ προσηνὲς καὶ συνεχές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκ- πλυτον, εἴ τι καὶ τούτου προσδέοι καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ. οὕτως δὲ καὶ περὶ μελικράτου καὶ οἴνου καὶ ὀξυμέλιτος, ἔτι τε λουτρῶν ἔγραψεν, ὥστε ἀρχὴν ἔχειν ἡμᾶς τῆς ὁδοῦ καθ᾿ ἣν ἀκολούθως τῷ συγγραφεῖ τῶν οὐκ εἰρημένων ὑπ᾿ αὐτοῦ προσ- θῶμέν τινα. καὶ νῦν οὖν εἰρηκότος αὐτοῦ τἄλλα, χωρὶς τοῦ τῆς αἰτίας λογισμοῦ καὶ μέντοι ὡς ἤτοι πίνειν ἔνεστι τὸν οἶνον πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. ἡμᾶς δεῖ στοχάζεσθαι τῆς γνώμης αὐτοῦ, καθ᾿ ἣν ἔγραψεν. ἔστι δὲ καὶ ἄλλως μὲν ἅπας στοχασμὸς ἀμφίβολον πρᾶγμα· μάλιστα δὲ ὅταν ἔτ᾿ ἀνθρώπου γνώμη ἠγνόηται. τὸ μὲν οὖν ὑδαρέστε- ρον πίνειν τὸν οἶνον καὶ θᾶσσον καὶ κατὰ πολλὸν εἰκότως ἂν εἰρῆσθαι δόξειεν ἐπὶ τῶν ἐμεῖν ἐθελόντων, εἴπερ γε καὶ τἀν- αντία τοῖς κατασχεῖν βουλομένοις καὶ πέψαι τὴν τροφὴν ἐστὶν ἐπιτήδεια, τό τε ἀκρατέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ. διὰ τί δ᾿ ὅλως τὰ πρὸς τὸ κατασχεῖν ἁρμόττοντα πρῶτα παρ- έλαβεν ἐπὶ τοῦ μέλλοντος ἐμεῖν ὀλίγον ὕστερον, οὐκ ἔχομεν εἰ- πεῖν τι πιθανόν. ἴσως δ᾿ ἐκείνῳ τῷ γράψαντι ταῦτα πιθα- νὸν ἐδόκει τὸ καὶ τῶν ἐξηγητῶν ἐνίοις ἀρέσκον. ἐπειδὴ βού- λεται μὴ καταλύεσθαι τὴν δύναμιν τῶν λεπτῶν ἀνθρώπων ὑπὲρ ὦν ταῦτα γράφει, διὰ τοῦτ᾿ οὖν πρώτην ἐκείνην ῥώννυ- σιν, εἶθ᾿ οὕτως ἐπὶ τὰ τὸν ἔμετον κινοῦντα παραγίνεται. ἀλλ᾿ εἰς τὸ ῥωσθῆναι τὴν δύναμιν αὐτάρκης ἦν ὁ ἐπὶ τῇ τῶν σι- τίων προσφορᾷ χρόνος. ἄλλο δὲ ἄλλῳ πιθανὸν, ὡς ἔφην, ἐστὶν, οὐκ ἀποτετμημένον, ὡς ἕν τι, καθάπερ τὸ ἀναγκαῖον, ὃ κατὰ τὰς ἐπιστημονικὰς ἀποδείξεις βεβαιοῦται. Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφε- ξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον ἢ διὰ πεντεκαίδεκα. οἱ δὲ πᾶν τοὐναντίον ποιέουσι. Καὶ τούτων τὸν λογισμὸν αὐτὸν ἔδει τὸν γράψαντα προστεθεικέναι μάλιστα, ἐπειδὴ καὶ χωρὶς διορισμοῦ περὶ τῶν δὶς ἐμούντων εἶπεν ἐν τῷ μηνί. τινὰς μὲν γὰρ ὁρῶ κενώσεως ἕνεκεν ἐμοῦντας, ὥσπερ καὶ νηστεύοντας ἄλλους ἐν τῷ μηνὶ μίαν ἡμέραν. ἐνίους δὲ τοῦ τὸν ἐνιζηκότα τῇ γα- στρὶ χυμὸν ἢ γλίσχρον ἢ παχὺν ἐκκαθᾶραι, κωλύει δ᾿ οὐ- δὲν ἀμφότερα ἐκ διαλείμματος αὐτὰ ποιεῖν, οὐκ ἐφεξῆς ἡμέ- ραις δύο. Ὁκόσοισι μὲν ἀνεπιτήδειον ἀπεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοί εἰσι, τουτέοισι πᾶσι ξυμφέρει πολλάκις τῆς ἡμέρης ἐσθίειν καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι καὶ οἴνους τε πίνειν δισσοὺς ἢ τρισσούς. ὁκόσοισι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσιν ἐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν. Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ σιτία τοῖς ἤτοι διαῤῥύψαι βουλομένοις τὴν κοιλίαν, ἢ κένωσιν μετρίαν ποιήσασθαι τοῦ παντός. ἀξιοῖ δὲ τούτους ἐσθίειν τε πολλάκις καὶ ποικίλα καὶ οἴνους πλείονας πίνειν. ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν βουλομένους, ὑγροτέρας τε τοῦ προσήκοντος ἔχοντας κοιλίας, ὡς ἐπισχέσεως δεῖσθαι, μήτε πο- λλάκις ἐσθίειν, μήτε πολυειδῆ σιτία τε καὶ οἴνους προσφέρεσθαι. τὸ μὲν γὰρ ἅπαξ φαγεῖν ἕν τι μονοειδὲς ἔνα τε πίνειν οἶνον εἰς τὸ κατα- σχεῖν αὐτὰ τὴν γαστέρα τε καὶ πέψαι συντελεῖ, τὰ δὲ ἐναντία πεφθῆναί τε δυσχερέστερα καὶ μεῖναι κατὰ τὴν γα- στέρα. παρὰ δὲ τὴν ποιότητα τῶν προσενηνεγμένων καὶ τὴν τάξιν τῆς προσφορᾶς, ἤτοι γ᾿ ἐπιπολάζειν αὐτὰ, ἢ ὑπέρ- χεσθαι κάτω συμβαίνει. Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν θερμῷ ὕδατι που- λὺν χρόνον καὶ πίνειν ὑδαρέστατον τὸν οἶνον διδόναι καὶ μὴ ψυχρὸν παντάπασι. τοῦτον δὲ διδόναι, ὃς ἥκι- στα τὴν γαστέρα μετεωρέει καὶ φῦσαν παρέξει. ταῦτα δὲ ποιέειν, ὅκως οἴ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσιν καὶ μείζονα γίνηται καὶ εὐχροώτερα. Αὐτὸς εἶπε τοὺς σκοποὺς τῆς εἰρημένης διαίτης. ἵνα γὰρ οἵ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσι καὶ μείζοα γίγνηται καὶ εὐχροώτερα. τὰ γὰρ ἐν ὕδατι θερμῷ βρεχό- μενα παιδία πλείονι χρόνῳ μαλακὰ διαμένει, τοῦτο δ᾿ εἰς τὸ μὴ σπᾶσθαι συντελεῖ. τοὺς γὰρ σπασμοὺς αὐτὸς ὁ Ἱπ- ποκράτης τοῖς ἐντεταμένοις σώμασι μᾶλλον γίγνεσθαί φησι τῶν ἀνιεμένων καὶ χαλαρῶν, αὔξεται δὲ τὰ μαλακὰ σώματα ῥᾷον, ἐπειδὴ καὶ πάντη τὴν διάστασιν εὐκολωτέραν