<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="prooemium"><head>ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ <lb/>ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΑΙ <lb/>ΓΑΛΗΝΟΥ
                            ΕΙΣΑΥΤΟ ΥΠΟΜΝΗΜΑ.</head><p><milestone unit="ed2page" n="91"/><milestone unit="ed1page" n="1"/>Προοίμιον Γαλήνου. Περὶ τῶν <lb/>καθ᾿
                            Ἱπποκράτην στοιχείων πάλαι ποθ᾿ ὑπόμνημα τῶν <lb/>ἑταίρων τινὶ πρὸς
                            ἀποδημίαν στελλομένῳ γράψας ἐπιδέδωκα, <lb/>τῆς ἐκείνου στοχαζόμενος
                            ἕξεως· ἅπερ οὖν ᾔδειν <lb/>αὐτὸν ἀκριβῶς ἐπιστάμενος, οὔτ᾿ ἀπέδειξα κατὰ
                            τὴν <lb/>ἀρχὴν τοῦ συγγράμματος οὔτ᾿ ἀνέμνησα καί περ εἰωθὼς <pb n="2"/>
                            οὕτω πράττειν, ὅταν κοινὸς ὁ λόγος ἅπασι τοῖς ἀναγνωσομένοις <lb/>αὐτὸν
                            ἔσεσθαι μέλλοι. φθάσαντος δ᾿ οὐκ οἶδ᾿ ὅπως <lb/>εἰς πολλοὺς ἐκπεσεῖν τοῦ
                            συγγράμματος, οὐκέθ᾿ ἕτερον ἐπ᾿ <lb/>αὐτῷ ποιεῖν ἔδοξέ μοι, καὶ τὴν
                            ἐξήγησιν τοῦ περὶ φύσιος <lb/>ἀνθρώπου βιβλίου διὰ τοῦτ᾿ ἀνεβαλλόμην,
                            ὅτι τὰ συνέχοντα <lb/>πάντα διὰ τοῦ προεκδοθέντος ὑπομνήματος, ὃ περὶ
                            τῶν καθ᾿ <lb/>Ἱπποκράτην στοιχείων ἐπιγέγραπται, σαφῶς ἐδέδεικτο. νῦν
                            <lb/>οὖν ἐπειδὴ καὶ αὐτοῦ τοῦ Ἱπποκρατείου συγγράμματος ἐξήγησιν <lb/>οὐ
                            μόνον τῶν ἀναγκαίων εἰς τὸ δόγμα λέξεων, ὡς <lb/>ἐν ἐκείνῳ πρότερον
                            ἐπεποιήμην, ἀλλ᾿ ἁπασῶν ἐφεξῆς, ἐδεήθησαν <lb/>οἱ ἑταῖροι παρ᾿ ἐμοῦ
                            λαβεῖν, ἀρχόμενος τῆς ἐξηγήσεως <lb/>ἐκεῖνα λέξω πρότερον, ὅσα παρέλιπον
                            εἰπεῖν ἐν ἀρχῇ <lb/>τοῦ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, <milestone unit="ed2page" n="92"/>ἐπειδὴ γινώσκειν <lb/>αὐτὰ τὸν ἑταῖρον
                            ἐπιστάμην. ἓν μὲν δὴ καὶ πρῶτόν <lb/>ἐστιν εἰπεῖν, ὅ τί ποτε σημαίνεται
                            πρὸς τοῦ τῆς φύσεως <lb/>ὀνόματος, ἀφ᾿ οὗ καὶ τῶν παλαιῶν φιλοσόφων
                            ἔνιοι <lb/>παρονομασθέντες ἐκλήθησαν φυσικοί. γενήσεται δ᾿ ἡμῖν <lb/>ὧν
                            ἕνεκεν λέγω τοῦτο δῆλον ἀναγνοῦσι τὰ περὶ φύσεως αὐτοῖς <pb n="3"/>
                            γεγραμμένα βιβλία. φαίνεται γὰρ ἐξηγούμενα τὴν πρώτην <lb/>οὐσίαν ὁποία
                            τίς ἐστιν, ἣν ἀγέννητόν τε καὶ ἀΐδιον εἶναί <lb/>φασιν, ὑποβεβλημένην
                            ἅπασι τοῖς γεννητοῖς καὶ φθαρτοῖς <lb/>σώμασι, τά θ᾿ ὑπάρχοντα κατὰ τὸν
                            ἴδιον λόγον ἑκάστῳ <lb/>τῶν γεννωμένων τε καὶ φθειρομένων, οἷς
                            γνωσθεῖσιν ἕπεται <lb/>καὶ ἡ τῶν ἄλλων γνῶσις, ὅσα μὴ κατὰ τὸν ἴδιον
                            λόγον <lb/>ἑκάστῃ τῶν κατὰ μέρος οὐσιῶν συμβαίνει. τελεία μὲν οὖν
                            <lb/>διδασκαλία τῆς ἑκάστου τῶν ὄντων φύσεως οὕτω γίγνεται· <lb/>κᾂν ἓν
                            δή τις ἢ δύο τῶν ὑπαρχόντων τινὶ διέρχηται καὶ <lb/>οὕτως εἰθισμένοι
                            λέγειν εἰσὶν οἱ ἄνθρωποι, ἐν ᾧ περὶ τῆς <lb/>τοῦ πράγματος φύσεως
