[Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ ἡ πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.] Κἀγὼ θεασάμενος αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι πρᾶξαι κωλυθῶ τῆς ἐς Ἀσίαν ἐπανόδου , παρεκάλεσα βραχὺν ἐπισχεῖν χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι. καὶ τοίνυν ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥωμαίων πόλεως ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν οἴκησιν· ᾧ προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων, ἡμέρᾳ μιᾷ τῶν ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν τε παραχρῆμα καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν εἰς τὴν πατρίδα παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστερον ἐπράχθη. ἐγὼ δ᾿ ἀνὰ Καμπανίαν γενόμενος, εἶτ᾿ ἐκεῖθεν ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα κατὰ τὴν πρώτην ἀναγενομένην ναῦν, εἴτ᾿ ἐς Δυῤῥάχιον εἴτ᾿ ἐπὶ τῆς Ἑλλάδος πλέοι, διαπεραιωθῆναι· δεδιὼς μή  τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν ἢ καὶ αὐτὸς ὁ αὐτοκράτωρ γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρατιώτην εἰς Ῥώμην ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕτως μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα. ζητοῦντες δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰκέτου πυνθανόμενοι ποῦ ποτ᾿ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμπανίᾳ διατρίβειν με, τὸ μὲν πρῶτον ὑπώπτευον τὸ γεγονός· προϊόντος δὲ τοῦ χρόνου μήθ᾿ ὁρῶντες μήτε τὸν ἐμὸν ἄνθρωπον ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λεγόμενα· καὶ τότε μόγις ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν Ῥώμην, ὅτι μὴ ψευδῶς, ἀλλ᾿ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ᾿ οὐ πολὺν ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ᾿ ἑτέρου τοῦ πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ καθεστήκει. γενομένου δὲ λόγου περὶ τῶν ἔργοις, οὐ λόγοις ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες οὖν ἤδη τῆς πόλεως, ὡς ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι, παρεσκευακότες τε καὶ συγκροτοῦντες τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος μεταστάντος εἰς θεοὺς ὁ ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην τὸ σῶμα καὶ ποιήσας ἀμφ᾿ αὐτῷ τὰ νομιζόμενα, τῆς ἐπὶ τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ. χρηστὸν δ᾿ ὄντα καὶ φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶσθα, πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ ταχέων ἐπανήξειν. παντὶ δ᾿ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρόνῳ μεμνημένος τῆς συνήθους κακοηθείας τῶν κατὰ τὴν πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν αὐτῆς ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν ὁ υἱὸς αὐτοῦ Κόμμοδος, ὑπὸ Πειθολάῳ τρεφόμενος ἐντολὰς ἔχοντι παρ᾿ αὐτοῦ τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν ἐπιμέλειαν ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ᾿ αὐτοῦ χρονίσαντος ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους τε καὶ ἰατρικὰς, ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην αἰτήσασι τοῖς φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας αὐτὰς ἔσεσθαι. ὡς εἴ γε ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς ἀναξίοις, οὐκ ἂν οὐδ᾿ ἐκείνοις ἔδωκα. καλῶ δ᾿ ἀναξίους ὅσοι μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν ἀνάγνωσιν