<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="15"><quote type="lemma" n="16">Τοιαύτη δὲ καὶ τῶν ζώων ἐστιν ἡ φύσις καὶ τῶν
                            ἄλλων <lb/>ἁπάντων.</quote><p>Τοιαύτη, φησὶν, οὐ μόνον ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶν, <lb/>ἀλλὰ καὶ τῶν
                            ἄλλων ἁπάντων, ἐκ θερμοῦ δηλονότι καὶ ψυχροῦ <lb/>καὶ ξηροῦ καὶ ὑγροῦ
                            κεκραμένη τῶν ἁπλῶν καὶ ἄκρων. <lb/>τὰ γὰρ ἐν τῷ μεταξὺ πάντα τὴν κρᾶσιν
                            ἐκ τούτων ἔσχηκεν. <lb/>ἀδιανόητον οὖν γίγνεται τὸ λέγειν ἐν τῷ μεταξὺ
                            τὴν <lb/>κρᾶσιν γίγνεσθαι τῶν ἐν τῷ μεταξύ. τοῦτο δ᾿ οὐκ αἰσθάνονται
                            <lb/>λέγοντες οἱ ἐκ τῶν κατὰ τὸ σῶμα βλεπομένων ὑγρῶν <lb/>καὶ ξηρῶν,
                            θερμῶν τε καὶ ψυχρῶν, τὴν φύσιν ἡμῶν συγκεῖσθαι <lb/>φάσκοντες. ἔτι δὲ
                            ἀδιανοητότερον, εἰ καὶ τῶν ἄλλων <lb/>ἁπάντων ζώων τε καὶ φυτῶν ἐκ
                            τούτων λέγομεν εἶναι τὴν <lb/>φύσιν. Ἱπποκράτης μὲν γὰρ εἴρηκε φανερῶς
                            ἐν τῇ ῥήσει <lb/>καὶ τῶν ἄλλων ἁπάντων τὴν τοιαύτην εἶναι φύσιν. οἱ δ᾿
                            <lb/>οὐκ οἶδ᾿ ὅ τι φήσουσιν. ὅταν γοῦν εἰς τὴν γῆν ἐκβληθέντος
                            <lb/>σπέρματος συκῆς, εἰ τύχῃ, γένηται μέγιστον δένδρον, <pb n="56"/>
                            ἀδιανόητόν ἐστι λέγειν, οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ᾿ ἑτέρωθεν <lb/>αὐτῇ
                            τὴν τοσαύτην οὐσίαν ὑπάρξαι. καὶ μὴν ἡ γῆ <lb/>κατὰ τὸν ἑαυτῆς λόγον
                            ἄκρως ἐστὶ ψυχρὰ, θερμότητα δ᾿ <lb/>ἔχει πολλὴν ἡ συκῆ δι᾿ ἣν ζῇ, καὶ
                            διὰ τοῦτο κᾀν τοῖς ἰσχυροῖς <lb/>χειμῶσι καταψυχομένη οὐ νεκροῦται.
                            δῆλον οὖν ὅτι <lb/>μὴ μόνον ἐξ ὕδατος καὶ γῆς συνέστηκε τὸ σῶμα τῆς
                            συκῆς, <lb/>ἀλλὰ καὶ τῆς πυρώδους φύσεως μετείληφεν. εὔδηλον δ᾿ ὅτι
                            <lb/>καὶ τῆς ἀερώδους, εἴ γε σαφῶς ἐστι τὸ ξύλον αὐτῆς οὐ <lb/>μόνον τῆς
                            γῆς, ἀλλὰ καὶ τοῦ ὕδατος κουφότερον. ἐκ τῶν <lb/>τεσσάρων οὖν ἐστι καὶ ἡ
                            συκῆ. καὶ εἴπερ αὐτὴ καὶ τὸ <lb/>σῦκον, οὕτω δὲ καὶ οἱ καρποὶ πάντες.
                            εἰσὶ δὲ οἱ πυροὶ <lb/>καὶ αἱ κριθαὶ καὶ οἱ κύαμοι καὶ τὰ ἄλλα δημήτρια
                            σπέρματα <lb/>τῶν καρπῶν μόρια. καὶ αὐτὰ τοίνυν ἐκ τῶν τεσσάρων
                            <lb/>συνεστήκασι, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος. ἐπεὶ <lb/>δὲ ἐκ τῆς
                            τῶν καρπῶν τε καὶ φυτῶν ἐδωδῆς οἱ μὲν ἡμῖν <lb/>γίγνονται χυμοὶ, καὶ
                            οὗτοι δηλονότι τὴν πρώτην ἀρχὴν τῆς <lb/>γενέσεως ἕξουσιν, ὕδωρ καὶ γῆν,
                            ἀέρα τε καὶ πῦρ. ἀλλ᾿ <lb/>ὅπερ ἔφην, ἀποδέδεικται καὶ ταῦτα ἐν τῷ περὶ
                            τῶν καθ᾿ <pb n="57"/> Ἱπποκράτην στοιχείων, ὥστ᾿ ἤδη μεταβαίνειν καιρὸς
                            ἐφ᾿ <lb/>ἑτέραν ῥῆσιν. </p></div></div></div></body></text></TEI>