                            ἀποφαίνεσθαί τι, καθάπερ καὶ ὁ <lb/>ποιητής. προειπὼν γὰρ</p><lg><l>Ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργειφόντης</l><l>Ἐκ γαίης ἀνελὼν, καί μοι φύσιν αὐτοῦ ἔδειξεν.</l></lg><p>ἐφεξῆς φησιν</p><l>Ῥίζην μὲν μέλαν ἔσχε, γάλακτι δὲ ἴκελον ἄνθος.</l><p>οὕτω δὲ καὶ οἱ περὶ τῶν βοτανῶν γράψαντες ἢ ὅλως περὶ <pb n="4"/> φυτῶν
                            ἐκδιδάσκουσι τὴν αἰσθητὴν αὐτῶν φύσιν, ὁποῖόν <lb/>ἐστιν ἕκαστον
                            ἁπτομένῳ καὶ γευομένῳ καὶ ὀσμωμένῳ καὶ <lb/>βλέποντι διηγούμενοι τίνα τ᾿
                            ἔχει δυνάμιν ἢ εἴσω τοῦ <lb/>σώματος λαμβανόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον.
                            ἐν τούτοις <lb/>γὰρ ἡ αἰσθητὴ φύσις ἑκάστου τῶν ὄντων ἐστίν. ἡ δὲ τούτων
                            <lb/>ἀνωτέρω καὶ πρώτη, περὶ ἧς ἐγώ τε προείρηκα καὶ <lb/>Πλάτων
                            ἐπίστασθαι συμβουλεύει τὸν βουλόμενον ὁτιοῦν <lb/>πρᾶγμα μεθόδῳ
                            μεταχειρίζεσθαι. παραγράψω δέ σοι καὶ <lb/>τὴν ῥῆσιν αὐτοῦ. ΣΩ. Ψυχῆς
                            οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι <lb/>οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ
                            ὅλου φύσεως; <lb/>ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι
                            <lb/>πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. <lb/>ΣΩ.
                            καλῶς γὰρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει <lb/>τὸν λόγον
                            ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ΦΑΙ. <lb/>φημί. ΣΩ. τὸ τοίνυν περὶ
                            φύσεως σκόπει τί ποτε λέγει <lb/>Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος, ἆρ᾿
                            οὐχ ὧδε; δεῖ διανοεῖσθαι <lb/>περὶ ὁτουοῦν φύσεως. πρῶτον μὲν εἰ ἁπλοῦν
                            ἢ <pb n="5"/> πολυειδές ἐστιν, οὗπερ βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ
                            <lb/>καὶ ἄλλους δυνατοὶ ποιεῖν. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ, <lb/>σκοπεῖν
                            τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ <lb/>δρᾷν ἔχον, ἢ τίνα
                            εἰς τὸ παθεῖν ὑπὸ τοῦ. ἐὰν δὲ πλείω <lb/>εἴδη ἔχῃ, ταῦτ᾿ ἀριθμησάμενον,
                            ὅπερ ἐφ᾿ ἑνὸς, τοῦτ᾿ ἰδεῖν <lb/>ἐφ᾿ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν,
                            ἢ τὸ τί παθεῖν <lb/>ὑπὸ τοῦ. αὕτη σοι καὶ ἡ τοῦ Πλάτωνος ῥῆσις ἐκ τοῦ
                            <lb/>Φαίδρου, διδάσκουσα τοῦ τε τῆς φύσεως ὀνόματος τὸ σημαινόμενον,
                            <lb/>ὅπως τε χρὴ μεθόδῳ τὴν οὐσίαν αὐτῆς ἐπισκοπεῖσθαι. <lb/>τοιαῦτα δ᾿
                            εὕροις ἂν ἅπαντα τὰ περὶ φύσεως <lb/>ἐπιγεγραμμένα βιβλία τῶν παλαιῶν
                            φιλοσόφων, Ἐμπεδοκλέους, <lb/>Παρμενίδου, Μελίσσου, Ἀλκμαίωνος,
                            Ἡρακλείτου. <lb/>τινὲς δ᾿ οὐχ ἓν, ἀλλὰ πλείονα βιβλία τῆς θεωρίας
                            ἐποιήσαντο <lb/>ταύτης. ἔνιοι δὲ καὶ πάνυ πολλὰ, καθάπερ Ἐπίκουρος.
