<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><p>Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι <lb/>διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δὲ τῷ
						παρόντι λόγῳ, <lb/>μάλιστ᾿ ἐπειδὰν καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι <lb/>τίνι
						λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος <pb n="631"/> ἐγνώρισεν, ἔγραψαν τῶν
						ἀρτηριῶν τοὺς σφυγμοὺς <lb/>τοῦ νεανίσκου, σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτὸν, οὐκέθ᾿
						<lb/>ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι. ἐγὼ δ᾿ <lb/>ὅπως μὲν Ἐρασίστρατος
						ἔγνω, τοῦτο λέγειν οὐκ ἔχω. ὅπως <lb/>δὲ αὐτὸς ἔγνων ἤδη σοι φράσω. παρεκλήθημεν εἰς τὴν
						<lb/>ἐπίσκεψίν τινος γυναικὸς, ὡς ἀγρυπνούσης ἐν ταῖς νυξὶ καὶ <lb/>μεταβαλλούσης ἑαυτὴν
						ἄλλοτε εἰς ἄλλο σχῆμα κατακλίσεως, <lb/>εὗρον δ᾿ ἀπύρετον, ἐπυθόμην ὑπὲρ ἑκάστου τῶν
						κατὰ μέρος <lb/>αὐτῇ γεγονότων, ἐξ ὧν ἴσμεν ἀγρυπνίας συμβαινούσας. ἡ δὲ <lb/>μόγις, ἢ
						οὐδ᾿ ὅλως ἀπεκρίνετο, ὡς μάτην ἐρωτωμένην ἐνδεικνυμένη <lb/>καὶ τὸ τελευταῖον
						ἀποστραφεῖσα, τοῖς μὲν ἐπιβεβλημένοις <lb/>ἱματίοις ὅλῳ τῷ σώματι σκεπάσασα πᾶσαν
						<lb/>ἑαυτὴν, ἄλλῳ δέ τινι μικρῷ ταραντινιδίῳ τὴν κεφαλὴν <lb/>ἔκειτο καθάπερ οἱ
						χρῄζοντες ὕπνου. χωρισθεὶς οὖν ἐγὼ <lb/>δυοῖν θάτερον αὐτὴν ἐνόησα πάσχειν, ἢ
						μελαγχολικῶς δυσθυμεῖν, <lb/>ἤ τι λυπουμένην οὐκ ἐθέλειν ὁμολογεῖν. εἰς τὴν
						<lb/>ὑστεραίαν οὖν ἀνεβαλλόμην ἀκριβέστερον διασκέψασθαι περὶ <pb n="632"/> αὐτῶν καὶ
						πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παραμενούσης <lb/>οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι
						θεάσασθαι· <lb/>δεύτερον δ᾿ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταὐτὸ, τρίτον <lb/>πάλιν ἧκον.
						εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάττεσθαι, <lb/>μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν
						γυναῖκα, καὶ <lb/>γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνήθως
						<lb/>προσενεγκαμένην <milestone unit="ed2page" n="840"/>, ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος
						<lb/>διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ <lb/>τειρομένην, ἣν
						ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρασιστράτῳ <lb/>γενέσθαι, προεγνωσμένου γάρ μοι
						τοῦ μηδὲν εἶναι <lb/>κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνοχλεῖσθαι
						<lb/>τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν <lb/>ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο,
						παραγενομένου τινὸς <lb/>ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλάδην·
						<lb/>ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ <lb/>προσώπου, κᾀγὼ θεασάμενος
						τοῦτο, τῷ καρπῷ τῆς γυναικὸς <lb/>ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον
						<lb/>ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τεθορυβῆσθαι· <lb/>ὁ αὐτὸς οὖν
						καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα <pb n="633"/> συμβαίνειν. κατὰ τὴν ὑστεραίαν οὖν εἰπὼν
						ἀκολούθῳ τινι <lb/>τῶν ἐμῶν, ὅταν ἐπισκεψάμενος ἔλθω πρὸς τὴν γυναῖκα, <lb/>μετ᾿ ὀλίγον
						ἀφικόμενος ἀνάγγειλόν μοι, Μόρφον ὀρχεῖσθαι <lb/>σήμερον, εἶθ᾿ ὡς ἤγγειλεν, ἄτρεπτον
						εὗρον τὸν σφυγμόν. <lb/>ὁμοίως δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ποιήσας ἀγγελθῆναι <lb/>περὶ
						τοῦ τρίτου τῶν ὀρχηστῶν, ὁμοίως μείναντος ἀτρέπτου <lb/>τοῦ σφυγμοῦ. κατὰ τὴν τετάρτην
						ἠκρίβωσα νύκτα πάνυ <lb/>παραφυλάξας, ἡνίκα Πυλάδης ὀρχούμενος ἠγγέλθη, ταραχθέντα
						<lb/>πολυειδῶς αὐτὸν ὁρῶν, εὗρον οὕτως ἐρῶσαν τοῦ Πυλάδου <lb/>τὴν γυναῖκα καὶ τοῦτο
						παραφυλαχθὲν ἀκριβῶς ἐν <lb/>ταῖς ἐφεξῆς ἡμέραις εὑρέθη βεβαίως. καθάπερ γε καί τινος
						<lb/>ἄλλου τῶν πλουσίων δοῦλος οἰκονόμος ὁμοίως κάμνων ἐγνώσθη <lb/>μοι. λυπούμενος γὰρ
						ἐν τῷ μέλλειν ἀποδιδόναι λογισμοὺς <lb/>ὧν διῴκησεν, ἐν οἷς ἠπίστατο λεῖπον οὐκ ὀλίγον
						<lb/>ἀργύριον, ὑπὸ τῆς φροντίδος ἠγρύπνει τε καὶ λυπούμενος <lb/>ἐτήκετο, προειπὼν δὲ
						αὐτοῦ τῷ δεσπότῃ μηδὲν εἶναι σωματικὸν <lb/>πάθημα τῷ πρεσβύτῃ, σκέψασθαι
						συνεβουλευσάμην, <lb/>ὅτι φοβοῖτο μέλλοντος αὐτοῦ τοὺς λόγους, ὧν ἐνεχείρισεν ﻿<pb n="634"/> ἀπαιτεῖν, καὶ διὰ τοῦτο λυποῖτο, γινώσκων οὐκ ὀλίγον ἐν <lb/>αὐτοῖς
						εὑρήσεσθαι λεῖπον. ἐπειδὴ καλῶς ἔφη με στοχάζεσθαι, <lb/>τοῦτο συνεβούλευσα βεβαίας
						ἕνεκεν διαγνώσεως, εἰπεῖν <lb/>αὐτῷ ὅσον ἔχει παρακείμενον ἀργύριον αἰτῆσαι τοῦτο,
						<lb/>μή πως ἐξ αἰφνιδίου τελευτήσαντος ἀπόληται, μεταστάσης εἰς <lb/>ἄλλον οἰκέτην τῆς
						διοικήσεως, οὗ μήπω πεῖραν ἔχει· παρὰ <lb/>γὰρ ἐκείνου μὴ χρῄζειν ἀπαιτήσεως λογισμῶν.
						ὡς δὲ ὁ δεσπότης <lb/>αὐτῷ ταῦτα διελέχθη, πεισθεὶς οὐκ ἐξετασθήσεσθαι <lb/>καὶ διὰ
						τοῦτο γινόμενος ἄλυπος ἐν τῇ τρίτῃ τῶν ἡμερῶν <lb/>τὴν κατὰ φύσιν ἕξιν τοῦ σώματος
						ἀνεκτήσατο. τί δή <lb/>ποτ᾿ οὖν ἐλάνθανε τοὺς ἔμπροσθεν ἰατροὺς τήν τε προειρημένην
						<lb/>γυναῖκα καὶ τὸν προειρημένον οἰκέτην ἐπισκοπουμένους; <lb/>ἐκ γὰρ κοινῶν
						ἐπιλογισμῶν εὑρίσκεται τὰ τοιαῦτα, <lb/>κᾂν βραχεῖαν ἐπιστήμην ἔχῃ τῆς ἰατρικῆς θεωρίας.
						ἐγὼ μὲν <lb/>ἡγοῦμαι διότι μηδεμίαν ἔχουσι διάγνωσιν, ὧν τὸ σῶμα διὰ <lb/>τῆς ψυχῆς πάθη
						πάσχειν εἰώθει. ἴσως δὲ ὅτι οὐδὲ διὰ τοὺς <lb/>ἀγῶνας καὶ τοὺς φόβους ἐξαίφνης τὴν ψυχὴν
						ταράξαντας <lb/>οἱ σφυγμοὶ τρέπονται γινώσκουσιν. ὅπερ Ἐρασίστρατος ἐπιστάμενος <pb n="635"/> ἐπὶ τῆς αὐτῆς οἰκίας τῷ νοσοῦντι τῆς γυναικὸς <lb/>ὑπαρχούσης εὐκολώτερον
						ἐξεῦρεν, ὡς ἂν δυναμένου αὐτοῦ <lb/>συνεχέστερον ὁρᾶσθαι τὸν νεανίσκον, μὴ διὰ πλειόνων
						ἡμερῶν <lb/>καθάπερ ὁ Πυλάδης· οὐδ᾿ οὖν οὐδὲ τότε φαινομένου, <lb/>ἀλλ᾿ ἀκουομένου
						ἐκταράττειν τὴν γυναῖκα. λῆρος οὖν μακρὸς <lb/>ἐρωτικῶς κινούμενοι σφυγμοὶ τῶν οὐ
