<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="8"><quote type="lemma" n="9"><milestone unit="ed2page" n="105"/>Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν
                            ἄνθρωπον εἶναι <lb/>καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ ταῦτα
                            ἐόντα <lb/>ὁμοίως καὶ νέου ἐόντος καὶ γέροντος καὶ τῆς ὥρης ψυχρῆς <pb n="43"/> ἐούσης καὶ θερμῆς καὶ τεκμήρια παρέξω καὶ ἀνάγκας
                            <lb/>ἀποφανῶ, δι᾿ ἃς ἂν ἕκαστον αὔξηταί τε καὶ φθίνῃ <lb/>ἐν τῷ
                            σώματι.</quote><p>Δείξειν ἐπαγγέλλεται διὰ παντὸς μὲν ἐν τῷ σώματι <lb/>περιεχόμενα τὰ πρὸς
                            αὐτοῦ τιθέμενα στοιχεῖα, κατὰ τὰς <lb/>ἡλικίας καὶ τὰς ὥρας αὔξησίν τε
                            καὶ φθίσιν, ὅπερ ἐστὶ <lb/>μείωσιν ἴσχοντα. κατὰ τὸν νόμον μὲν οὖν ἐστι
                            τὸ πρὸς <lb/>τῶν ἀνθρώπων νομιζόμενόν τε καὶ δοξαζόμενον, οὕτως εἰωθότων
                            <lb/>ὀνομάζειν τῶν παλαιῶν. κατὰ φύσιν δὲ τὸ κατ᾿ <lb/>αὐτὴν τῶν
                            πραγμάτων τὴν ἀλήθειαν. </p></div></div></div></body></text></TEI>