Ἐπίλογον δὲ ποιέονται καὶ αὐτοὶ πάντες τὸν αὐτόν· ἓν γάρ τι εἶναί φασιν, ὅ τι ἕκαστος ἠθέλησεν ὀνομάσαι αὐτέων, καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν τὴν ἰδέην καὶ τὴν δύναμιν, ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίνεσθαι καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παντοῖόν τι ἄλλο· ἐμοὶ δὲ οὐδὲ ταῦτα δοκέει οὕτως ἔχειν. οἱ μὲν οὖν πλεῖστοι τοιαῦτά τινα καὶ ἔτι ἐγγύτατα τουτέων ἀποφαίνονται. Καὶ τοὺς ἰατρούς φησιν ὅσοι χυμὸν ἕνα μόνον ἔφασαν εἶναι κατὰ φύσιν, ἐπίλογον ποιεῖσθαι τὸν αὐτὸν ἀλλήλοις τε καὶ τοῖς φιλοσόφοις, ἐπιδεικνύντας τὸν ἕνα τοῦτον χυμὸν, ὃν ἂν ἕκαστος αὐτῶν ὑποτίθεται, μεταβάλλειν εἰς τοὺς ἄλλους. ἃ δὲ κατασκευάζων ἕκαστος τὴν ἑαυτοῦ δόξαν ἔλαβεν, οὐδένα τῶν τεττάρων χυμῶν ἀποδείκνυσιν εἶναι κατὰ φύσιν, ἕτερον δὲ ἀντ᾿ αὐτῶν τινα πρότερον, ἐξ οὗ μεταβάλλοντος οὗτοι γίγνονται δόγματός τινος τοιοῦδε μὴ δυναμένου συστῆναι κατὰ τὴν ἰατρικὴν θεωρίαν, ἀνάλογον τῇ τοῦ Μελίσσου κατὰ τὴν φυσικήν. ἐν οἷς γοῦν φασι τὸ ἓν τοῦτο μεταβάλλειν ἀναγκαζόμενον ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίγνεσθαι γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν, οὐδὲν ἐκ τούτων τῶν τεσσάρων εἰπεῖν ἐοίκασιν ἐκεῖνοι, πρὸς οὓς ἀντιλέγων, οὐ τὸ κατὰ φύσιν εἶναι φάσκει, ἀλλ᾿ ἕτερόν τι μεταβάλλον εἰς ταῦτα. γλυκὺ μὲν γὰρ τὸ αἷμα, πικρὰν δὲ τὴν ξανθὴν χολὴν καὶ λευκὸν μὲν τὸ φλέγμα. μέλαν δὲ τὴν μέλαιναν εὐλόγως εἰρῆσθαι νῦν, εἰς ἃ τὸ ἓν ἐκεῖνο μεταβάλλειν φησὶν, ἀναγκαζόμενον ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσκείμενον τὸ καὶ παντοῖον τοὺς ἐν ταῖς χαλεπαῖς οὔσαις νόσοις γιγνομένους ἰχῶρας ἐνδείκνυται. φαίνεται οὖν καὶ ἰώδης καὶ φαιὰ χολὴ, καλοῦσι δ᾿ αὐτὴν ἰσατώδη καί τις ἐρυθρὰ καὶ πρασοειδής. ἄλλαι τέ τινες ἀνώνυμοι καὶ μάλισθ᾿ ὅταν ᾖ σηπεδονῶδες τὸ νόσημα.