<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="19"><quote type="lemma" n="20">Ὑγιαίνειν μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ
                            ταῦτα τῆς <lb/>πρὸς ἄλληλα χρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος καὶ
                            <lb/>μάλιστα ἢν μεμιγμένα ᾖ</quote><p>Κατὰ πάντας ἰατρούς τε καὶ φιλοσόφους τοὺς τελείους <lb/>δογματικοὺς ἡ
                            συμμετρία τῶν στοιχείων ὑγίειαν ἐργάζεται. <lb/>διττῆς δ᾿ οὔσης τῷ γένει
                            τῆς ἐν ταῖς λογικαῖς αἱρέσεσι στοιχειώσεως, <lb/>ἡ μὲν ἑτέρα κατὰ
                            παράθεσίν τε καὶ περιπλοκὴν <lb/>τῶν πρώτων σωμάτων τὰς γενέσεις τῶν
                            συνθέτων γενέσθαι <lb/>φησὶν, ἡ δὲ ἑτέρα κατὰ κρᾶσιν. ἡ μὲν οὖν προτέρα
                            τὴν <lb/>συμμετρίαν ἐν τῇ ποροποιΐᾳ τίθεται. ἡ δὲ ἑτέρα κατὰ <lb/>τὴν
                            εὐκρασίαν τῶν στοιχείων ἡμᾶς φησιν, ἧς δηλονότι δόξης <lb/>ὁ Ἱπποκράτης
                            ἐστὶν ἡγεμών. οὔσης δὲ διττῆς συμμετρίας, <pb n="61"/> τῆς μὲν ἐν τῇ
                            δυνάμει τῶν κεραννυμένων, τῆς δὲ <lb/>ἐν τῷ ποσῷ τῆς οὐσίας, ἑκατέρας
                            ἐμνημόνευσεν Ἱπποκράτης <lb/>εἰπὼν, τῆς τε δυνάμεως καὶ τοῦ πλήθεος. τὸ
                            δ᾿ ἐπὶ τέλει <lb/>τῆς ῥήσεως εἰρημένων τὸ καὶ μάλιστα ἢν μεμιγμένα ᾖ,
                            τὴν <lb/>ἀκρίβειαν τῆς δι᾿ ὅλων αὐτῶν κράσεως ἐνδείκνυται. κατὰ <lb/>γὰρ
                            τὴν τελείως ἀμεμπτοτάτην τοῦ σώματος διάθεσιν οὐ <lb/>μόνον ἡ συμμετρία
                            τῶν τεσσάρων στοιχείων, ἀλλὰ καὶ ἡ <lb/>δι᾿ ὅλων κρᾶσις ἀκριβοῦται. κατὰ
                            δὲ τὰς φαυλοτέρας κράσεις <lb/>τοῦ σώματος ἐνδέχεταί ποτε καθ᾿ ἕν τι
                            μόριον οὐκ <lb/>ἴσως, οὐδ᾿ ὁμοίως οὐδὲ δι᾿ ὅλων ἀλλήλοις κεκρᾶσθαι τοὺς
                            <lb/>χυμοὺς, ἀλλ᾿ ὅταν γε μηδέ πω σαφῶς ἐνέργεια βλάπτεται, <lb/>μεμπτὴ
                            μέν ἐστιν ἡ ὑγίεια, νόσος δὲ οὐδέ πω. </p></div></div></div></body></text></TEI>