<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="18"><quote type="lemma" n="19">Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ αἷμα καὶ
                            φλέγμα <lb/>καὶ χολὴν διττὴν, ἤγουν ξανθήν τε καὶ μέλαιναν, καὶ
                            <lb/>ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος καὶ διὰ ταῦτα <lb/>ἀλγέει καὶ
                            ὑγιαίνει.</quote><p>Συντελέσας τὸν περὶ τῶν κοινῶν στοιχείων λόγον, ἐπὶ <lb/>τὰ τῶν ἐναίμων
                            ζώων, ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ἐν τῇ <lb/>προκειμένῃ ῥήσει μετέβη,
                            βουλόμενος ἐξ αἵματος καὶ φλέγματος <lb/>καὶ χολῆς διττῆς, τήν τε ἐξ
                            ἀρχῆς γένεσιν ἡμῶν <lb/>γίνεσθαι καὶ τὴν ἐν ὅλῳ τῷ βίῳ διαμονὴν ἐκ
                            τούτων ὑπάρχειν <lb/>
                            <milestone unit="ed2page" n="111"/>καὶ ταῦτα τὴν ὅλην φύσιν εἶναι τοῦ
                            ἀνθρώπου, <lb/>τῶν μὲν χυμῶν ἐν τοῖς στερεοῖς περιεχομένων, αὐτῶν
                            <lb/>δὲ τῶν στερεῶν ἐν τῇ πρώτῃ διαπλάσει κυουμένου τοῦ <lb/>ζώου, τὴν
                            γένεσιν ἐκ τούτων ἐχόντων. ἐκ γὰρ τοῦ καταμηνίου <lb/>πάντα τὰ μόρια
                            γέγονεν, οὐκ εἰλικρινοῦς αἵματος <lb/>ὄντος, ἀλλ᾿ ἔχοντος ἐν ἑαυτῷ
                            διττὰς χολὰς καὶ φλέγμα. <lb/>δείξει γὰρ ὀλίγον ὕστερον τοῦτο· καὶ
                            μέντοι καὶ τὸ ὑγιαίνειν <pb n="60"/> ἡμῖν ἀλγεῖν τε καὶ νοσεῖν ἐκ τούτων
                            φησὶ γίγνεσθαι, <lb/>κατὰ τὸν τρόπον καθ᾿ ὃν γίνεται ταῦτα, διὰ τῆς
                            ἐχομένης ῥήσεως. </p></div></div></div></body></text></TEI>