<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="14"><quote type="lemma" n="15">Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑαυτοῦ
                            φύσιν <lb/>ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε
                            <lb/>ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ <lb/>θερμὸν
                            πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν.</quote><p>Ἀποχωρεῖν φησὶ διακρινόμενον ἐν τῇ τελευτῇ τοῦ ἀνθρώπου, <lb/>πρὸς τὴν
                            ἑαυτοῦ φύσιν, ἕκαστον τῶν προειρημένων <lb/>στοιχείων, ἃ θερμὸν ἐκάλει
                            καὶ ψυχρὸν καὶ ξηρὸν <lb/>καὶ ὑγρὸν, οὐδέπω λέγων τὸ αἷμα, πρὸς τὸ κατὰ
                            τὸν κόσμον <lb/>αἷμα· καὶ τὸ φλέγμα πρὸς τὸ φλέγμα. καὶ τὴν χολὴν
                            <lb/>πρὸς τὴν χολήν. καὶ τὴν ἀρτηρίαν πρὸς τὴν ἀρτηρίαν· <lb/>καὶ τὴν
                            σάρκα πρὸς τὴν σάρκα· καὶ τὴν φλέβα πρὸς <pb n="54"/> τὴν φλέβα· καὶ τὸ
                            νεῦρον ἀπιέναι πρὸς τὸ νεῦρον· ἀλλὰ <lb/>τὸ καθ᾿ ἕκαστον τούτων θερμόν
                            τε καὶ ψυχρὸν, <milestone unit="ed2page" n="109"/>
                            <lb/>ὑγρόν τε καὶ ξηρὸν εἰς τὰ κοινὰ πάντων ἀπέρχεσθαι στοιχεῖα.
                            <lb/>σύγκειται γὰρ δή που καὶ τὸ νεῦρον ἐκ θερμοῦ καὶ <lb/>ψυχροῦ καὶ
                            ξηροῦ καὶ ὑγροῦ τῶν στοιχείων δηλονότι. οὐ <lb/>γὰρ δὴ ἐξ ἄλλου γε
                            νεύρου, καθάπερ οὐδ᾿ ἡ φλὲψ ἐξ ἄλλης <lb/>φλεβός. ὅτι μηδ᾿ ἐπινοηθῆναι
                            δύναται κεραννύμενα δι᾿ <lb/>ὅλων ἀλλήλων ταῦτα, σὰρξ καὶ φλὲψ καὶ
                            ὀστοῦν καὶ ἀρτηρία <lb/>καὶ τὰ ἄλλα μόρια. βούλεται δ᾿ αὐτὸς κεκρᾶσθαι
                            δι᾿ <lb/>ὅλων ἀλλήλοις τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, <lb/>εἴ
                            τι μεμνήμεθα τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. ὥστε οὐ <lb/>τὰ σαφῶς
                            βλεπόμενα κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμὰ <lb/>καὶ ψυχρὰ καὶ ξηρὰ καὶ
                            ὑγρὰ μόρια στοιχεῖα τῆς τοῦ ἀνθρώπου <lb/>φύσεως ἐστίν, ἀλλὰ τὰ τούτων
                            αὐτῶν συνθετικά τε <lb/>καὶ γεννητικά. ταῦτα δέ ἐστιν ὕδωρ τε καὶ πῦρ,
                            ἀήρ τε <lb/>καὶ γῆ. ἀποδέδεικται γὰρ περὶ τούτων ἱκανῶς ἐν τῷ περὶ
                            <lb/>τῶν καθ᾿ Ἱπποκράτην στοιχείων. </p></div></div></div></body></text></TEI>