<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="10"><quote type="lemma" n="11">Ἐπειτὰ οὐδ᾿ ἂν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν
                            αὐτὴν <lb/>ἔχοντα δύναμιν, γεννᾷ, οὐδ᾿ ἂν τὰ αὐτὰ ἡμῖν
                            <lb/>ξυντελέοιτο.</quote><p>Οὐ μόνον ἐξ ἑνὸς ἀδύνατος εἶναι γεννηθῆναί τί φασιν, <lb/>ἀλλ᾿ οὐδ᾿ ἐκ
                            δυοῖν, εἰ μὴ ὁμόφυλα ἐόντα μίγνοιτο, τουτέστιν <lb/>οἰκειότητα τῆς
                            οὐσίας ἔχοντα. φαίνεται δὲ καὶ ταῦτα <lb/>σαφῶς ἐπὶ τῇ τῶν ἑτερογενῶν
                            ζώων γενέσει γιγνόμενα. καθάπερ <lb/>ἐπὶ ἵππων ἔχει καὶ ὄνων ἀλωπέκων τε
                            καὶ κυνῶν. <lb/>ἐκ γὰρ τῆς τούτων ἐπιμιξίας γεννᾶται τὸ ζῶον, οἷον
                            μικτὸν <lb/>ἐξ ἀμφοῖν. ὅσα δ᾿ ἐπὶ πολὺ διεστῶσαν ἀλλήλων ἔχει <lb/>τὴν
                            φύσιν, οὐδ᾿ ἂν μιχθῇ, ποτὲ δύναται γεννῆσαί τι. τὸ <lb/>δ᾿ ἐπὶ τῇ
                            τελευτῇ τῆς ῥήσεως προσκείμενον, οὐδ᾿ ἂν τὰ <lb/>αὐτὰ ἡμῖν ξυντελέοιντο,
                            παρέρχονται μὲν ὡς σαφὲς οἱ ἐξηγησάμενοι <lb/>τὸ βιβλίον, ἀσαφὲς δέ
                            ἐστιν, ἢ μὴ καλῶς ἡρμηνευμένον <lb/>ὑπὸ τοῦ γράψαντος, ἢ διὰ τοὺς
                            μεταγραψαμένους <lb/>ἡμαρτημένον. ὃ δ᾿ οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν,
                                <pb n="47"/> ἔστι τοιόνδε. κᾂν μὴ ὁμοειδὲς ᾗ τὸ μιγνύμενον ζῶον
                            ἕτερον <lb/>ἑτέρῳ, κοινωνίαν δή τινα τῆς φύσεως φησὶν εἶναι. οὐ <lb/>γὰρ
                            ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιντο, τοῦτ᾿ ἔστιν, οὐκ ἂν γένεσις <lb/>ἐκ τῆς
                            συνόδου γένοιτο, ζώου τοῖς γεννήσασιν ὁμοίου. <lb/>τάχα δὲ καὶ ἡ ῥῆσις
                            οὐχ οὕτως εἶχεν, οὐδ᾿ ἂν τὰ αὐτὰ <lb/>ἡμῖν συντελέοιτο. </p></div></div></div></body></text></TEI>