                            <lb/>ἄρχεται γὰρ καὶ αὐτὸς ὥσπερ οὖν καὶ οἱ ἄλλοι <lb/>πάντες ἀπὸ τοῦ
                            ζητῆσαι πότερον ἕν τι καὶ ἁπλοῦν ἐστιν <lb/>οὗ τὴν φύσιν εὑρεῖν
                            ἐπιχειροῦμεν, ἢ σύνθετον ἔκ τινων <pb n="6"/> ἑαυτοῦ προτέρων ἁπλῶν,
                            ἅπερ οἱ μετ᾿ αὐτοὺς τοὺς παλαιοὺς <lb/>εἰθίσθησαν ὀνομάζειν στοιχεῖα.
                            καθάπερ ἐπὶ τῆς φωνῆς <lb/>οἱ γραμματικοὶ τέτταρα καὶ εἴκοσί φασιν εἶναι
                            στοιχεῖα, <lb/>
                            <milestone unit="ed2page" n="93"/>τουτέστιν ἁπλᾶ τε καὶ πρῶτα μόρια,
                            μηκέτι <lb/>εἰς ἄλλα διαιρεῖσθαι δυνάμενα, καθάπερ αἱ συλλαβαί· τῆς
                            <lb/>γοῦν στρα συλλαβῆς ἐστιν ἀφελόντι σοι τὸ πρῶτον στοιχεῖον <lb/>τὸ
                            σ, τὴν ὑπόλοιπον ἔχειν τὴν τρα μένουσαν ἔτι <lb/>συλλαβήν. οὕτω δὲ καὶ
                            εἰ αὐτῆς πάλιν τῆς τρα τὸ πρῶτον <lb/>ἀφέλῃς γράμμα τὸ τ, τὸ ταύτης
                            ὑπόλοιπον ἕξεις διαιρεῖσθαι <lb/>δυνάμενον τὴν ρα. οὐ μὴν τήν γε α
                            διαιρήσεις ἔτι <lb/>καὶ δείξεις ἐκ δυοῖν ἢ τριῶν φθόγγων, ὥσπερ ἄλλας
                            πολλὰς <lb/>συγκειμένην. ἀλλ᾿ ἔστιν εἷς αὐτῆς ἀδιαίρετος φθόγγος,
                            <lb/>οὐ κατὰ ποσὸν ἁπλῶς, ὡς ἑτέρωθι δεδείχαμεν ἡμεῖς τε καὶ <lb/>ἄλλοι
                            πολλοὶ τῶν φιλοσόφων, ἀλλὰ κατὰ μόνον τὸ εἶδος. <lb/>οὕτω δὲ καὶ οἱ τὰ
                            τέτταρα στοιχεῖα τῶν ἐν γενέσει καὶ <lb/>φθορᾷ σωμάτων εἶναι λέγοντες,
                            ἀέρα καὶ πῦρ καὶ γῆν καὶ <lb/>ὕδωρ, ἐπεὶ μηκέτι δυνατόν ἐστιν ἕκαστον
                            αὐτῶν εἰς εἴδη <lb/>πλείω τμηθῆναι, διὰ τοῦτο τῆς φυσιολογίας ἀρχὰς αὐτὰ
                                <pb n="7"/> τίθενται. πρώτη μὲν γάρ ἐστι σωμάτων ἐλαχίστων ἔννοια
                            <lb/>κατὰ ποσὸν, ἐφεξῆς δ᾿ ἄλλη δευτέρα κατὰ τὸ ποιὸν, ὡς <lb/>ἐπὶ τῶν
                            τῆς φωνῆς στοιχείων ἐδείχθη, καὶ διέστησάν γε <lb/>πρὸς ἀλλήλους οἱ
                            φυσικοὶ φιλόσοφοι. τινὲς μὲν κατὰ τὸ <lb/>ποσὸν ὑποτιθέμενοι τὰ στοιχεῖα
                            τῶν ἐν γενέσει καὶ φθορᾷ <lb/>σωμάτων ἐλάχιστα μόρια, τινὲς δὲ κατὰ τὸ
                            ποιόν. ἀλλὰ <lb/>περὶ μὲν τοῦ σημαινομένου πρὸς τῆς στοιχείου φωνῆς ἐν
                            <lb/>τῷ πρώτῳ περὶ τῶν ἰατρικῶν ὀνομάτων ἐπὶ πλεῖστον εἴρηται,
                            <lb/>καθάπερ γε καὶ περὶ τοῦ τῆς φύσεως ἐν τῷ πέμπτῳ. <lb/>νυνὶ δὲ οὐ
                            περὶ προσηγοριῶν ἢ σημαινομένων, ἀλλὰ περὶ <lb/>τῶν πραγμάτων αὐτῶν ὁ
                            λόγος ἡμῖν ἐστιν, <milestone unit="ed1page" n="2"/>ἐξ ὧν <lb/>ἐλαχίστων,
                            εἴτε κατὰ μέγεθος εἴτε κατ᾿ εἶδος, ἡ πρώτη <lb/>σύνθεσις γίνεται τῶν
                            γεννητῶν σωμάτων, ἅπερ Ἀριστοτέλης <lb/>καὶ ἡμεῖς ὀνομάζομεν ὁμοιομερῆ.
