<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="7"><quote type="lemma" n="8">Ἀξιῶ δ᾿ ἔγωγε τὸν φάσκοντα αἷμα μοῦνον εἶναι τὸν
                            ἄνθρωπον <lb/>καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα <lb/>τὴν
                            ἰδέην, μηδὲ γίγνεσθαι παντοῖον. ἀλλ᾿ ἢ ὥρην <lb/>τινὰ τοῦ ἐνιαυτοῦ, ἢ
                            τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν <lb/>ᾖ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ
                            ἀνθρώπῳ. εἰκὸς <lb/>γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται
                            αὐτὸ <lb/>ἐφ᾿ ἑωυτῷ ἓν ἐόν. καὶ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος
                            <lb/>φλέγμα εἶναι τὸν ἄνθρωπον καὶ περὶ τοῦ χολὴν
                            <lb/>φάσκοντος.</quote><pb n="42"/><p>Ἔτι καὶ νῦν ἀντιλέγει πρὸς τοὺς ἓν εἶναι φάσκοντας <lb/>τὸν ἄνθρωπον,
                            ὅπερ ἔξ ἀρχῆς ἔφην αὐτῷ προκεῖσθαι. καὶ <lb/>πρώτους δὲ ἐλέγχει τοὺς
                            αἷμα φάσκοντας αὐτὸν εἶναι. μάλιστα <lb/>μὲν γὰρ ἐχρῆν, φησὶ, τοὺς
                            ὑγιαίνοντας ἀνθρώπους <lb/>αἷμα μόνον ἔχειν ἐν τῷ σώματι, χωρὶς χολῶν τε
                            καὶ φλέγματος, <lb/>εἴπερ ἡ φύσις αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι.
                            <lb/>ἔπειτα δὲ εἰ καὶ συγχωρηθείη πότ᾿ ἐπικτᾶσθαι χολὴν καὶ <lb/>φλέγμα
                            καὶ ἡλικίαν μίαν τινὰ, ἢ ὥραν τοῦ ἔτους εὑρίσκεσθαι, <lb/>καθ᾿ ἣν αἷμα
                            μόνον ἐστὶν ἐν τῷ σώματι χωρὶς τῶν <lb/>ἄλλων χυμῶν. ὡσαύτως δὲ ἐλέγχων
                            καὶ τοὺς ἤτοι χολὴν <lb/>ἢ φλέγμα φάσκοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ
                            ἐστὶ τὸ <lb/>κατὰ φύσιν εἶναι αὐτὸ μόνον, ἡγουμένους δὲ ἐν τούτῳ καὶ
                            <lb/>τὴν πρώτην γένεσιν ἐκ τούτου τοῦ χυμοῦ γεγονέναι. </p></div></div></div></body></text></TEI>