<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="9"><quote type="lemma" n="10">Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν αὐτέου γίνεσθαι
                            μὴ <lb/>ἀφ᾿ ἑνός. πῶς γὰρ ἕν γε ἐόν τι γεννήσειεν ἄλλο, εἰ μή <lb/>τινι
                            μιχθείη;</quote><p>Ὁ μὲν οὖν Ἱπποκράτης ἀεὶ τοῖς ἐναργῶς φαινομένοις <pb n="44"/> ἀκολουθεῖ·
                            διὰ τοῦτο καὶ νῦν ἔφη μηδὲν ἀφ᾿ ἑνὸς γεννᾶσθαι <lb/>χωρὶς τοῦ δεηθῆναί
                            τινος ἔξωθεν ἑτέρου καὶ τούτου <lb/>συμμέτρως ἔχοντος τῆς πρὸς αὐτὸ
                            κράσεως. ἔνιοι δὲ τῶν <lb/>φυσικῶν ὀνομασθέντων φιλοσόφων οὐκ οἶδ᾿ ὅπως
                            ἐτόλμησαν <lb/>ἀποφήνασθαι δόξαν ἀλλόκοτον, ἅπασαν ἀνατρέπουσαν <lb/>τὴν
                            φυσικὴν θεωρίαν. ὁ ἓν γὰρ εἶναι τὸ πὰν εἰπὼν ἀναιρεῖ <lb/>τῷ λόγῳ
                            γένεσιν ἅπασαν. εἴπερ γὰρ ἓν τὸ γενόμενον <lb/>οὐκ ἦν ἔμπροσθεν, ὥσπερ
                            οὐδὲ ἔσεται μικρὸν ὕστερον. οὔτε <lb/>γὰρ ὁ Θαλῆς οὔθ᾿ ὁ Μέλισσος οὔθ᾿ ὁ
                            Ἡράκλειτος ἔμπροσθεν <lb/>ἦσαν, ἢ νῦν εἰσιν. ἆρ᾿ οὖν ἀληθῶς ἄν τις εἴποι
                            <lb/>μὴ γεγονέναι τούτους τοὺς ἄνδρας, ἢ ἐγένοντο μὲν καὶ ἔζησαν
                            <lb/>ἔτεσιν οὐκ ὀλίγοις <milestone unit="ed1page" n="8"/>ἕκαστος, οὐκ
                            ἦσαν δὲ καθ᾿ <lb/>ὃν ἔζων χρόνον, ἢ τὸ μὲν εἶναι κατ᾿ ἐκεῖνον τὸν χρόνον
                            <lb/>αὐτοὺς συγχωρήσομεν, ὄντας δὲ οὐκ εἶναι φήσομεν ἡνίκ᾿ <lb/>ἦσαν;
                            καὶ μὴν εἴπερ ὄντας τις αὐτοὺς ὁμολογήσει, ὁμολογήσει <lb/>καὶ
                            γεγονέναι. πῶς δὲ πλάτανος καὶ λίθος καὶ λέων <lb/>οὐκ ἦσαν πάλαι
                            γένεσιν ἔχοντα καὶ φθοράν; εἴπερ δέ ἐστι <lb/>γένεσις τοῦ πρότερον οὐκ
                            ὄντος, ἀναγκαῖον αὐτὴν ἔκ τινος <pb n="45"/> ὑποκειμένης οὐσίας
                            γενέσθαι. ταύτην δ᾿ ὁρῶμεν οὐ δυναμένην. <lb/>αὐτὴν καθ᾿ αὑτὴν μόνην
                            ὁτιοῦν γεννῆσαι. τὰ γοῦν <lb/>τῶν φυτῶν σπέρματα καὶ ὑγρότητος καὶ
                            θερμασίας συμμέτρου <lb/>τῆς ἔξωθεν δεῖται πρὸς τὸ γεννῆσαί τι. μόνον
                            γὰρ <lb/>εἴπερ ἐπεφύκει γεννᾷν τὸ σπέρμα, μηδενὸς ἄλλου προσδεόμενον
                            <lb/>ἔξωθεν, οὐκ ἂν διέμεινεν οὐδὲ ἐν ἐλαχίστῳ χρόνῳ <lb/>χωρὶς τοῦ
                            γεννᾷν, ἀλλ᾿ εὐθὺς ἂν ἐφύετο. φαίνεται δὲ διαμένοντα <lb/>πολλάκις οὐ
                            μῆνας μόνον, ἀλλὰ καὶ ἐνιαυτοὺς οὐκ <lb/>ὀλίγα τῶν σπερμάτων· οὐ γὰρ ἐξ
                            ἑαυτῶν μόνον ἔχει τὸ <lb/>γεννᾷν, ἀλλὰ δεῖταί τινος ἔξωθεν ἐπικουρίας
                            καὶ ταύτης <lb/>
                            <milestone unit="ed2page" n="106"/>οὐ κατὰ θίξιν ἁπλῆν γιγνομένης, ἀλλὰ
                            κατά τινα <lb/>τοῦ ψαύοντος δύναμιν, εἴσω διαδιδομένην εἰς ὅλον τὸ
                            ψαυόμενον. <lb/>εἴ γε δι᾿ ὅλου φαίνεται τὴν ἀλλοίωσιν ἴσχον ἐν ταῖς
                            <lb/>γενέσεσι τὸ σπέρμα, κατά τε τὰ δένδρα καὶ τὰς πόας καὶ <lb/>τὰ ὅλα
                            φυτὰ, πολὺ δὴ μᾶλλον ἐπὶ τῶν ζώων ἐναργῶς φαίνεται, <lb/>μήτ᾿ ἐξ ἄῤῥενος
                            μόνου μήτ᾿ ἐκ θήλεως ἄνευ τοῦ <lb/>μιχθῆναι δυνάμενόν τι γενέσθαι. </p></div></div></div></body></text></TEI>