                            δευτέρα γὰρ ἐκ τούτων <lb/>ἄλλη σύνθεσις γίγνεται σωμάτων, ἃ καλοῦμεν
                            ὀργανικὰ, χειρὸς, <lb/>σκέλους, ὀφθαλμοῦ τε καὶ γλώττης καὶ πνεύμονος
                            καὶ <lb/>καρδίας, ἥπατός τε καὶ σπληνὸς καὶ νεφρῶν καὶ γαστρὸς <lb/>καὶ
                            μήτρας, ὅσα τ᾿ ἄλλα τοιαῦτα. σύγκειται γὰρ ἐκ τῶν <pb n="8"/> πρώτων καὶ
                            ὁμοιομερῶν, ἃ δὴ καὶ πρωτόγονα καλεῖν εἴωθεν <lb/>ὁ Πλάτων, ἡ πρώτη τῶν
                            τοιούτων ὀργάνων φύσις. <lb/>ὑπὲρ τούτων τῆς διαφορᾶς εἴρηται μὲν ἤδη
                            καὶ καθ᾿ ἕν <lb/>τι γράμμα, εἰρήσεται δὲ καὶ νῦν ἐπὶ κεφαλαίων, ἕνεκα
                            <lb/>σαφοῦς διδασκαλίας. ὁμοιομερὲς μέν ἐστιν ὀστοῦν καὶ χόνδρος
                            <lb/>καὶ σύνδεσμος, ὁμοιομερὲς δὲ καὶ ὑμὴν καὶ πιμελὴ <lb/>καὶ σὰρξ, ἥ
                            τε τῶν μυῶν ταῖς ἰσὶ περιπλαττομένη καὶ αὐταῖς <lb/>οὔσαις ὁμοιομερέσιν,
                            ἥ τ᾿ ἐν τοῖς σπλάγχνοις, ἣν δὴ <lb/>καὶ παρέγχυμα καλεῖν Ἐρασίστρατος
                            εἴωθεν. ἐδείχθη δ᾿ <lb/>εὐθὺς ἐν ἀρχῇ τῆς πραγματείας, ἐν ᾗ τὴν
                            θεραπευτικὴν <lb/>μέθοδον, ὁποία τίς ἐστιν, ἀπεδείκνυον, ἀδύνατον ὂν
                            ἐνδεικτικῶς <lb/>θεραπεύειν περὶ τῶν ὁμοιομερῶν σωμάτων ἄνευ <lb/>τοῦ
                            γνῶναι πότερον ἁπλοῦν ἕκαστον αὐτῶν ἐστιν, ἢ ἐκ <lb/>πλειόνων σύγκειται,
                            καὶ πότερον ἐκεῖνα κέκραται δι᾿ ὅλων, <lb/>ἢ ψαύει μόνον. ἐδείχθη δὲ καὶ
                            ὡς ἔνιοι τῶν ἰατρῶν, ὧν <lb/>ἐστι καὶ ὁ Ἐρασίστρατος, ἐξ ἡμίσεως μέρους
                            εἰσὶ δογματικοὶ, <lb/>τὰ μὲν τῶν ὀργανικῶν μορίων νοσήματα λογικῶς
                            θεραπεύοντες, <lb/>τὰ δὲ τῶν ὁμοιομερῶν ἢ οὐδ᾿ ὅλως, ἢ ἐμπειρικῶς. <pb n="9"/> οἱ πλεῖστοι δ᾿ αὐτῶν οὐδ᾿ ὅπῃ διαφέρει τὰ τῶν <lb/>ὀργανικῶν
                            νοσήματα τῶν ἐν τοῖς ὁμοιομερέσι γιγνομένων <lb/>ἐπίστανται, καθάπερ
                            οὐδὲ περὶ τοῦ καθ᾿ ἑκάτερον αὐτῶν <lb/>ἀριθμοῦ. ἀλλ᾿ ὑμεῖς γε, ὦ
                            ἑταῖροι, καὶ περὶ τῆς τῶν νοσημάτων <lb/>διαφορᾶς ἕν τι τῶν ἡμετέρων
                            ὑπομνημάτων ἔχετε <lb/>καὶ τῶν ἰαμάτων οὐ σμικρὰν πραγματείαν, ἣν