ἥκουσιν, ἀλλ᾿ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις ἡ θεωρία πᾶσα γέγραπται τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν ἅλλων προγνωστικῶν σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησάμην ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν βουληθέντι σοι μαθεῖν ἐκ τίνος θεωρίας ἐγένετο, ῥᾳδία καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀναγνόντι, γεγυμνασμένῳ τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμετρίᾳ τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις ἰατροῖς, ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς πανουργίαν δ᾿ ἐκτραπόμενοι τὴν ἐπ᾿ αὐτῇ τέχνην ἤσκησαν, οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων δύνανται οὔτε ἀκουσθῆναι. [Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις αὐτῆς δι᾿ ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου υἱὸς ἤρξατο μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ᾿ αὐτοῦ τούτου πρόγνωσίς ἐστι, διὰ τῶν περὶ κρίσεως ὑπομνημάτων γέγραπται, δι᾿ ὧν καὶ ὅτι προεκρήγνυται πολλάκις ἡ κρίσις, οὐ περιμείνασα τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ Ἕξστῳ δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ κοιτωνίτῃ ὅ τι θεσπίζοιμι περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνάτων εἶναι προειρηκότος. ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν τὸ νόσημα· κριθήσεσθαι δὲ πάντως ἢ ἑκταῖον, ἢ ἑβδομαῖον. ἑκταῖον μὲν οὖν κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ βεβαίαν ἕξειν τὴν κρίσιν·ἔσεσθαι μέντοι τὴν κρίσιν ἐξ ἀνάγκης δι᾿ ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως γε ἐκρίθη, φιλόνεικος ὢν ἐσχάτως ὁ Ἕξστος, ὅπως ἐλέγξῃ ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο μὲν καθ᾿ ἑκάστην ἡμέραν, οὔτε δ᾿ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν χυλοῦ πτισάνης, ἢ αὐτὴν, ἢ μετὰ ψίχας ἄρτου· πολλάκις δὲ καὶ αὐτὸς τὸν ἄρτον ἐν ὕδατι βρέξας ἠρκεῖτο μόνον. ταῦτα ποιήσας ἄχρι τῆς δωδεκάτης ἡμέρας ἐκαυχήσατο κατ᾿ αὐτὴν νενικηκέναι μου τὴν πρόγνωσιν. ἔπιε δὲ κατὰ τὴν τρισκαιδεκάτην ἡμέραν τρίτῃ ὥρᾳ ὑδατώδους οἴνου βραχύ τι σὺν τῷ καὶ τὴν ὅλην δίαιταν ἁδροτέραν βραχὺ ποιήσασθαι τῆς ἔμπροσθεν, ἔτι μέντοι φυλάττων λεπτήν· ἀλλὰ κατά τε τὴν ἑξῆς ἡμέραν ἀπὸ τῆς πρώτης κατακλίσεως τεσσαρεσκαιδεκάτην οὖσαν ἀρξάμενος πυρέττειν ἐκέλευσε μηδένα μοι δηλῶσαι, νομίζων μηδὲ σφοδρὸν ἔσεσθαι τὸν πυρετὸν μηδὲ πλέον ἡμέρας μιᾶς ἐκταθήσεσθαι αὐτόν. ἐπεὶ δὲ προϊούσης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἐφαιδρύνετο, Κλαύδιος Σεβῆρος ὑποστρέφων εἰς τὴν ἑαυτοῦ οἰκίαν πλησίον οὖσαν τῆς ἐκείνου, πυθόμενος αὐτὸν πυρέττειν ἐπορεύθη πρὸς αὐτὸν, εὑρών τε σφοδρῶς ἤδη πυρέττοντα, πρῶτον μὲν ἐπύθετο τίνα γνώμην ἐγὼ περὶ τῆς ἀρχῆς τοῦ γεγενημένου πυρετοῦ νῦν [αὐτῷ φαινοίμην ἔχων, ἀκούσας δὲ παρ᾿ αὐτοῦ τὸ ἀληθὲς, ὡς διὰ φιλονεικίαν οὐκ ἐδήλωσε πορευθῆναί τινα πρός με, ἐκέλευσε παρακαλεῖν με εἰς τὴν ἐπίσκεψιν τοῦ Ἕξστου καὶ μετὰ ταῦτα πρὸς αὐτὸν ἀφικέσθαι. τούτων  γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς τοῦ νοσήματος. ἀπεκρινάμην οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς· εἶτα κριθησομένου κατὰ τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει γενησομένην λύσιν ἑτοίμως ἐπίστευσεν· ὃ γὰρ ἕκαστος βούλεται δηλονότι, τοῦτο καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ᾿ ὅτι οὐκ ἂν σφαλείην ὑπὲρ τοῦ σωθήσεσθαι