						γινωσκόντων ἔρωτος <lb/>μὲν οὐδένα δηλωτικὸν σφυγμὸν εἶναι, θορυβουμένης δὲ <lb/>ψυχῆς
						τοὺς σφυγμοὺς ἀλλοιοῦσθαι, μήτε τὴν κατὰ φύσιν <lb/>ὁμαλότητα μήτε τὴν τάξιν
						ἀποσώζοντας. </p></div><div type="textpart" subtype="chapter" n="7"><p><milestone unit="ed2page" n="841"/>[Διὰ τίνων τεχνῶν τὸν Κύριλλον τὸν <lb/>Βοηθοῦ υἱέα
						κατέλαβε ἐσθίειν λάθρα.] Ἓν οὖν ἔτι προσθεὶς, <lb/>ἐφ᾿ οὖ παραχρῆμα μὲν ἐξεπλάγη Βοηθὸς,
						ἀκούσας δ᾿ ὅπως <lb/>εὑρέθη θαυμάζειν οὐκέτι ἔφασκεν, ἀλλὰ τῶν ἀγνοούντων τὸ
						<lb/>θεώρημα καταγινώσκειν ὡς ἀμαθῶν, ἐπ᾿ ἄλλο τι μεταβήσομαι. <lb/>νοσήσαντος γὰρ αὐτῷ
						θατέρου τῶν υἱῶν, εἶτα ῥωσθέντος <lb/>ὑποστρέψαντός τε τοῦ νοσήματος, εἷτ᾿ αὖθις
						παυσαμένου <lb/>καὶ μετὰ ταῦτα πάλιν ἐπιπυρέξαντος τοῦ παιδὸς, <lb/>ἐμοῦ τε λέγοντος
						ἐσθίειν αὐτὸν λάθρα· τὰ γὰρ ἐν τῷ φανερῷ <pb n="636"/> διδόμενα πρὸς τῷ ταῖς ποιότησιν
						ὑπάρχειν ἐπιτήδεια <lb/>καὶ τῇ ποσότητι σύμμετρα εἶναι, τὴν μητέρα τοῦ παιδὸς
						<lb/>ὑποσχομένην ἀκριβῶς αὐτὸν φυλάξαι ἐπέστησε φύλακα παρακαθημένην <lb/>τε δι᾿ ὅλης
						τῆς ἡμέρας, ἀποκωλύουσάν τε τοὺς <lb/>εἰς τὸν οἶκον ἐκεῖνον εἰσιόντας, κατὰ τὸν οἶκον
						αὐτοῦ κοιμωμένου, <lb/>ἀποκεκλεισμένον ἔνδοθεν ἀκριβῶς ἀπ᾿ αὐτῆς. ἐπεὶ <lb/>δὲ τέτρασιν
						ἡμέραις οὕτω φυλαττόμενος ἐθερμάνθη διὰ <lb/>τῆς νυκτὸς, ὁ Βοηθὸς ἀναρτήσας με καὶ
						παραλαβὼν ἦγεν <lb/>εἰς τὴν οἰκίαν ἐπὶ τὸν παῖδα, συνηκολούθησαν δ᾿ αὐτῷ καὶ <lb/>οἱ
						κατὰ τὴν ὁδὸν ἀπαντῶντες, ἐν οἶς ἦσθα καὶ σύ. κατέλαβον <lb/>δὲ ἐκ μὲν τοῦ κοιτῶνος ἅμα
						τῇ μητρὶ προεληλυθότα <lb/>τὸν παῖδα πρὸς ἕτερον οἴκημα, ἐν ᾧ καὶ κλίνη, καθ᾿ ἦς ἡ
						<lb/>μήτηρ τοῦ παιδὸς ἐκαθέζετο· σκίμπους δέ τις ἔζευκτο μικρὸν <lb/>τῶν μέσων αὐτοῦ
						κατωτέρω, καθ᾿ οὗ τὸν παῖδα κατακλίνασα <lb/>παρεφύλαττεν, ὡς μηδεὶς αὐτῷ προσέρχοιτο.
						καθέδρα <lb/>δὲ ἦν μία τοῦ σκίμποδος, οἶα σύμμετρον ἐφ᾿ ἑαυτῇ <lb/>ἐπ᾿ αὐχένι ἔχουσι.
						κατάντικρυς δὲ τοῦ σκίμποδος πρὸς τοῖς <lb/>ἄνω πέρασι τῆς κλίνης ἐφεξῆς ἀλλήλων ἔκειντο
						δύο βάθραι, <pb n="637"/> καθ᾿ ὦν ὁ Βοηθὸς ἡμᾶς καθίσας αὐτὸς, τῇ γυναικὶ παρακαθε <lb/>
						<milestone unit="ed1page" n="457"/>σθεὶς, ἤγαγον Γαληνὸν, ἔφη, τοῦτον ὅπως ἀκούσῃ
						<lb/>παρὰ σοῦ περὶ τῆς ἀκριβοῦς φυλακῆς ἐν ταύταις ταῖς <lb/>ἡμέραις γεγενημένης τοῦ
						παιδὸς, ὡς οὐδὲν ἐν τῇ διαίτῃ <lb/>πλημμελοῖτο· θεασάμενός τε πότερον ὄντως ἐπύρεξε διὰ
						τῆς <lb/>νυκτὸς, ἢ σὺ φάσκουσά μοι θερμότερον αὐτὸν γεγονέναι <lb/>παρελογίσθης ὑπὸ
						δειλίας, ὡς οἰηθῆναι πυρετὸν εἶναι τὴν <lb/>θερμότητα δι᾿ ἄλλην ἴσως αἰτίαν γενομένην·
						ἵνα μὲν ὅπως <lb/>διάγει σαφῶς ἡμῖν δηλώσειεν, ἄμα δὲ καὶ τὰ τῆς διαίτης <lb/>αὐτῷ πάντα
						σε διδάξειεν. ἁψάμενος οὖν ἐγὼ τῆς κατὰ τὸν <lb/>καρπὸν ἀρτηρίας τοῦ παιδὸς ἀπύρετον μὲν
						αὐτὸν ἔφην <lb/>εἷναι, παρέχειν δέ μοι σκωμμάτων ἀρχὴν τοῖς ὀνομάζουσί <lb/>με μάντιν.