                            ἐπέγραψα <lb/>μέθοδον θεραπευτικήν. ἀλλὰ καὶ ταῦτα καὶ τὰ ἄλλα τὸν
                            <lb/>περὶ τῆς φύσεως τοῦ σώματος ἡμῶν ἀπαιτοῦσι λόγον, ὃς <lb/>ἐν τῷ
                            προκειμένῳ συγγράμματι διδάσκεται. <milestone unit="ed2page" n="94"/>διὸ
                            καὶ <lb/>θαυμάσειεν ἄν τις ἐκείνων, ὅσοι νομίζουσι τὸ περὶ φύσιος
                            <lb/>ἀνθρώπου βιβλίον οὐκ εἶναι τῶν γνησίων Ἱπποκράτους, <lb/>ἀλλ᾿, ὡς
                            αὐτοὶ καλεῖν εἰώθασι, νόθον, ἀπατηθέντες ἐκ τῶν <lb/>ἐν αὐτῷ
                            διεσκευασμένων τε καὶ παρεγγεγραμμένων, ὑπὲρ <lb/>ὧν ἐπὶ πλέον μὲν ἐν
                            αὐτοῖς τούτοις ἐπιδείξω τοῖς ὑπομνήμασιν, <lb/>ἀρκεῖ δὲ νῦν ἐρεῖν ὅσα
                            κᾀν τῷ γνησίῳ ἢ καὶ νόθῳ <lb/>Ἱπποκράτους συγγράμματι εἴρηται, κατὰ
                            λέξιν οὕτως ἔχοντα. <lb/>τούτου τοῦ βιβλίου τὸ μὲν κατὰ τὸ ἓν γράμμα
                            μέρος τὸ <lb/>πρῶτον εἰς διακοσίους καὶ τεσσαράκοντα στίχους ἐξήκει, <pb n="10"/> δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ
                            <lb/>μὲν ζώων σώματα γεγονέναι, μετὰ τοῦ καὶ διδάξαι περὶ <lb/>τῆς τῶν
                            χυμῶν φύσεως, τὸ δὲ ἀπὸ τοῦδε ποικίλον τ᾿ <lb/>ἐστί. τὸ μὲν γὰρ πρῶτον
                            αὐτοῦ μέρος διακρίνει τὰς σποραδικὰς <lb/>ὀνομαζομένας νόσους ἀπὸ τῶν
                            ἐπιδημιῶν γε καὶ <lb/>λοιμωδῶν, ἰδίαν τε θεραπείαν ἑκατέρου τοῦ γένους,
                            ἐν τῷ <lb/>καθόλου διδάσκει. τὸ δὲ μετ᾿ αὐτὸ ἀνατομὴν φλεβῶν διέρχεται.
                            <lb/>κᾄπειτα περὶ νοσημάτων ἐστὶ ποικίλη διδασκαλία <lb/>καὶ μετὰ ταῦτα
                            ὑγιεινὴ δίαιτα πρὸς ἰδιώτας γεγραμμένη. <lb/>κᾄπειτ᾿ ἐφεξῆς ὅπως ἄν τις
                            τοὺς παχυτάτους ἀνθρώπους <lb/>λεπτύνειεν, ἢ τοὺς λεπτοτάτους
                            σαρκώσειεν, οἷς ἔζευκται <lb/>διδασκαλία περὶ ἐμέτων. εἶτά τις ὑπογραφὴ
                            διὰ βραχέων <lb/>διαίτης παιδίων καὶ μετὰ ταῦτα γυναικῶν, εἶτα τῶν
                            γυμναζομένων, <lb/>εἶτ᾿ ἐπὶ τέλει πρόσκειται διὰ στίχων ὡς δέκα,
                            <lb/>περὶ τῶν ἐγκεφάλου νόσων εἰκῇ καὶ ὡς ἔτυχε προσεῤῥιμμένων.
