<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="6"><quote type="lemma" n="7">Νυνὶ δὲ πολλὰ, πολλὰ γὰρ ἐστιν ἐν τῷ σώματι
                            ἐνεόντα, ἃ <pb n="38"/> ὁκόταν ὑπ᾿ ἀλλήλων παρὰ φύσιν θερμαίνηταί τε καὶ
                            ψύχηται, <lb/>ξηραίνηταί τε καὶ ὑγραίνηται, νόσους τίκτει, <lb/>ὥστε
                            πολλαὶ μὲν ἰδέαι τῶν νοσημάτων, πολλὴ δὲ ἴησις <lb/>αὐτέων ἐστί.</quote><p>Ἐν μὲν τῇ πρὸ ταύτης ῥήσει τοὺς ἕν τι λέγοντας <lb/>εἶναι τὸν ἄνθρωπον,
                            ὅπερ ἐστὶ ταὐτὸ τῷ φάναι τὸ συνθετικὸν <lb/>αὐτοῦ στοιχεῖον ἓν εἶναι,
                            διήλεγξεν ἐκ τῶν ἀκολουθούντων <lb/>ἀτόπων τῇ δόξῃ. οὐ γὰρ ἠλγήσαμέν
                            ποτε, μηδενὸς <lb/>ὄντος δευτέρου τοῦ διαθεῖναι τὸ ἓν ἐκεῖνο δυναμένου.
                            <lb/>εἶτ᾿ εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἡ ἴασις ἂν γένοιτο μονοειδὴς,
                            <lb/>οὐ πολυειδής. <milestone unit="ed1page" n="7"/>ἐν δὲ ταύτῃ τῇ νῦν
                            ἡμῖν <lb/>προκειμένῃ ῥήσει διῆλθεν ὅσα μέλλει δείξειν ὄντα πρώτως,
                            <lb/>ὑφ᾿ ὧν τἄλλα πάντα γίγνεται. ταῦτα δέ ἐστι θερμὸν καὶ <lb/>ψυχρὸν
                            ξηρόν τε καὶ ὑγρὸν, ἃ ὅταν μὲν ἀλλήλοις κραθῇ <lb/>συμμέτρως, ὑγιαίνει
                            τὸ ζῶον. ὅταν δ᾿ ἄλληλα θερμαίνῃ <lb/>καὶ ψύχῃ καὶ ξηραίνῃ καὶ ὑγραίνῃ,
                            τὰς ὀδύνας γεννᾷν <lb/>πέφυκεν, οὐχ ἑνὶ τρόπῳ θεραπείας ἰωμένας. ἔνιαι
                            μὲν γὰρ <pb n="39"/> αὐτῶν θερμαινομένων τῶν ὀδυνωμένων μορίων, ἔνιαι δὲ
                            <lb/>ψυχομένων, ἢ ξηραινομένων ἢ ὑγραινομένων παύονται. δέδεικται
                            <lb/>δὲ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ τῆς τῶν <lb/>ἁπλῶν
                            φαρμάκων δυνάμεως, κᾀν τοῖς τῆς θεραπευτικῆς <lb/>μεθόδου γράμμασι.
