<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="13"><quote type="lemma" n="14">Ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ
                            τῶν <lb/>ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν
                            <lb/>ἄνθρωπον, ἀλλ᾿ ἕκαστον τῶν ξυμβαλλομένων εἰς τὴν <lb/>γένεσιν,
                            ἔχειν τινὰ δύναμιν ἐν τῷ σώματι, οἵηνπερ <lb/>ξυνεβάλετο.</quote><pb n="51"/><p><milestone unit="ed1page" n="9"/>Προειρηκὼς ὁ Ἱπποκράτης, εἰ μὴ τὸ
                            θερμὸν τῷ <lb/>ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως κραθείη, τὰς γενέσεις
                            <lb/>τῶν γεννητῶν <milestone unit="ed2page" n="108"/>δηλονότι σωμάτων
                            ἀδύνατον <lb/>εἶναι γενέσθαι· νῦν δὴ σαφῶς οὐκ ἀνθρώπου μόνον, ἀλλὰ
                            <lb/>καὶ πάντων ὅσα γένεσιν ἔχει καὶ φθορὰν σωμάτων ἐκ τῶν <lb/>αὐτῶν
                            εἶναι τὴν γένεσίν φησιν. ἐκ θερμοῦ γὰρ καὶ ψυχροῦ <lb/>καὶ ξηροῦ καὶ
                            ὑγροῦ πάντα γέγονε καὶ διὰ τοῦτο κοινὰ <lb/>πάντων εἶναι ταῦτα στοιχεῖα.
                            τὰ δὲ ἴδια τῆς τοῦ ἀνθρώπου <lb/>φύσεως, αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθή
                            τε καὶ μέλαινα. <lb/>καίτοι γ᾿ οὐδὲ ταῦτα ἴδια καλῶς ἂν λέγοιτο, κοινὰ
                            <lb/>γάρ ἐστιν ἁπάντων τῶν ἐναίμων ζώων. εὔδηλον δ᾿ ὅτι καὶ <lb/>τούτων
                            ἕκαστα ἐκ τῶν πρώτων τεττάρων γέγονεν, ἅπερ <lb/>ἀπὸ τῶν ποιοτήτων
                            ὀνομάζοντες, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν <lb/>καὶ θερμὸν λέγομεν. ἴδια δὲ
                            τῆς οὐσίας αὐτῶν ἐστιν <lb/>ὀνόματα πῦρ, ἢ ὕδωρ, ἢ ἀὴρ, ἢ γῆ. πρόδηλον
                            γὰρ ὅτι <lb/>τὰ στοιχεῖα κατὰ τὰς ἁπλᾶς καὶ ἀμίκτους ποιότητας καλεῖται,
                            <lb/>θερμότητος μὲν ἄκρας ὑπαρχούσης ἐν πυρὶ, καθάπερ <lb/>γε καὶ
                            ὑγρότητος ἐν ἀέρι, ψυχρότητος δὲ ἐν ὕδατι, ξηρότητος <pb n="52"/> δὲ
                            ἄκρας, ἅμα πιλήσει τε καὶ ψύξει κατὰ τὴν γῆν. <lb/>πῶς οὖν οἴονταί τινες
                            ὑγρὸν μὲν καὶ ξηρὸν καὶ ψυχρὸν <lb/>καὶ θερμὸν Ἱπποκράτει τίθεσθαι τὰ
                            στοιχεῖα; φαίνεσθαι <lb/>γὰρ ἐν ἀνθρώπῳ ταῦτα, πῦρ δὲ καὶ ὕδωρ, ἀέρα τε
                            καὶ <lb/>γῆν μὴ προσίεσθαι, διότι μηδὲ φαίνεταί τι τούτων ἐν ἀνθρώπου
                            <lb/>σώματι. μὴ παρακολουθοῦντες μὴν, ὅτι τὰ φαινόμενα <lb/>περὶ τὸ σῶμα
                            μέν ἐστι τὰ φαινόμενα, καθάπερ τὸ <lb/>σῶμα, θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ
                            καὶ ὑγρά. τίς αὖ ταῦτα <lb/>τολμήσειε φάναι κοινὰ στοιχεῖα πάντων εἶναι
                            σωμάτων; <lb/>οὐδεὶς δήπου τῶν καὶ βραδυτάτων, εἰρηκότος τοῦ
                            Ἱπποκράτους, <lb/>ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ἐούσης καὶ <lb/>τῶν
                            ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ τὰ βλεπόμενα <lb/>κατὰ τὸ σῶμα
                            τοῦ ἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ <lb/>ξηρὰ καὶ ὑγρὰ, λέγειν αὐτὸν
                            οἴεσθαι νῦν, ἀλλὰ τὰ τέτταρα <lb/>στοιχεῖα. ταῦτα γὰρ ἄκρας ἔχει καὶ
                            ἀμίκτους ποιότητας, <lb/>ἐξ ὦν ἀλλήλαις κεραννυμένων τὰ μεταξὺ σώματα
                            πάντα <lb/>γίγνεται, κατ᾿ ἐπικράτειαν οὐ κυρίως ὀνομαζόμενα θερμὰ
                            <lb/>καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. ὡς εἴ γε ταῦτα τὰ ἤδη κεκραμένα <pb n="53"/> στοιχεῖα θησόμεθα, τὰ τὰς ἄκρας ἔχοντα ποιότητας, <lb/>οὐκ
                            οἶδ᾿ ὅ τι φήσομεν εἶναι. καὶ κατὰ τὴν ἐχομένην <lb/>δὲ ῥῆσιν
                            ἐναργέστερον ἔτι τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται. <lb/>πρὸς ἣν ἤδη
                            μεταβῶμεν. </p></div></div></div></body></text></TEI>