                            <lb/>εὔδηλον οὖν ὅτι τὸ μὲν ὅλον βιβλίον ἐκ πολλῶν <lb/>διεσκεύασται καὶ
                            σύγκειται σχεδὸν εἰς ἑξακοσίους στίχους <lb/>ἢ βραχύ τι ἧττον
                            ἐκτεταμένον. ἔχει δὲ τὸν μὲν πρῶτον <pb n="11"/> λόγον, ἔνθα περὶ τῶν
                            στοιχείων καὶ τῶν χυμῶν διέρχεται, <lb/>παντοίως ἐχόμενον τῆς
                            Ἱπποκράτους τέχνης. ὥσπερ γε καὶ <lb/>τὸν δεύτερον, τὸν διακριτικὸν τῶν
                            ἐπιδημιῶν τε καὶ σποραδικῶν <lb/>νοσημάτων. τὸν δὲ περὶ τῆς τῶν φλεβῶν
                            ἀνατομῆς <lb/>ἐναργῶς παρεγκείμενον ἔχει μοχθηρὸν ὅλον. οὔτε <lb/>γὰρ
                            τοῖς φαινομένοις ὁμολογεῖ καὶ τοῖς ἐν τῷ δευτέρῳ τῶν <lb/>ἐπιδημιῶν
                            εἰρημένοις μάχεται. τῶν δ᾿ ἑξῆς τὰ μὲν παρέγκειται, <lb/>περὶ ὦν ὅτ᾿
                            ἐξηγούμεθά σοι τὸ βιβλίον, ἀκριβωθήσεται· <lb/>τὰ δέ ἐστιν ἀξιόλογα καὶ
                            διὰ βραχέων καλῶς εἰρημένα <lb/>καὶ τῆς Ἱπποκράτους ἐχόμενα τέχνης,
                            ὥσπερ ὅσα <lb/>περὶ τῆς ὑγιεινῆς διαίτης εἴρηται. τὸ μὲν ὅλον τὸ βιβλίον
                            <lb/>ἐκ τούτων σύγκειται, τὸ δὲ πρῶτον αὐτοῦ μέρος ἁπάσης <lb/>τῆς
                            Ἱπποκράτους τέχνης ἔχει τὴν οἷον κρηπῖδα, διὸ καὶ <lb/>θαυμάζειν ἔφην
                            ἐνίων ἀποξενούντων αὐτὸ τῆς τοῦ Ἱπποκράτους <lb/>ἐννοίας. οἱ πλεῖστοι
                            μὲν γὰρ τῶν γνόντων Ἱπποκράτειον <lb/>τέχνην τοῖς γνησίοις αὐτὸ
                            συγκαταριθμοῦσι, νομίζοντες <lb/>τοῦ μεγάλου Ἱπποκράτους σύγγραμμα,
                            τινὲς δὲ <lb/>Πολύβου τοῦ μαθητοῦ τε ἅμα καὶ διαδεξαμένου τὴν τῶν <pb n="12"/> νέων διδασκαλίαν, ὃς οὐδὲν ὅλως φαίνεται μετακινήσας τῶν
                            <lb/>Ἱπποκράτους δογμάτων ἐν οὐδενὶ τῶν ἑαυτοῦ βιβλίων, <lb/>ὡσπερ οὐδὲ
                            Θεσσαλὸς ὁ αὐτοῦ υἱὸς, θαυμάσιος μὲν ἀνὴρ <lb/>καὶ οὗτος γενόμενος, ἀλλ᾿
                            οὐ καταμείνας ἐν τῇ πατρίδι καθάπερ <lb/>ὁ Πόλυβος. Ἀρχελάῳ γὰρ τῷ
                            Μακεδονίας βασιλεῖ <lb/>συνεγένετο. πεπιστεύκασι μὲν οὖν, ὡς ἔφην, καὶ
                            ἄλλοι σχεδὸν <lb/>ἄπαντες ἰατροὶ, πλὴν ὀλίγων δή τινων, Ἱπποκράτους
                            <lb/>εἶναι τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον, οὐκ ἀγνοεῖ δὲ οὐδὲ
                            <lb/>Πλάτων αὐτός. γράφει γοῦν ἐν Φαίδρῳ προγεγραμμένην <lb/>ῥῆσιν
                            ὀλίγον ἔμπροσθεν, ἦς ἡ ἀρχὴ, ΣΩ. Ψυχῆς οὖν φύσιν <lb/>ἀξίως λόγου
                            κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς <lb/>τοῦ ὅλου φύσεως; ΦΑΙ. εἰ μὲν
                            οὖν Ἱπποκράτει τῷ τῶν <lb/>Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ τοῦ
                            σώματος <lb/>ἄνευ τῆς μεθόδου ταύτης. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀναγνόντας
                            <lb/>τοὺς εἰκῆ φλυαροῦντας ἐπισκέψασθαι τίνι τῶν βιβλίων
                            <lb/>Ἱπποκράτους ἡ ὑπὸ Πλάτωνος ἐπαινουμένη μέθοδος <lb/>
                            <milestone unit="ed2page" n="95"/>γέγραπται. φανεῖται γὰρ οὐ καθ᾿ ἓν
                            ἄλλο παρὰ τὸ <lb/>προκείμενον ἡμῖν σύγγραμμα τὸ περὶ φύσιος ἀνθρώπου.
                                <pb n="13"/> ἔπειτα δὲ καὶ τῶν ἄλλων ἕκαστον ὦν ὁ Πλάτων διῆλθεν,
                            <lb/>ἃ κᾀγὼ διά τε τῶν περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων <lb/>ἐδίδαξα
                            καὶ νῦν οὐχ ἦττον ἔρχομαι δείξων, ἐπειδήπερ ὑμῖν <lb/>οὕτως ἔδοξεν.
                            ἐκεῖνο δ᾿ οὖν ἔτι προσθεὶς τῷ λόγῳ πρὸς <lb/>τὴν ἐξήγησιν ἀφίξομαι τῶν
                            ἐν τῷ βιβλίῳ ῥήσεων· ἐκπεσόντος <lb/>εἰς πολλοὺς τοῦ γραφέντος μοί ποτε
                            βιβλίου περὶ <lb/>τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, ἐπαινεθέντος τε πρὸς
                            <lb/>ἁπάντων τῶν πεπαιδευμένων, ὀλίγοι τινὲς τῶν ἀπαιδεύτων, <lb/>ὅσοι
                            τῶν μὲν ἐν αὐτῷ γεγραμμένων ἀποδείξεων οὐδεμίαν <lb/>ἠδυνήθησαν ἐλέγξαι,
                            καίτοι γ᾿ ἐπιχειρήσαντες, ἀπεπνίγοντο <lb/>δὲ ὑπὸ τοῦ φθόνου, τοῦτο
                            ᾠήθησαν ἱκανὸν εἶναι πρὸς διαβολὴν, <lb/>ὡς οὐκ ἔστιν Ἱπποκράτους αὐτοῦ.
                            τὸ σύγγραμμα <lb/>τοίνυν ἔστω μήθ᾿ Ἱπποκράτους μήτ᾿ αὐτοῦ Πολύβου, μηδ᾿,
                            <lb/>εἰ βούλοιντο, γεγράφθω τὴν ἀρχήν τι σύγγραμμα περὶ φύσιος
                            <lb/>ἀνθρώπου, δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ <lb/>καὶ ὑγροῦ τὰ
                            σώμαθ᾿ ἡμῶν γεγονέναι. εἰ γὰρ καὶ τοῦτ᾿ <lb/>αὐτοῖς χαρισόμεθα, τό γε ἐκ
                            τούτων συγκεῖσθαι τὰ σώμαθ᾿ <lb/>ἡμῶν, Ἱπποκράτους ἐστὶ δόγμα. φαίνεται
                            γὰρ ἐν τοῖς <pb n="14"/> γνησιωτάτοις ἑαυτοῦ βιβλίοις οὐ μόνον τὰς τῶν
                            νόσων διαφορὰς <lb/>ἀκολούθως ταῖς ἀρχαῖς ταύταις <milestone unit="ed1page" n="3"/>ποιούμενος, <lb/>ἀλλὰ καὶ τοὺς τῶν ἰάσεων
                            τρόπους ἐντεῦθεν εὑρίσκων. τὰ <lb/>νοσήματα μὲν γὰρ αὐτῶν κατὰ τὸ θερμόν
                            τε καὶ ψυχρὸν, <lb/>ὑγρόν τε καὶ ξηρὸν ἀλλήλων διαφέρει. ἡ θεραπεία δὲ
                            γίγνεται <lb/>τῶν μὲν θερμῶν ψυχομένων, τῶν δ᾿ ὑγρῶν ξηραινομένων,
                            <lb/>ὥσπερ γε καὶ τῶν μὲν ψυχρῶν θερμαινομένων, τῶν <lb/>δὲ ξηρῶν
                            ὑγραινομένων. ἔτι τε τούτων ἔμπροσθεν αὐτῶν <lb/>τῶν κατὰ τοὺς ἀνθρώπους
                            φύσεων τὰς μὲν θερμὰς ἡγεῖται, <lb/>τὰς δὲ ψυχρὰς, τὰς δὲ ὑγρὰς, τὰς δὲ
                            ξηρὰς, ἡλικίας <lb/>τε ὡσαύτως καὶ χώρας κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλων
                            <lb/>διαφέρειν ὑπολαμβάνει, μηδὲν τούτων Ἐρασιστράτου ποτὲ
                            <lb/>φθεγξαμένου, καθάπερ οὐδὲ ἄλλου τινὸς, ὅσοι τὸ θερμὸν
                            <lb/>ἐπίκτητον, οὐ σύμφυτον εἶναι νομίζουσιν. οὕτω δὲ καὶ τἄλλα
                            <lb/>πάντα τὰ κατὰ μέρος ὁ μὲν Ἱπποκράτης εἰς τὰς ἀρχὰς <lb/>ταύτας
                            ἀναφέρει, οὐ φυλάττει δ᾿ Ἐρασίστρατος, ὡς διὰ <lb/>τοῦτο καὶ τῶν φυσικῶν
                            ἔργων ἀνεπιζήτητα καταλιπεῖν ἔνια, <lb/>καθάπερ ἐδιδάξαμεν ἐν τοῖς τῶν
