<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="17"><quote type="lemma" n="18">Ξυνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν
                            προειρημένων <lb/>πάντων καὶ τελευτᾶ κατὰ τὰ εἰρημένα, ἐς τὸ <lb/>ἑωϋτὸ
                            ὅθενπερ ξυνέστη ἕκαστον. ἐνταῦθα οὖν καὶ <lb/>ἀπεχώρησεν.</quote><p>Ἐπιμένει τῷ δόγματι τὴν φύσιν ἁπάντων ἐκ τῶν εἰρημένων <lb/>τεττάρων
                            συνίστασθαι καὶ τελευτᾷν εἰς αὐτὰ βουλόμενος. <lb/>ὅθεν γὰρ ἕκαστον τῶν
                            ὄντων συνέστη, φησὶν, ἐνταῦθα <lb/>καὶ ἀπεχώρησεν, εἰς τὰ κοινὰ δηλονότι
                            στοιχεῖα τοῦ <lb/>κόσμου, γῆν, ὕδωρ, ἀέρα τε καὶ πῦρ. ἐσχάτως οὖν
                            ἀγνοοῦσι <lb/>τὴν Ἱπποκράτους γνώμην καὶ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον.
                            <lb/>οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον οὔτε <lb/>ὕδωρ οὔτε πῦρ
                            οὔτε γῆν, ἀντὶ τοῦ μηδ᾿ ὅλως ἀκούοντες. <lb/>ἐφάνη γὰρ οὐ τὸ μηδ᾿ ὅλως
                            εἶναι τὰ κοινὰ πάντων στοιχεῖα <lb/>κατὰ τὸ σῶμα βουλόμενος τοῦ ἀνθρώπου
                            ὁ Ἱπποκράτης, <lb/>ἀλλὰ τοὺς ἓν μόνον ἐξ αὐτῶν λέγοντας μεμφόμενος. </p></div></div></div></body></text></TEI>