						ὑπολαβὼν οὖν ὁ Βοηθὸς ἔφη· κᾀγὼ πρὸς ἐκείνους, <lb/>ὡς οἶσθα, καλεῖν εἴωθά σε μάντιν
						ὄντα, ὅταν τοιοῦτον <lb/>εἴπῃς, ὁποῖον οἱ ἀντίτεχνοί σου φάσκουσιν ἀδύνατον <lb/>εἶναι,
						διὰ τῶν τῆς ἰατρικῆς θεωρημάτων γνωσθῆναι. ἀλλά <lb/>τοι μέχρι δεῦρο πάντ᾿, ἔφην, ἔδειξά
						σοι τὰ τοιαῦτα διὰ <lb/>θεωρίας ἰατρικῆς εὑρισκόμενα καὶ τινάς τε τῶν ἰατρῶν <pb n="638"/> αὐτὰ γεγραφότων. λέγειν οὖν ἐκελεύετε πάντες ἤδη τὸ μάντευμα· <lb/>κᾀγὼ δεηθεὶς ἅπαξ
						ἔτι συγχωρήσειν μοι τῶν σφυγμῶν <lb/>ἅψασθαι τοῦ παιδὸς, ἐπειδὴ τοῦτ᾿ ἔπραξα,
						μαρτυρήσεις, <lb/>ἔφην, ὦ Βοηθὲ, μηδένα μοι παραγινομένῳ μετὰ σοῦ <lb/>διαλεγομένων ἡμῶν
						δι᾿ ὅλης τῆς ὁδοῦ προσεληλυθότα τὸ <lb/>μέλλον λέγεσθαι μάντευμα μεμηνυκέναι. φάντος οὖν
						αὐτοῦ <lb/>μαρτυρήσειν, οἶσθα ὅπως γελάσας ἐγὼ προσέχειν τε καὶ <lb/>ἀκούειν ὑμᾶς
						ἐκέλευσα τὸ τοῦ μάντεως θέσπισμα τοιόνδε τι <lb/>φήσας εἶναι· τῷ Κυρίλλῳ τούτῳ κατὰ τὸν
						οἶκον τοῦτον ἀποκέκρυπταί <lb/>τι τῶν ἐδωδίμων, ὅπως ὅταν εἰς τὸ βαλανεῖον ἡ <lb/>μήτηρ
						αὐτοῦ πορευομένη κλείσῃ τὸν οἶκον, <milestone unit="ed2page" n="842"/>εἶτα ὑπὲρ
						<lb/>ἀσφαλείας εἰς γλωττόκομον ἐμβάλλουσα τὴν κλεῖν κατασημήνηται, <lb/>τοῦτο γὰρ ἀκούω
						ποιεῖν αὐτὴν ἑκάστοτε, κατακεκρυμμένον <lb/>ἀνελόμενος ὁ υἱὸς αὐτῆς οὕτως προσενέγκηται.
						<lb/>ταῦτ᾿ ἀκούσας Βοηθὸς εὐθέως ἐξορμήσας πρὸς τὸν παῖδα <lb/>συναρπάζει τε καὶ
						μετακομίσας ἐπὶ τὴν κλίνην, ἀναστορεθῆναι <lb/>τὸν σκίμποδα κελεύσας, ἐπειρᾶτο τὸ
						κατακεκρυμμένον <lb/>ὡς αὐτίκα φανησόμενον. ἐπειδὴ τά τ᾿ ἐπιβλήματα πάντα <lb/>καὶ τὸ
						ὑπεστορεσμένον αὐτοῖς ἀνετινάχθη, τὸ γνάφαλον ἑξῆς ﻿<pb n="639"/> ἀνετίναξεν. εἶτα τὴν
						καθέδραν ἐπάρας ἐπεσκοπεῖτο μή τι <lb/>κατακεκρυμμένον ὑπ᾿ αὐτῇ φανείη. ὡς δ᾿ οὐδὲν οὐδ᾿
						οὕτως <lb/>ἐφάνη, μετακομίσας ἀπὸ τῆς κλίνης τὸ παιδίον ἐπὶ τὸν <lb/>σκίμποδα τὴν κλίνην
						ὅλην ἀναστορέσας, ἐκέλευσεν αὖθις <lb/>στρώννυσθαι. γελάσας τε, τί, φησὶν, ὁ μάντις
						λέγει; θαυμάσας <lb/>δ᾿ ἐγὼ διότι μηδὲν εὗρεν ἐφ᾿ ὧν ᾤετο κατακεκρυμμένον, <lb/>ὃ μόνον
						ἀζήτητον, ὡς οὐδενὸς ὑποπτεύοντος ἐν αὐτῷ περιέχεσθαι <lb/>τὸ ζητούμενον ἐπάρας
						ἀνέσειον· ἦν δὲ τοῦτο παντελῶς <lb/>σμικρὸν τῆς μητρὸς αὐτοῦ ταραντινίδος ἐπικείμενον
