<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="12"><quote type="lemma" n="13">Ὥστε πῶς εἰκὸς ἀφ᾿ ἑνός τι γεννηθῆναι, ὅπου γε
                            οὐδὲ ἀπὸ <lb/>τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς ἔχοντα τῆς
                            <lb/>κρήσιος τῆς πρὸς ἄλληλα.</quote><p>Τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐκ τῶν προειρημένων. ἐστὶ <lb/>δῆλα. μεμνῆσθαι δὲ
                            χρὴ τοῦ κατ᾿ αὐτὴν ὀνόματος εἰρημένου <lb/>τοῦ τῆς κράσεως, ὅπερ διὰ τοῦ
                            κρήσιος εἶπεν. ὅτι <lb/>πρῶτος ὧν ἴσμεν Ἱπποκράτης ἀπεφήνατο κεράννυσθαι
                            τὰ <lb/>στοιχεῖα, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἐδείχθη. καὶ ταύτῃ
                            <lb/>διήνεγκεν Ἐμπεδοκλέους. κᾀκεῖνος γὰρ ἐκ μὲν τῶν αὐτῶν <pb n="50"/>
                            στοιχείων, ὧν καὶ Ἱπποκράτης γεγονέναι φησὶν ἡμᾶς γε <lb/>καὶ τὰ ἄλλα
                            σώματα πάντα τὰ περὶ τὴν γῆν, οὐ μὴν κεκραμένων <lb/>γε δι᾿ ἀλλήλων,
                            ἀλλὰ κατὰ μικρὰ μόρια παρακειμένων <lb/>τε καὶ ψαυόντων. ὅτι δὲ καὶ ἥδε
                            ἡ δόξα τοὺς <lb/>αὐτοὺς ἐλέγχους ἔχει ταῖς ἐξ ἀναισθήτων καὶ ἀπαθῶν τῶν
                            <lb/>πρώτων σωμάτων τὸ αἰσθητικὸν σῶμα γεννώσαις δόξαις,
                            <lb/>ἐπιδέδεικται διὰ τοῦ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων
                            <lb/>ὑπομνήματος, ἔνθα καὶ πασῶν σχεδὸν τῶν φυσικῶν δοξῶν
                            <lb/>ἐμνημονευσάμην, ὅσαι περὶ τῶν πρώτων ἀρχῶν, ἢ στοιχείων γεγόνασιν.
                        </p></div></div></div></body></text></TEI>