ἴσχῃ. ὅτι δὲ τὰ μήτε σπασμοῖς ἁλισκόμενα καὶ καλῶς αὐξανόμενα τὴν ὅλην ἕξιν ὑγιεινὴν ἴσχει πρόδηλον παντί. τοῦτ᾿ οὖν αὐτῷ δεδήλωται δι᾿ ἑνὸς γνωρίσματος οὐ μικροῦ τῆς εὐχροίας. ἀλλὰ καὶ τὸν οἶνον ὑδαρῆ κελεύει πίνειν αὐτὰ, μὴ βουλό- μενος ὑπερθερμαίνεσθαι καὶ μάλιστα διὰ τὸ σπᾶσθαι πολ- λάκις αὐτὰ, ὃ πάλιν αὐτοῖς διὰ τὴν τῶν νεύρων ἀσθένειαν γίνεται καὶ τὴν ἀδηφαγίαν. διὰ τοῦτ᾿ οὖν αὐτὸς καὶ μὴ ψυχρὸν αὐτὰ πίνειν κελεύει. τὸ δὲ τοιοῦτον δεῖν εἶναι τὸν οἶνον, ὃς ἥκιστα φυσώδης ἐστὶν, ἅπασι κοινῇ συμφέρει τοῖς ἀνθρώποις, οὐ μόνον τοῖς νηπίοις. Τὰς δὲ γυναῖκας ὧδε χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ. καὶ γὰρ τὰ ξηρὰ σιτία ἐπιτηδειότερα πρὸς τὴν μαλθακό- τητα τῶν γυναικείων σαρκῶν καὶ τὰ πόματα ἀκρητέστερα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυητροφίας. Τὰς γυναῖκας ἀξιώσας διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ, ὁποῖός τέ ἐστιν οὗτος αὐτὸς ὑπέγραψεν. ἔχει δὲ ἀντιλο- γίαν ἡ δόξα τἀνδρός. εἰ μὲν γὰρ παρὰ φύσιν ἦν ταῖς γυ- ναιξὶν ὑγραῖς εἶναι, καθάπερ ἐπί τε τῶν δυσκράτων φύσεων καὶ τῶν νοσούντων ὑγρὸν νόσημα, καλῶς ἂν αὐτὰς ἐξήρα- νεν· ἐπειδὴ δὲ τοῦτο κατὰ φύσιν αὐταῖς ἐστι, φυλάττειν αὐτὸ χρὴ, πλὴν εἰ τὴν ὑγιεινήν ποτε συμμετρίαν ὑπερβαίη. ἀλλὰ τοῦτό γε κᾀπὶ τῶν ἀνδρῶν ἐσκοπούμεθα. καὶ γὰρ καὶ τούτοις ξηροτέροις μὲν εἶναι τῶν γυναικῶν κατὰ φύσιν ἐστίν. ἐπειδὰν δὲ τῆς προσηκούσης ξηρότητος ἐπὶ πλέον προέλθωσι, τότ᾿ αὐτῶν τὴν δυσκρασίαν ἐπανορθούμεθα διὰ τῶν ἐναντίων. Τοὺς γυμναζομένους χρὴ χειμῶνος καὶ τρέχειν καὶ παλαίειν, τοῦ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περιπα- τέειν δὲ πολλὰ κατὰ ψῦχος. Γυμνασίων διαφορὰς οἰκείων ταῖς ὥραις διδάσκει, τοῦ μὲν χειμῶνος θερμαίνειν καὶ ξηραίνειν δυναμένων, τοῦ δὲ θέρους ἔμπαλιν. Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τουτέους παλαίειν χρή. ὁκόσοι δ᾿ ἂν παλαίοντες κοπιῶσι, τουτέους χρὴ τρέχειν. οὕτω γὰρ ἂν ὁ ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος διαθερμαίνοιτο καὶ συνιστοῖτο καὶ διαναπαύοιτο μάλιστα. Εἰ οὕτως ἐγέγραπτο πάντα τοῖς δογματικοῖς ἰα- τροῖς, οὐκ ἂν εἶχον ἀφορμὴν πολυλογίας οἱ ἐξηγηταί. λέγω δ᾿ οὕτως ὡς προσθεῖναι τὴν αἰτίαν, δι᾿ ἣν ὧδέ πως ἐκέ- λευσε πράττειν ἡμᾶς, ὅπερ νῦν ἐποίησεν ὁ Πόλυβος. Ὁκόσους γυμναζομένους μάλιστα διάῤῥοιαι λαμβάνουσι καὶ τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε γυμνασίων ἀφαιρέειν, μὴ ἔλασσον τοῦ τρίτου μέρους καὶ τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι. δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται, ὥστε πέσσεσθαι τὸ πλῆ- θος τῶν εἰσιόντων σιτίων. ἔστω δὲ τουτέοισι τὰ σιτία ἄρτος ὡς ἐξοπτότατος ἐν οἴνῳ ἐντετριμμένος καὶ τὰ πό- ματα ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ περιπάτοισι μὴ χρεέσθωσαν ἀπὸ τοῦ σιτίου. μονοσιτέειν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνον, οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ κοιλίη καὶ τῶν εἰσιόντων ἐπικρατέοι. γίνεται δὲ ὁ τρό- πος οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων μάλιστα τοῖσι πυ- κνοσάρκοισιν, ὁκόταν ἀναγκάζηται ὁ ἄνθρωπος κρεηφαγέειν, τῆς φύσιος ὑπαρχούσης τοιαύτης. αἱ γὰρ φλέβες πυκνω- θεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων. Οὐ περὶ τῶν τῆς ὑγείας ἕνεκα γυμναζομένων ἔοικε ποιεῖσθαι τὸν λόγον νῦν, ἀλλὰ περὶ τῶν γυμναστικῶν τι μετιόντων ἐπιτηδευμάτων καὶ μήτε παύεσθαι τελέως αὐ- τοῦ δυναμένων μήτε εἰς πάνυ βραχὺ συστεῖλαι, διὰ τοῦτο αὐτῶν ἀφαιρεῖ τοῦ μὲν γυμνασίου τὸ τρίτον μέρος, τῶν δὲ σιτίων τὸ ἥμισυ. τοσοῦτο γὰρ ἐλπίζει κρατήσειν αὐτοῦ, ὡς μηκέτι ἀπεπτεῖν τε καὶ διαῤῥοΐζεσθαι. ὀρθῶς δ᾿ ἐποίη- σε κᾀνταῦθα προσγράψας αὐτῶν τὸν λογισμὸν, ᾦ χρώμενος αὐτά τε ταῦτα καὶ τὰ τούτοις εἰρημένα συνεβούλευσε. γίνε- ται γὰρ, φησὶν, ὁ τρόπος οὗτος τῆς διαῤῥοΐης τοῖσι πυκνο- σάρκοισι, ὅταν κρεηφαγεῖν ἀναγκάζωνται, δηλώσας ἐνταῦθα περὶ τῶν γυμναστικῶν εἶναι τὸν λόγον αὐτοῦ. κρεηφαγεῖν γὰρ ἀναγκάζουσι τούτους· εἶτ᾿ ἐφεξῆς φησιν, αἱ φλέβες πυ- κνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων. ἀσαφῶς δὲ εἶπε τοῦτο καὶ διὰ τοῦτο ἠναγκάσθησαν ὑπολα- βεῖν οἱ ἐξηγηταὶ τὸ τὰς πυκνωθείσας αὐτὸν λέγειν, ἀντὶ τοῦ σκληρὰς γινομένας