						<lb/>τῇ καθέδρᾳ, σεισθέντος δ᾿ αὐτοῦ μέρος ἄρτου τὸ περιεχόμενον <lb/>ὑπ᾿ αὐτοῦ κατὰ γῆς
						ἔπεσε καὶ ὑμεῖς πάντες ἀνακεκράγατε <lb/>μέγιστον ἅμα τῷ Βοηθῷ γελῶντες καὶ τὴν μαντικὴν
						<lb/>ἐπαινοῦντες. ὁ δ᾿ οὖν Βοηθὸς ὑπὲρ πάντας γελῶν ἐθαύμαζε <lb/>πῶς ὁ σφυγμὸς, εἰ καὶ
						τὸ κατακεκρυμμένον ἐδώδιμον, <lb/>ἱκανός ἐστι δηλοῦν. ἀλλὰ τό γε μέλλον ὑπὸ τοῦ παιδὸς
						<lb/>ἔσεσθαι λουομένης τῆς μητρὸς ἐμήνυσα· κᾀγὼ πρὸς αὐτὸν <lb/>ἔτι ἔφην, ὦ δριμύτατε,
						μὴ δηλωσάντων τοῦτο τῶν <lb/>σφυγμῶν ὁ Γαληνὸς ἐτεκμήρατο. κλεισθείσης γὰρ ἀκριβῶς <pb n="640"/> τῆς θύρας κατὰ πολλὴν σχολὴν, τὴν ἐδωδὴν αὐτῷ τῷ παιδὶ <lb/>γενέσθαι
						δυναμένην ἀδεῶς, οὐ χαλεπὸν ἦν τεκμήρασθαι, <lb/>ἀλλὰ καὶ ὅτι κατακέκρυπταί τι καὶ τὸ
						κατακεκρυμμένον <lb/>ἐδώδιμόν ἐστιν, ὁ μὲν σφυγμὸς οὐκ ἤγγειλέ μοι· τεταραγμένον <lb/>δ᾿
						αὐτὸν θεασάμενος ἐνόησα, καθάπερ ἐπὶ τῆς ἐρώσης <lb/>γυναικὸς καὶ τοῦ φοβουμένου δούλου
						τὴν ταραχὴν ἐπὶ <lb/>ψυχικῷ τινι πάθει γενέσθαι, ἀπυρέτου τελέως γε ὄντος <lb/>τοῦ
						παιδός. ἐρωτήσεις οὖν ἴσως ἐκ τίνος ἐτεκμηράμην ἐδώδιμον <lb/>εἶναι τὸ κατακεκρυμμένον·
						ἄκουε δὴ καὶ περὶ τούτου <lb/>τὴν ταραχὴν τῆς ψυχῆς. οὔτε δίκην μέλλων ἐρεῖν ὁ παῖς
						<lb/>οὔτε παλαίειν, ἢ παγκρατιάζειν, ἢ ὅλως ἐπιδείκνυσθαι πλεονέκτημά <lb/>τι σωματικὸν,
						ἢ ψυχικὸν, οὐχ ὅλως ἐγκαλούμενός <lb/>τι διαμένουσιν ἴσχειν. ἀκούσας οὖν ὁ Βοηθὸς ταῦτα,
						νὴ τοὺς <lb/>θεοὺς ἔφη θαυμάζειν, εἰ οὕτως εὔγνωστα φάρμακα τῶν <lb/>ἰατρῶν οὐδεὶς
						οἶδεν. εὔδηλον γὰρ ὅτι μήτ᾿ αὐτοὶ τοιοῦτον <lb/>ἔργον ἐπεδείξαντο πώποτε, καὶ δὲ πάντα
						μᾶλλον ἢ ἐξ ἰατρικῆς <lb/>αὐτὰ πράττειν φασίν. ἐοίκασι δ᾿, ἔφη, μὴ μόνον ἀγνοεῖν
						<lb/>ὁποῖός ἐστι τῶν ἀγωνιώντων ὁ σφυγμὸς, ἀλλὰ μηδ᾿ εἴπερ <pb n="641"/> ἔγνω τις αὐτῶν
						κατὰ τύχην ἃ προσελογίσω, προσεπιλογίσασθαι <lb/>δύνασθαι. διὰ τὸ μήτε φῦναι συνετοὶ
						μήτε μαθήσει <lb/>γεγυμνάσθαι τὸν λογισμόν. ἀλλά γε τῆς κακοηθείας ἔφην <lb/>ἔργα
						γεγυμνασμένοι τέ εἰσι καὶ σοφοί. </p></div><div type="textpart" subtype="chapter" n="8"><p>[Τὴν γυναῖκα τοῦ Βοηθοῦ τῷ γυναικείῳ <lb/>ῥῷ περιπεσοῦσαν ἰᾶται παρὰ τὴν ἄλλων δόξαν.]