τὸν Ἕξστον ἐπίστευσέ μοι· τὸ δὲ τῆς ἡμέρας ἐν ᾗ τελέως ἀπαλλαγοῖτο τοῦ νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον ὑπὲρ τῶν εἰς τετάρτην ἡμέραν ἐσομένων. ἅτε δ᾿ οὕτως διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν Ἕξστου περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην ἐπίσκεψιν. ὡς δὲ θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, ἢ διαμενεῖς ἐπὶ τῶν αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην ἢ χθὲς ἀποφήνασθαί μοι τὰ αὐτὰ, μετ᾿ ἄριστον αὖθίς με καλέσας ἤρετο πάλιν εἰ βεβαίως εἴην πεπεισμένος Ἕξστῳ ἐσομένην κρίσιν. ἤκουεν οὖν παρ᾿ ἐμοῦ μᾶλλον ἢ χθὲς ἔχειν διατείνασθαι. ὡς δὲ καὶ τὴν δευτέραν ἡμέραν ἐπύθετό μου πότερον φυλάττοιμι τὴν αὐτὴν γνώμην ἐπὶ τοῖς προειρημένοις, ἤ τι καὶ μετακινοῖμι τῶν ῥηθέντων, ἤκουσεν οὐδὲν μὲν ἐκείνων κινεῖν, προστίθεσθαι δέ τι τοῖς εἰρημένοις ἔχων. καὶ ὅς αὖθις ἤρετο τί τοῦτό ἐστιν; ἤκουσεν ὅτι διελθούσης τῆς ἑπτακαιδεκάτης ἡμέρας ἄρξασθαι τὸν ἱδρῶτα περὶ δευτέραν ὥραν νυκτερινήν. ἆρ᾿ οὖν, ἔφη, καὶ Πειθολάῳ ταῦτ᾿ εἶπας; εἰρηκέναι τε ἔφην αὐτῷ καὶ πεπεῖσθαί γε ἐκεῖνον ὡς οὐκ ἂν σφαλείην ἐν τῇ προῤῥήσει καὶ θεραπείᾳ. πάντως οὖν ἔφη καὶ τῷ αὐτοκράτορι δεδηλωκέναι Πειθόλαον. ἴσως, ἔφην, οὗτος ἔφη· ἐμοὶ δ᾿ οὐ μέλει τῆς ἐπὶ τοῖς τοιούτοις δόξης, οὐ γὰρ περιέρχομαι κηρύττων τὰς ἐμὰς προγνώσεις τε καὶ θεραπείας, ἵνα μᾶλλον οἱ ἰατροί τε καὶ φιλόσοφοί με μισῶσι, γόητά τε καὶ μάντιν ἕτερά τε κατ᾿ ἐμοῦ τοιαῦτα θρυλοῦντες. ὑμῖν δὲ τοῖς φίλοις ὅσοι κατεγνώκατε τῆς ἰατρικῆς τέχνης ἐκ τῆς τούτων ἀμαθίας, ἐπιδείκνυμι τὴν μὲν τέχνην ἀξίαν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ, τοὺς δὲ ἰατροὺς τούτους ὑβρίζειν αὐτήν· ὥσπερ καὶ τοὺς φιλοσόφους φιλοσοφίαν, οἵ γε μηδενὸς ἰδιώτου βέλτιον βιοῦντες ὀνομάζουσιν αὑτοὺς ὀνόματι σεμνῷ τῷ τῆς φιλοσοφίας. ταῦτα μὲν εἶπον τῷ Σεβήρῳ· σὺ δὲ, ὦ Ἐπίγενες, ἔγνως τὴν κακοήθειαν τῶν ἰατρῶν σχεδὸν ἁπάντων εὐχομένων φανερῶς ἀποτυχεῖν με πεμπόντων τε δι᾿ ὅλης ἡμέρας τοὺς γνωσομένους τε καὶ ἀγγέλλοντας αὐτοῖς τὸ γενησόμενον· οὐ γὰρ ᾔδεσάν με τῷ Σεβήρῳ καὶ Πειθολάῳ προειρηκότα δείλης ὄψεσθαι ἐσομένην τὴν ἀρχὴν τῆς κρίσεως. ἐπεὶ δὲ περὶ τὴν ἑβδόμην ὥραν ἐπιπαροξυνθέντα τὸν Ἕξστον ἐπύθοντο, καταγελῶντες καὶ φανερῶς ἐπιχαίροντες ἅπασι τοῖς ἀπαντῶσιν ἔλεγον κερτομοῦντες ὡς ἡ θαυμαστὴ μαντεία τοῦ Γαληνοῦ κατὰ τοὐναντίον ἀπέβη. γενομένης μέντοι τῆς κρίσεως, ὡς προειρήκειν κατὰ τὴν προτεραίαν (ἔφασαν ἑπομένην ἐναλλὰξ) ἐτρέποντο πάντες αἰσχυνόμενοι, καὶ ταῦτα τῆς προγνώσεως οὐδὲν ἐχούσης θαυμαστὸν, ὡς ἔδειξά σοι διά τε τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν περὶ τῶν κρίσεων πραγματείαν. τούτοις μέντοι τοῖς ἰατροῖς, οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς, ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ μάλιστα ἐὰν ἀπύρετος γενόμενος ὁ κάμνων, αὖθις ἐξ ὑποστροφῆς πυρέττῃ. καίτοι παρ᾿ Ἱπποκράτους κατὰ τῶν ἐπιδημιῶν βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ᾿ ἑκάστῳ τῶν ἀῤῥώστων ἄχρι τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ τὴν ιδ΄. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξ΄. ἢ π΄. τύχῃ γεγενημένη. αὕτη μὲν οὖν ἡ πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ τοῖς πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ᾿ οὐ τοιαύτη γε κατ᾿ ἀλήθειαν ἦν, ὥσπερ οὐδ᾿ ἡ μετὰ γνώσεως τῶν ἐνεστώτων θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν ἐκείνου γενομένη.