καὶ δυσεπεκτάτους, ὡς μὴ παραδέ- χεσθαι τὴν τροφὴν καὶ σημαίνεσθαι τοῦτό φασιν, ἐκ τοῦ οὐκ ἀντιλαμβάνονται τῶν σιτίων, ἀλλὰ τοῦτό γε τὴν ἀνάδο- σιν μᾶλλον, οὐ τὴν πέψιν εἴωθε βλάπτειν, ὥστε διαχωρεῖν μὲν αὐτοὺς ὑγρὰ, οὐ μὴν ἄπεπτα. προείρηται δὲ ὑπ᾿ αὐ- τοῦ σιτώδη καὶ ἄπεπτα τοὺς τοιούτους διαχωρεῖν. ὁπόταν δὲ προσγράψαντος αὐτοῦ τὸν λογισμὸν, ᾧ πιστεύσας συνε- βούλευσεν ἅ συνεβούλευσεν, ὅμως ἀπορία τις ὑπολείπεται, τί χρὴ νομίζειν γίνεσθαι κατ᾿ ἐκείνους τῶν λόγων, ἐν οἷς οὐ προσέγραψε τὴν αἰτίαν ὧν κελεύει ποιεῖν ἡμᾶς. ἐγὼ δὲ εἰ μὲν μὴ προσεγεγράφει περὶ τῶν πυκνοσάρκων, ὡμολόγουν ἂν ἀπορεῖν παντάπασιν ὡς ἐπὶ πολλῶν ἄλλων, ἐν οἷς οὐδὲν τοιοῦτον προστεθέντος τοῦ συγγραφέως ἀποφαίνονται τολ- μηρότατοι τὸ ἐπελθὸν αὐτοῖς οἱ ἐξηγηταί. ἐπεὶ δὲ αὐτὸς ἐμνημόνευσε τῶν πυκνοσάρκων, ἀφορμὴν ἔδωκε τοῦ γράψαι τι καὶ αὐτοὺς χρήσιμον ἐπὶ τῶν τοιούτων φύσεων. ἀθροίζουσι γὰρ οὗτοι τάχιστα πλῆθος, ἐλλιπῶς διαπνεόμε- νοι καὶ διὰ τοῦτο τῆς ἀναδόσεως ἰσχομένης αὐτοῖς, ὑγρὰ μὲν πάντως γίνεται τὰ διαχωρήματα, ποτὲ δ᾿ οὐχ ὑγρὰ μόνον, ἀλλὰ καὶ λεπτὰ καὶ μάλιστα ἐπὶ τῶν ἀδηφαγούντων. ὅταν μὲν γὰρ ἀναδίδοταί τι τῶν καταποθέντων, ἑτοιμότερον ἡ γαστὴρ πέττει τὰ κατάλοιπα. διαμένοντος δὲ ἐν αὐτῇ τοῦ πλήθους τῶν σιτίων, ὅταν ποτὲ βαρύνηται πρὸς αὐτῶν, ἀποτρίβεται πάντα πρὶν πεφθῆναι. ἴσως δὲ καὶ διὰ τὴν σκληρότητα τῶν φλεβῶν ἡ τῆς τροφῆς ἀνάδοσις ἐκωλύετο, μὴ δυναμένων αὐτῶν ἐπὶ πλέον διαστείλασθαι, ἀλλὰ τήν γε τῶν τοιούτων φύσεων ἐπιμέλειαν ἐχρῆν αὐτὸν γεγραφέναι διὰ τῆς εἰς τοὐναντίον ἀγωγῆς. ἀραίωσίς τε γὰρ καὶ μά- λαξις ὅλης τῆς ἕξεως εἰσὶν οἱ σκοποὶ, διὰ μαλακῆς τρίψεως καὶ λίπους πολλοῦ ἐν ταῖς πυέλοις γινόμεναι. ὁ δέ γε πρὸς τὸ σύμπτωμα μόνον ἵσταται, παραλιπὼν αὐτοῦ τὴν οἷον ῥί- ζαν ἐκκόψαι. λέλεκται δὲ κατὰ τὴν προκειμένην ῥῆσιν καὶ τοῦτο αὐτῷ. δῆλον γὰρ ὅτι ἡ κοιλία συνθάλπειν οὐ δύνα- ται. καὶ μὴν εἴπερ ἀληθῶς ᾐτιάσατο τὴν πυκνότητα τῆς ἕξεως καὶ τὰς φλέβας οὐκ ἀντιλαμβανομένας τῆς τροφῆς, οὐκ ὀρθῶς αἰτιᾶται τὴν κοιλίαν. εἰ μέν τις αὐτῷ συγχω- ρήσειεν ἀληθεύειν ἐν τούτῳ, συγχωρήσειε καὶ τὴν ἐφεξῆς