						Τούτων <lb/>μὲν οὖν, ὦ Ἐπίγενες, αὐτὸν ἔχω μάρτυρά σε, πολλῶν δ᾿ <lb/>ἄλλων ἑτέρους
						ἁπάντων τῶν πραχθέντων μοι κατὰ τὴν <lb/>πρώτην ἐπιδημίαν. ἤκουες δ᾿ αὐτὸ παρ᾿ αὐτῶν τῶν
						ὑπ᾿ ἐμοῦ <lb/>θεραπευθέντων. ἓν οὖν ὄντως θαυμάσιον πραχθὲν, ὃ οὐ <lb/>μόνον με
						παραδοξολόγον ὡς ἔμπροσθεν οἱ πολλοὶ τῶν ἰατρῶν <lb/>ὠνόμαζον, ἀλλὰ καὶ παραδοξοποιὸν
						ἐποίησε κληθῆναι <lb/>σιωπήσω. ἡ γὰρ τοῦ Βοηθοῦ γυνὴ τῷ καλουμένῳ ῥῷ <lb/>γυναικείῳ
						περιπεσοῦσα κατ᾿ ἀρχὰς μὲν <milestone unit="ed2page" n="843"/>αἰδουμένη <lb/>τοὺς
						ἀξιολόγους ἰατροὺς, ὦν εἶς ἤδη κᾀγὼ πᾶσιν ἐδόκουν <lb/>εἶναι, ταῖς συνήθεσι μαίαις
						ἀρίσταις οὔσαις τῶν κατὰ τὴν <lb/>πόλιν ἑαυτὴν ἐπέτρεπεν. ὡς δ᾿ οὐδὲν ὠφελεῖτο, πάντας
						ἡμᾶς <lb/>ὁ Βοηθὸς ἀθροίσας ἐπεσκοπεῖτο τί χρὴ ποιεῖν. ὡς δὲ συνωμολογήθη, <pb n="642"/>
						κατὰ τὴν γεγραμμένην ὑφ᾿ Ἱπποκράτους τε καὶ τῶν <lb/>ἀρίστων μετ᾿ αὐτὸν ἰατρῶν
						θεραπείαν, ἅπαντα πράττειν <lb/>ἀξιώσαντος αὐτοῦ καὶ συνεχῶς ἐπιφαίνεσθαί με ταῖς
						ὑπηρετούσαις <lb/>αὐτῇ γυναιξὶν, ὁρᾷν τε τὰς ὕλας τῶν κατὰ μέρος <lb/>βοηθημάτων πρὸς
						τὸν καθόλου σκοπὸν ἀποβλέποντα, κεφάλαιον <lb/>ἔχοντα, ξηραίνειν μὲν οὐ μόνον τῆς μήτρας
						τὰ <lb/>χωρία, ἀλλὰ καὶ σύμπαν τὸ σῶμα, προσφέρειν τε καὶ ἀλειμμάτων <lb/>στυφόντων τοῖς
						γυναικείοις τόποις, ἐποίουν οὕτως. <lb/>ἐπεὶ δὲ ταῦτα πραττόντων ἐφαίνετο χείρων ἡ
						διάθεσις ἀποτελουμένη, <lb/>κατὰ τὸ εἰκὸς ἀπορία πᾶσιν ἡμῖν ἐγίνετο καὶ ζητοῦσιν
						<lb/>ἑτέραν ἀγωγὴν θεραπείας, ἐφ᾿ ἣν μεταβῶμεν, οὔτ᾿ ἐκ <lb/>λογισμοῦ τις εὕρισκεν οὔτ᾿
						ἐκ πείρας ἀνεμιμνήσκετο βέλτιον <lb/>τῆς ὑπὸ τῶν ἀρίστων ἰατρῶν ὁμολογουμένης. ἐν τούτῳ
						<lb/>δὲ καὶ ὄγκος τις ὤφθη κατὰ τὴν γαστέρα παραπλήσιος τῷ <lb/>γινομένῳ ταῖς κυούσαις,
						ὃν ἔνιαι τῶν θεραπευουσῶν αὐτὴν <lb/>γυναικῶν ᾠήθησαν ὄντως ἐπὶ κυήσει γενέσθαι, οὐ μὴν
						τῶν <lb/>γε ἄλλων ἰατρῶν τις ἐπείθετο. τὰ γὰρ ἐκκρινόμενα γνωρίσματα <lb/>ὄντα τοῦ ῥοῦ
						τοῦ γυναικείου καθ᾿ ἑκάστην ἡμέραν <pb n="643"/> ἀντιμαρτυρήσει τῇ δόξῃ ταύτῃ. τῆς
						φυλαττούσης οὖν αὐτὴν, <lb/>ἣν ἐπεπιστεύκειμεν ἀρίστην εἶναι, τά τ᾿ ἄλλα πραττούσης ὡς
						<lb/>ἐπὶ κυούσης λουούσης τε καθ᾿ ἑκάστην ἡμέραν, συνέβη κατὰ τὸν <lb/>πρῶτον οἶκον τοῦ
						βαλανείου σφοδροτάτης ὠδίνης γενομένης, <lb/>οἶαι ταῖς τικτούσαις εἰώθασι συμπίπτειν,
						ὑδατῶδες ὑγρὸν <lb/>ἐκκενωθῆναι τοσοῦτον ὡς λειποθυμήσασαν ἐξενεχθῆναι τοῦ
						<lb/>βαλανείου τὴν γυναῖκα. καλουσῶν δὲ καὶ κεκραγυιῶν τῶν <lb/>ἀμφ᾿ αὐτὴν, οὐδεμιᾶς δὲ
							<milestone unit="ed1page" n="458"/>οὐδὲ πόδας οὐδὲ χεῖρας <lb/>οὐδὲ τὸ στόμα τῆς
						γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσι <lb/>κατὰ τὸ σύνηθες, ἀνατριβούσης, ἐγὼ κατὰ τύχην
						ἑστὼς πρὸ <lb/>τῆς ἔξω θύρας τοῦ βαλανείου, κραυγῆς ἀκούσας, εἰσεπήδησα <lb/>καὶ
						θεασάμενος ἀπεψυγμένην αὐτὴν, εἰς χεῖρας λαβὼν ναρδίνου <lb/>μύρου τὸν στόμαχον