                            φυσικῶν δυνάμεων ὑπομνήμασι. <pb n="15"/> ἐπεὶ δὲ οἱ πᾶσι λωβώμενοι τοῖς
                            καλοῖς ἐγκαλοῦσι <lb/>τῷ μήκει τοῦ λόγου, πάντα μᾶλλον ἢ ὑπομνήματα
                            <lb/>γράφειν ἡμᾶς εἰπόντες, ἔγνωκα καὶ ταύτην αὐτῶν ἀποκόψαι <lb/>τὴν
                            ἐπήρειαν, ἰδίαν γράψας ἑτέραν πραγματείαν, ἐν <lb/>ᾗ δείξω τὴν αὐτὴν
                            δόξαν Ἱπποκράτει ἐμὲ διαφυλάττοντα, <lb/>τῇ κατὰ τὸ περὶ φύσεως ἀνθρώπου
                            γεγραμμένῃ καὶ κατὰ <lb/>τὰ ἄλλα πάντα συγγράμματα. οἶδα δὲ πάλιν ὥσπερ
                            ἐν <lb/>ἅπασι τοῖς ἀποδεικνυομένοις ὑφ᾿ ἡμῶν, οἱ βάσκανοι διαβάλλειν
                            <lb/>αἰδεσθέντες τὰ πρὸς ἁπάντων ἐπαινούμενα, μέμφονταί <lb/>τινα
                            θεωρήματα τῶν κοινωνούντων αὐτοῖς, οὕτω <lb/>καὶ νῦν πράξοντας αὐτούς.
                            ἐπὶ μὲν γὰρ τῶν γραφησομένων <lb/>βιβλίων ἐροῦσι χρῆσθαι μὲν ὄντως
                            Ἱπποκράτην σκοποῖς <lb/>στοιχειώδεσι, τῷ θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ
                            <lb/>ὑγρῷ, οὐ μήν γ᾿ ἀληθῶς ὑπολαμβάνειν αὐτόν. ὅταν δ᾿ ἀποδεικνύῃ
                            <lb/>πάλιν, ἐκ τούτων τὰ σώμαθ᾿ ἡμῶν συγκεῖσθαι, μὴ <lb/>δοκεῖν
                            Ἱπποκράτει τοῦτο ἐροῦσιν, οὐ γὰρ εἶναι τὸ περὶ <lb/>φύσεως ἀνθρώπου
                            βιβλίον Ἱπποκράτους. ὥσπερ οὖν ἐκεῖνοι <lb/>κακουργοῦντες οὐ παύονται,
                            οὕτω καὶ ἡμεῖς μεμνῆσθαι τῶν <pb n="16"/> προκειμένων ἐν ἑκάστῳ τῶν
                            ὑπομνημάτων ἀναμιμνήσκειν αὐτοὺς <lb/>καὶ μήθ᾿ ὅταν ἀποδεικνύωμεν
                            Ἱπποκράτην κατὰ πάντα <lb/>τὰ συγγράμματα θεμέλιον τῆς ἑαυτοῦ τέχνης
                            τιθέμενον ἐν <lb/>τῇ περὶ τῶν εὑρημένων στοιχείων ἐπιστήμῃ, <milestone unit="ed2page" n="96"/>καταλιπόντες <lb/>τοῦτο, περὶ τῆς ἀληθείας
                            αὐτῶν ζητῶσι, μήθ᾿ <lb/>ὅταν περὶ τῆς ἀληθείας ζητῶμεν, ἢ καὶ
                            ἀποδεικνύωμεν, <lb/>ἀποχωρείτωσαν ἐπὶ τὴν περὶ τῆς γνώμης αὐτοῦ σκέψιν,
                            <lb/>ἀλλ᾿ ἰδίᾳ μὲν εἰ ἀληθὴς ὁ περὶ τῶν στοιχείων λόγος ἐξεταζέτωσαν,
                            <lb/>ἰδίᾳ δὲ, εἰ ταῦθ᾿ Ἱπποκράτης ἐτίθετο στοιχεῖα. <lb/>δυοῖν οὖν
                            ὄντοιν τούτοιν τοῖν προβλημάτοιν, τὸ πρότερον <lb/>ἔν τε τῷ περὶ τῶν
                            καθ᾿ Ἱπποκράτην στοιχείων κᾀν τῷ <lb/>νῦν προκειμένῳ λόγῳ σκοπείτωσαν.
                            ἐκ περιουσίας δὲ κατὰ <lb/>τὴν ἀκολουθίαν τοῖς οὐκ ἀσυνέτοις φαίνεται τὰ
                            αὐτὰ τιθέμενος <lb/>ἀεὶ στοιχεῖα, τό τε βιβλίον τὸ νῦν ἡμῖν προκείμενον
                            <lb/>αὐτὸς γράψας. </p></div></div></div></body></text></TEI>