γεγραμμένην δίαιταν ὀρθῶς εἰρῆσθαι, τὸν ἔξοπτον ἄρτον καὶ τὸ ποτὸν εὔκρατον. ἔλαττον δὲ καὶ τὴν μονοσιτίαν καὶ τὸ μὴ περιπατεῖν ἐπὶ τοῖς σιτίοις. Ἐστὶ δὲ αὕτη μὲν ὀξείη ἡ φύσις καὶ τρέπεται ἐφ᾿ ἑκάτερα καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖσι τοιουτοτρό- ποισι τῶν σωμάτων. Ὀξεῖαν εἶπε τὴν τῶν πυκνοσάρκων φύσιν, ἐν ἴσῳ τῷ ταχείας ποιουμένην τὰς μεταβολάς. ἐπιφέρων γοῦν ἐρεῖ καὶ τρέπεται ἐφ᾿ ἑκάτερα, τουτέστιν ἐπί τε τὴν εὐεξίην καὶ τοὐναντίον. ἐφεξῆς δ᾿ ἔτι φησὶ, καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι τῶν σωμάτων. ἐδείχθη γὰρ ἐν τοῖς εἰς τοὺς ἀφορισμοὺς ὑπομνήμασιν ὅτι ἡ τῶν γυμναστικῶν εὐεξία μετὰ πληρώσεως αἵματός τε καὶ σαρκῶν τὴν ῥώμην φυλάττουσα τῶν φυσικῶν δυνάμεων. ἀλλ᾿ ὥσπερ ἐκεῖ τὴν ἐπ᾿ ἄκρον εὐεξίαν ἐδείκνυμεν εἶναι σφαλερὰν, οὐ ταχέως γιγνομένην ἐν τοῖς ἀραιοῖς σώμασιν, οὕτω καὶ ἐπὶ τῶν πυκνοσάρκων, ἐπεὶ τάχιστα γίνεται, διὰ τὸ δυσφόρητον ἀναγκαζομένη δηλονότι μεταπίπτειν εὐθέως ὀξεῖαν ποιεῖται τὴν γένεσιν καὶ τὴν λύσιν. Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεη- φαγίην δέχεται καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει καὶ χρονιώτεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι. Ὅτι τὰ δασύτερα τῶν σωμάτων ἀραιότερον ἔχει τό τε δέρμα καὶ τὸ σαρκῶδες γένος ἐμάθομεν ἐν τοῖς περὶ κρά- σεων. ταῦτ᾿ οὖν εἰκότως φησὶ καὶ τὴν κρεηφαγίαν ἀνέχε- σθαι μᾶλλον, ὡς ἂν διαπνεόμενα καὶ τὰς ταλαιπωρίας· ἧσ- σον γὰρ ἁλίσκεται κόποις. ἐμάθομεν καὶ τοῦτο ἐν τοῖς ὑγιεινοῖς. εἰ δὲ ταῦτα καὶ τὰς εὐεξίας ἕξει χρονιωτέρας, ὡς ἂν μὴ εἰς ἄκρον ἀφικνουμένας ἑτοίμως. Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστερέῃ καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν, ὡς ἀπέπτων τῶν σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων καὶ πλείω καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρό- νον. δῆλον γὰρ δὴ ὅτι ὑπ᾿ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλίη οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. Καλῶς ἐποίησεν ἐνταῦθα προσθεὶς αὐτὸς ἐπὶ τῷ τέ- λει. δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλία οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. ὡς πρὸς τοῦτον γὰρ ἀποβλέπων τὸν σκοπὸν, ἐκθερμαίνειν αὐ- τὴν πειρᾶται. καὶ κατὰ τοῦτο καθεύδειν τε πλείω χρόνον αὐτοῖς συμβουλεύει καὶ γυμνάζεσθαι, καὶ τὸν οἶνον ἀκρα- τέστερον πίνειν καὶ πλείονα καὶ τοῖς σιτίοις ἐλάττοσι χρῆ- σθαι κατ᾿ ἐκεῖνον τὸν χρόνον, καθ᾿ ὃν ἂν ἠπεπτηκότες τυγ- χάνωσιν, ὡς ἄν γε τῷ λοιπῷ γυμναζόμενοί τε καὶ κινού- μενοι καὶ πίνοντες τὸν οἶνον, ὡς εἰρήκαμεν, οὐδέν τι δέον- ται τῆς συμμέτρου ποσότητος τῶν σιτίων ἀφαιρεῖν. Ὁκόσους δὲ δίψαι λαμβάνουσιν, τουτέοισι τῶν τε σι- τίων καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν καὶ τὸν οἶνον πι- νόντων ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον. Νῦν μὲν οὕτως εἴρηται τὸ γνώρισμα τῶν θερμῶν φύ- σεων, ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν κατὰ τήνδε τὴν ῥῆ- σιν· ἐν θερμῷ φύσει ψυχρὸν ποτὸν ὕδωρ, ἐλινύειν. αὐ- τὸς γὰρ ὀνομάσας τὴν κρᾶσιν τοῦ σώματος ἐφεξῆς ἔγραψε τὴν δίαιταν ἦς χρῄζουσιν οἱ οὕτω διακείμενοι, κεφάλαιον μὲν ἔχουσαν τὴν ψύξιν. ἐν δὲ τῷ κεφαλαίῳ τούτῳ τῆς διαίτης τὰ δραστικώτερα, ἥ τε ὑδροποσία ἐστὶν καὶ ἡ ἀγυ- μνασία. κατὰ δὲ τὴν προκειμένην ῥῆσιν τὸ μὲν ἐλινύειν ἕτερον ὠνόμασεν, εἰπὼν καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν. ἀντὶ δὲ τοῦ πίνειν ὕδωρ γράψας καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον καὶ μοι δοκεῖ κάλλιον ἐνταῦθα παραινέσαι. τὸ γὰρ ὑδαρὲς πόμα καὶ ψυχρὸν οὐκ ἐστέρηται μὲν τοῦ ἐμψύχειν, προσείληφε δὲ καὶ τὰς ἐκ τοῦ οἴνου ὠφελείας. Ὁκόσοισι δὲ ὀδύναι γίγνονται ἐκ τῶν σπλάγχνων ἢ ἐκ γυ- μνασίης ἢ ἐξ ἄλλης τινὸς ὁδοιπορίης, τουτέοισι ξυμφέρει ἀναπαύεσθαι ἀσίτοισι. πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχι- στον εἰς τὸ σῶμα ἐσελθὸν, πλεῖστον οὖρον διάξει, ὅπως αἱ φλέβες, αἱ διὰ τῶν σπλάγχνων πεφυκυῖαι, μὴ κατατείνων- ται πληρώμεναι. ἐκ γὰρ τῶν τοιουτέων τὰ φύματα γί- νονται καὶ οἱ πυρετοί. Περὶ πασῶν δὲ τῶν ὑποθηκῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ τελέως διελήλυθα καὶ νῦν ὅσον ὑπομνήσεως