						ἀνατρίβειν ἐγκελευσάμενος ταῖς <lb/>παρούσαις, μὴ μάτην ἑστάναι κεκραγυίας, ἀλλὰ τὰς μὲν
						<lb/>τοὺς πόδας ἐκθερμαίνειν, τὰς δὲ τὰς χεῖρας, ἐνίας δ᾿ ὀσφραντὰ <lb/>προσφέρειν τῇ
						ῥινί· τότε μὲν ἀνεκτησάμεθα ταχέως αὐτήν. <lb/>ἥδετο δὲ μεγάλως ἡ μαῖα, προσταλείσης ἐπὶ
						τῇ κενώσει <lb/>τῆς γαστρὸς, οὐχ οὕτως ἐπὶ τῷ σφαλῆναι ἐπὶ τῇ τοῦ τίκτειν ﻿<pb n="644"/>
						δόξῃ, ἀλλ᾿ ἐπὶ τὸ διατεταγμένον ἀπιστοῦσιν ἡμῖν ἀντιλέγειν, <lb/>ὡς ἐπιστημονικῶς εἰδυῖα
						τὸ πρᾶγμα. ἀποροῦντος δ᾿ ἑκάστου <lb/>ὅ τι δεῖ πράττειν καὶ μὴ κατὰ τὸν αὐτὸν σκοπὸν τῷ
						πρόσθεν <lb/>ἰᾶσθαι τὴν γυναῖκα, κατατολμῶντας ἐφ᾿ ἕτερον μεταβῆναι, <lb/>φροντίζοντι
						νύκτωρ ἐπῆλθε τοιόνδε τι. λειποψυχίας <lb/>αὐτῇ γεγενημένης, ὡς ἔφην, ὁπότε καὶ τὰς
						γυναῖκας εἶπον <lb/>οὐδὲν μὲν βοηθεῖν, ἑστάναι δὲ κλαιούσας, ἐμαυτόν τε μύρον
						<lb/>νάρδινον εἰς τὰς χεῖρας λαβόντα τὸ στόμα τῆς γαστρὸς καὶ <lb/>τὸ ὑποχόνδριον
						παρατρίβειν, ἀνεμνήσθην ὅτι τοσαύτην εὗρον <lb/>ἐν τοῖς χωρίοις τούτοις μαλακότητα τῶν
						ὑποχονδρίων μυῶν, <lb/>ὡς ἐμὲ γοῦν ἐν ἀρχῇ βιαιότερον ἀνατρίβειν αὐτὰ διεγνωκότα,
						<lb/>φοβηθέντα μὴ θλίψας τὴν σάρκα πελιδνὸν ἐργασαίμην <lb/>τι μόριον, ἀποστῆναι τοῦ
						βιαίου. ὡς γὰρ ἄν τις ἄκρως <lb/>εἰκάσαι βουληθείη παραπλήσια γάλακτι μὲν πηγνυμένῳ εἰς
						<lb/>τυροῦ γένεσιν, οὐ μὴν ἤδη γε πεπηγότι, κατεφάνη μοι κατὰ <lb/>τὸ ὑποχόνδριον
						ἅπαντα. τοῦ μὲν οὖν ξηραίνειν τὴν ἄμετρον <lb/>ὑγρότητα τοῦ πάθους ὑδατώδους ὄντος τυροῦ
						πάντες <lb/>ἔχεσθαι διεγνώκαμεν, ἐξευρεῖν δὲ τρόπον ἰάσεως, <pb n="645"/>
						<milestone unit="ed2page" n="844"/>οὐ διὰ ξηραινούσης ὕλης μόνον, ἀλλὰ καὶ θερμαινούσης,
						<lb/>ὅπως μὴ τήκοιτο τὸ σῶμα, ψυχρᾶς κράσεως ἀμέτρως <lb/>ὑπάρχον· καὶ μάλιστ᾿ ἐπειδὴ
						θέρους ὥρᾳ κατ᾿ ἐκεῖνον <lb/>τὸν καιρὸν ἡμεῖς τοὐναντίον ἐπράττομεν, ἐν θαλαττίᾳ ψάμμῳ
						<lb/>θερμῇ κατακλίναντες αὐτήν· λογισάμενος δέ τι καὶ ἄλλο <lb/>κοινότερον ἁμάρτημα κατὰ
						τὰ πλεῖστα τῶν παθῶν ἑκάστοτε <lb/>γιγνόμενον ὑπὸ τῶν ἰατρῶν κενούντων μὲν τὸ περιττὸν,
						<lb/>ὅπως δὲ μὴ γεννῷτο παραπλήσιον τῷ κενωθέντι παραλειπόντων, <lb/>ἐνενόησα τὸν σκοπὸν
						τῆς διαίτης ποιήσασθαι διά <lb/>τε πόματος ἐλαχίστου καὶ τρίψεως ὅλου τοῦ σώματος, ἔτι
						<lb/>τε χρίσεως οὕτω σκευαζομένης, οὐ διὰ πίττης τε καὶ ῥητίνης, <lb/>ἀλλὰ διὰ μέλιτος
						μόνου μέχρι πλείονος μὲν ἑψηθέντος, <lb/>ἀποψυχθέντος δ᾿ εἰς τοσοῦτον, ὡς τούτῳ δὴ τῷ
						κατὰ τὰς <lb/>κρήνας ὕδατι θέρους ὥρᾳ παραπλήσιον εἶναι. καθάπερ δὲ <lb/>διὰ τοῦ
						δέρματος ἔγνων ἄμεινον εἶναι διαφορεῖν τὴν περιττὴν <lb/>ὑγρότητα, τὸν αὐτὸν τρόπον
						οὐρητικοῖς τε φαρμάκοις <lb/>ἐπὶ τὴν κύστιν αὐτὴν ποδηγεῖν· ἐπιμελεῖσθαι δὲ τοῦ καὶ
						<lb/>διὰ κάτω γαστρὸς ὑπάγεσθαι. πειραθεὶς δ᾿ ἐν ταῖς μετὰ <pb n="646"/> τὴν ἀθρόαν
