<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="11"><quote type="lemma" n="12">Καὶ πάλιν εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν
                            τῷ <lb/>ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον
                            <lb/>θατέρου πολὺ προέξει καὶ τῷ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, <lb/>ἡ
                            γένεσις οὐκ ἂν γένοιτο.</quote><p>Ἔμπροσθεν μὲν ἔφη μὴ δύνασθαι γόνιμον γένεσιν <lb/>ἀποτελεσθῆναι μηδὲν,
                            εἰ μὴ ὁμόφυλα εἴη τὰ συνιόντα. καὶ <lb/>αὐτῶν δὲ τῶν ὁμοφύλων ἡ σύνοδος
                            οὐκ ἐξ ἀνάγκης γεννᾷ. <lb/>λέλεκται δὲ ἐν τοῖς ἀφορισμοῖς ὁ λόγος οὗτος
                            αὐτῷ τέλειος <lb/>ἔνθα φησὶν· Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας
                            ἔχουσιν, <pb n="48"/> οὐ κυΐσκονται. καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς
                            μήτρας, <lb/>οὐ κυΐσκονται. ἀποσβέννυται γὰρ ὁ γόνος. καὶ ὁκόσαι
                            <lb/>ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς <lb/>φθείρεται τὸ
                            σπέρμα. ὁκόσαι δ᾿ ἐξ ἀμφοτέρων τῇ κράσει <lb/>ἔχουσι συμμέτρως, αἱ
                            τοιαῦται ἐπίτεκνοι γίγνονται. ἐν τούτῳ <lb/>τῷ λόγῳ διδάσκει μὲν καὶ διά
                            τινας αἰτίας ἄγονοι γίγνονται <lb/>γυναῖκες. ἐνδείκνυται <milestone unit="ed2page" n="107"/>δὲ καὶ τὸ τούτῳ <lb/>συνεπόμενον, ὑπὲρ οὗ
                            καὶ ἡμεῖς ἑτέρωθι καὶ ἄλλοι πολλοὶ <lb/>πρὸ ἡμῶν ἔγραψαν. ἐδήλωσε δὲ καὶ
                            Πλάτων, οὐ σμικρὰν <lb/>τέχνην εἰπὼν εἶναι, καθ᾿ ἣν ἐπίσταταί τις
                            ζευγνύναι τοὺς <lb/>ὁμόλογον κρᾶσιν ἔχοντας εἰς γένεσιν ἄνδρας τε καὶ
                            γυναῖκας. <lb/>ἃ γὰρ ἐπὶ τῶν κράσεων τῆς μήτρας εἶπε, ταῦτα καὶ
                            <lb/>περὶ τῆς τοῦ σπέρματος κράσεως ἐννοῆσαι χρή. καὶ γὰρ <lb/>καὶ τοῦτο
                            ποτὲ μὲν ὑγρότερόν ἐστι τοῦ δέοντος, ἢ ψυχρότερον. <lb/>ἔστι δ᾿ ὅτε
                            ξηρότερον, ἢ διακαέστερον. οἰκεῖον δέ <lb/>ἐστι τῇ μὲν ξηροτέρᾳ μήτρᾳ τὸ
                            ὑγρότερον σπέρμα, τῇ δὲ <lb/>ὑγροτέρᾳ τὸ ξηρότερον, ὥσπερ γε καὶ τῇ μὲν
                            θερμοτέρᾳ τὸ <lb/>ψυχρότερον, τῇ δὲ ψυχροτέρᾳ τὸ θερμότερον. ὑπὲρ ὧν <pb n="49"/> ἐπὶ πλέον ἔν γε τῷ περὶ τεκνολογίας λόγῳ διερχόμεθα·
                            <lb/>νυνὶ δ᾿ ἀρκεῖ γιγνώσκειν ὅτι μήτε δυνατόν ἐστιν ἐξ ἑνός τι
                            <lb/>γίγνεσθαι, μήθ᾿ ὅταν ἐκ δυοῖν, ἢ καὶ πλειόνων συνιόντων
                            <lb/>γίνηται, χωρὶς οἰκειότητος τῆς πρὸς ἄλληλα καὶ συμμετρίας
                            <lb/>τινὸς κράσεως, τῆς ἐκ τῶν συνιόντων ἀποτελουμένης, οἷόν <lb/>τέ
                            ἐστι γεννηθῆναι τοῦτο. </p></div></div></div></body></text></TEI>