ἕνεκα καθάπερ ἐν τοῖς ἔμπροσθεν, οὕτως καὶ κατὰ τήνδε τὴν ῥῆσιν εἰρήσεται. πολλοῖς γὰρ τῶν ἀπυρέτων ὀδύναι ἐπιγίνονται κατὰ τὰ σπλάγχνα καὶ μάλιστα κατὰ τὸ ἧπαρ. ὅταν ἐπὶ σιτίοις γυμνασάμενοι τύχωσιν ἢ λουσάμενοι, καὶ γίνεται τοῦτο διὰ στενοχωρίαν μὲν τῶν ἐν τῷ σπλάγχνῳ διεξόδων πάχος τε τῶν ἀναφερομένων χυμῶν. ἐμφραττόμε- νοι γὰρ καὶ ἐνισχόμενοι τοῖς στενοῖς πέρασι τῶν φλεβῶν, καθ᾿ ἃ ἡ μετάληψις γίνεται τοῦ αἵματος ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτὰ, κωλύουσι μὲν τὰς διεξόδους, διατεί- νουσι δὲ δηλονότι τὰς κατὰ τὰ σιμὰ τοῦ ἥπατος φλέβας, ἐφ᾿ αἷς οὕτω πασχούσαις ὀδυνῶνται χωρὶς τοῦ πυρέσσειν. ἀναπαύεσθαι δὲ τούτους χρὴ καθ᾿ ὃν ἂν ἀλγῶσι χρόνον καὶ πίνειν τι τῶν οὐρητικῶν καὶ τὸ ἧπαρ ἐκφραττόντων. ἂν γὰρ μὴ οὐρήσωσι, φύματα καὶ πυρετοὶ ταῖς τοιαύταις προ- φάσεσιν ἐπιγίνονται. Ὁκόσοισι δὲ αἱ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη πρῶτον ἴσχει τὴν κεφαλὴν καὶ οὐρέει θαμινὰ καὶ τἄλλα πάσχει ὁκόσα περ ἐπὶ στραγγουρίῃ, οὗτος ἐφ᾿ ἡμέρας ἐννέα τοῦτο πάσχει. καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται τῆς νούσου καὶ τῆς στραγγουρίης παύεται. οὐρέει δὲ ἀπόνως καὶ πουλὺ καὶ λευκὸν, ἔστ᾿ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ καὶ ἐκ τῆς κεφαλῆς ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι δὲ κλέπτεταί οἱ ἡ αὐγή. ἄνδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, συλλογισάμενον, ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἐκ τῆς ἑωϋτοῦ γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι. Εἰκότως ὑπωπτεύκασι ταύτην τὴν ῥῆσιν ἔνιοι δὲ καὶ τελείως κατεγνώκασιν, ὡς οὔτε Πολύβου γεγραφότος αὐτὴν οὔτε πολὺ μᾶλλον Ἱπποκράτους. ἥ τε γὰρ ἀρχὴ τοῦ λόγου παντάπασιν ἀδιόριστος, ἀξιοῦσα τὰς ἀπὸ τοῦ ἐγκεφάλου νάρκην τε καὶ στραγγουρίαν ἐπιφέρειν οὔτε εἴπερ ἡγήσαιτό τις αὐτὸν οὐ πάσας τὰς ἀπὸ τοῦ ἐγκεφάλου νόσους ἀποφαί- νεσθαι τοιαύτας ὑπάρχειν, ἀλλὰ μόνας ἐφ᾿ ὧν κατὰ τὰ ὦτα καὶ τὰς ῥῖνας ὕδωρ καὶ βλέννα ῥυεῖσα τὴν νόσον ἔπαυ- σεν, ἀληθὲς τὸ λεγόμενον, οὔτε γὰρ ἀεὶ φαίνεται τοῦτο γι- γνόμενον οὔθ᾿ ὡς ἐπὶ τὸ πολύ.