                            χεῖρον δ᾿ οὐδὲν εἰπεῖν τι καὶ νῦν <lb/>βραχὺ, πρόδηλον ἔχον τὴν ἔνδειξιν
                            τοῦ διὰ τὸ θερμόν τε <lb/>καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν ἀλγεῖν τε ἡμᾶς
                            καὶ θεραπεύεσθαι. <lb/>τίς γὰρ οὐκ οἶδε τὴν γιγνομένην ὀδύνην, ὅταν
                            <lb/>ἐν χειμῶνι τὶς ἰσχυρῷ προελθεῖν ἔξω τῆς οἰκίας ἐπιχειρήσῃ; <lb/>τί
                            δ᾿ ὅταν ἐν καύματι σφοδρῷ; τὶς οὐκ ὀδυνᾶται διψῶν; <lb/>ἢ τίς πληρωθεὶς
                            ποτοῦ; τοῦ μὲν διψεῖν ξηραινομένων ἡμῶν <lb/>γιγνομένου, τοῦ δ᾿
                            ὑπερεμπεπλῆσθαι τὴν ἐναντίαν διάθεσιν <lb/>ἐργαζομένου. καὶ αἱ φλεγμοναὶ
                            δὲ καὶ πάντες οἱ ὀδυνηροὶ <lb/>καὶ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν ὑπὸ
                            περιττῆς ὑγρότητος <lb/>εἰς τὸ μόριον ἐπιῤῥυείσης γίγνονται, ποτὲ δὲ τῷ
                            τοὺς χυμοὺς <lb/>ἤτοι θερμοὺς παρὰ φύσιν, ἢ ψυχροὺς εἶναι. καὶ
                            <lb/>μέντοι καὶ αἱ ἰάσεις τῶν μὲν ὑγρότητος ὑπερπληρωθέντων <lb/>σωμάτων
                            διὰ κενώσεως γίγνονται, τῶν δὲ παρὰ φύσιν <pb n="40"/> ξηραινομένων δι᾿
                            ὑγρῶν προσφορᾶς, ὥσπερ καὶ τῷ μὲν <lb/>διὰ κρύους ὀδυνωμένῳ <milestone unit="ed2page" n="104"/>θερμανθέντι, τῷ δὲ διὰ <lb/>θάλπους ἀμέτρου
                            ψυχθέντι. δέδεικται δὲ καὶ τὰ φάρμακα <lb/>πάντα διὰ τοῦ θερμαίνειν, ἢ
                            ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν <lb/>ἐνεργοῦντα. πρώται γὰρ αὗται αἱ
                            ποιότητές εἰσι δραστικαὶ τε <lb/>καὶ ἀλλοιωτικαὶ τῶν σωμάτων, ὡς
                            ἐπεδείξαμεν ἐν τῷ περὶ· <lb/>τῶν καθ᾿ Ἱπποκράτην στοιχείων. ἕπονται δὲ
                            αὐταῖς αἵ τε <lb/>κατὰ γεῦσιν ποιότητες, ὧν ὀνόματα στύψις καὶ
                            αὐστηρότης <lb/>καὶ στρυφνότης καὶ πικρότης, ἁλυκότης τε καὶ δριμύτης,
                            <lb/>ὀξύτης τε καὶ γλυκύτης καὶ λιπαρότης· αἵ τε κατὰ χροιὰν, <lb/>ἐν
                            λευκότητι καὶ μελανότητι καὶ ἐρυθρότητι καὶ ταῖς ὁμογενέσιν· <lb/>αἵ τε
                            κατὰ τὴν ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι <lb/>καὶ κραυρότητι καὶ
                            γλισχρότητι. ταῖς γευσταῖς δ᾿ <lb/>ἰσάριθμοί πώς εἰσι καὶ αἱ κατὰ τὴν
                            ὄσφρησιν, ἀλλ᾿ οὐκ <lb/>ἔστιν αὐτῶν τὰ ὀνόματα κατ᾿ εἶδος. ἡ γὰρ κατ᾿
                            εὐωδίαν <lb/>τε καὶ δυσωδίαν διαφορὰ τῶν ὀσμῶν, αὐτὸ δὴ τοῦτο διαφορὰ
                            <lb/>προσηκόντως ἂν νομίζοιτο καὶ λέγοιτο πολλοῖς εἴδεσιν <lb/>ἑπομένη.
                            τὰ μὲν δὴ κεφάλαια τοῦ λόγου ταῦτα. δέδεικται <pb n="41"/> δὲ τινὰ μὲν
                            αὐτῶν ἐν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, <lb/>τινὰ δὲ ἐν τῇ περὶ
                            τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. <lb/>οἱ πολλοὶ δὲ τὰς μὲν ἀποδείξεις
                            ὀκνοῦσι μανθάνειν, <lb/>ἀντιλέγουσι δὲ οἷς οὐκ ἴσασιν ἑτοίμως, οὗ
                            τοὐναντίον οἱ <lb/>φιλομαθεῖς τε καὶ ἀληθείας ἐρασταὶ πράττουσι,
                            φιλοπόνως <lb/>ἐκμανθάνοντες τὰς ἀποδείξεις, ὀκνηρῶς δὲ ἀντιλέγοντες.
                        </p></div></div></div></body></text></TEI>