Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν ὡς ὁ ἄνθρωπος αἷμα μοῦνόν ἐστιν, οἱ δὲ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα. Ἀντειπὼν ἐν τῷ πρὸ τούτου λόγῳ τοῖς φιλοσόφοις, οἳ ἢ πῦρ μόνον, ἢ ὕδωρ, ἢ γῆν, ἢ ἀέρα τὴν φύσιν εἶναι νομίζουσι τοῦ σώματος ἡμῶν, καὶ ἐπὶ τοὺς ἰατροὺς μετέβη κατὰ τὴν προκειμένην ῥῆσιν, ἐπιδεικνὺς καὶ τούτους ὁμοίως ἁμαρτάνειν ἐκείνοις, ὅσοι νομίζουσιν ἢ αἷμα μόνον εἶναι τὸν ἄνθρωπον, ἢ χολὴν, ἢ φλέγμα. προφανῶς οὖν ἤδη διώρισται τὸ κατὰ τὴν πρώτην ἁπασῶν ῥῆσιν ἀμφίβολον εἶναι δόξαν, οὐ τούτοις τὰ τέτταρα στοιχεῖα τιθεμένοις, ἀλλὰ τοῖς ἕν τι μόνον ἐξ αὐτῶν ἀντιλέγων ἀεὶ φαίνεται. παραλείπεται δ᾿ ἐνταῦθα δόξα τις ἰατρῶν, ἀναλόγως ἔχουσα τῇ τοῦ Μελίσσου, τῶν λεγόντων ἓν εἶναι τὸν ἄνθρωπον, ὃ μεταβάλλον, ἕκαστον τῶν εἰρημένων γίγνεται.