						ἔκκρισιν ἡμέραις ἐφεξῆς ὡς ἑπτὰ, καθ᾿ ἃς ὁ <lb/>μὲν Βοηθὸς ἅπαντας ἡμᾶς ἰδίᾳ τε καὶ
						κοινῇ παρεκάλει σκοπεῖσθαί <lb/>τινα θεραπείας τρόπον, ἀπαγαγὼν αὐτὸν ἀπὸ τῶν
						<lb/>παρόντων οἰκετῶν τε καὶ φίλων ἰδίᾳ ἐπὶ τῆς οἰκίας διελέχθην, <lb/>οὐδὲν, εἰπὼν,
						ἄχρι τήμερον οὐδὲ καθ᾿ ἕν με σφαλέντα <lb/>τῶν ἰατρικῶν ἔργων ἐπιστάμενος ἐπίσκεψαι κατὰ
						<lb/>σαυτὸν εἰ συγχωρεῖς δέκα ταῖς πάσαις ἡμέραις, ὡς βούλομαι <lb/>πρᾶξαι περὶ τὴν
						γυναῖκά σου· κᾂν μὲν ἄμεινον ἴσχειν <lb/>ἑκάστοτε φαίνηται, μετὰ ταῦτα ἄλλαις τοσαύταις
						ἐπιτρέψεις <lb/>μοι πράττειν τι περὶ αὐτήν· εἰ δὲ μὴ, τότε κᾀγὼ χωρισθήσομαι <lb/>τελέως
						αὐτῆς. ἑτοίμως δέ μοι συγχωρήσαντος <lb/>αὐτοῦ, πρῶτον μὲν ὑδραγωγῷ φαρμάκῳ διὰ τῆς κάτω
						γαστρὸς <lb/>ἐκένωσα, μετὰ ταῦτα δὲ πίνειν ὕδωρ ἐναφεψηθέντος <lb/>ἀσάρου τε καὶ
						σελίνου. ἐπεὶ δὲ ταῖς πρώταις ἡμέραις δύο <lb/>τούτων γενομένων οὐδὲν ἐφάνη τοῦ ῥοῦ,
						κατὰ τὴν τρίτην <lb/>ἔδωκα πάλιν οὐ πολὺ τοῦ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦντος <lb/>τὸ
						ῥέπον ἔμπροσθεν εἰς τὴν μήτραν, οὐ μόνον δι᾿ οὔρων, <lb/>ἀλλὰ καὶ διὰ τῆς κάτω γαστρὸς
						παροχετεύειν βουλόμενος. <pb n="647"/> καὶ μετ᾿ αὐτὸ ἔχριόν τε τῷ μέλιτι καθ᾿ ἑκάστην
						ἡμέραν, <lb/>ἀνέτριβόν τε τὸ σῶμα τὰ μὲν πρῶτα διὰ σινδόνων <lb/>μαλακωτάτων, εἶτα διὰ
						σκληροτάτων· ἐδίδουν τε κρέα τῶν <lb/>ὀρείων ὀρνίθων, ἰχθύων δὲ πετραίων. ὡς δὲ διὰ
						τούτων <lb/>ἡμέραις πεντεκαίδεκα τῆς θεραπείας γινομένης οὐδὲν ὅλως <lb/>ἐφάνη τοῦ
						πάθους γνώρισμα, γνοὺς ὁ Βοηθὸς μεῖζον ἢ <lb/>κατὰ τὴν ὑπόσχεσιν εἰργασμένον με, τελέως
						ἐκθεραπεῦσαι <lb/>τὴν διάθεσιν ἐδεῖτο, ὑποθήκας τε δοῦναι πρὸς τὸν λοιπὸν <lb/>χρόνον,
						ὅπως μηκέθ᾿ ὁμοίως νοσήσειε. ἐπεὶ δὲ πληρωθέντος <lb/>τοῦ μηνὸς εὔχρους τε ἦν ἀκριβῶς,
						ὡς μηδὲν ἀποδεῖν ἀκριβῶς <lb/>τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν δὲ τοῦ ῥεύματος ἐπεφάνη,
						<lb/>τετρακοσίους μὲν ἔπεμψέ μοι χρυσοῦς, ηὔξησέ τε τὸν <lb/>φθόνον τούτων τῶν γενναίων
						ἰατρῶν ἐφ᾿ οἷς ἐτύγχανεν <lb/>ἐπαινῶν με. καὶ μέντοι καὶ αὐτὸς ἕτοιμος ἦν, ὥσπερ ὅ τε
						<lb/>Σεβῆρος, τὸ μηνῦσαι τὰ κατ᾿ ἐμὲ τῷ τε κατὰ τὴν τῶν Ῥωμαίων <lb/>πόλιν ὄντι Μάρκῳ
						Αὐρηλίῳ Ἀντωνίνῳ αὐτοκράτορι. <lb/>Λεύκιος γὰρ ἀπεδήμει τῆς πόλεως ἕνεκα τοῦ Παρθικοῦ
						πολέμου <lb/>γενηθέντος ὑπὸ Βολογέσου. </p></div><pb n="648"/><div type="textpart" subtype="chapter" n="9"><p>[Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ ἡ <lb/>πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.]
						Κἀγὼ θεασάμενος <lb/>αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι <lb/>πρᾶξαι κωλυθῶ τῆς
						ἐς Ἀσίαν ἐπανόδου <milestone unit="ed2page" n="845"/>, παρεκάλεσα <lb/>βραχὺν ἐπισχεῖν
						χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς <lb/>τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι.
						καὶ τοίνυν <lb/>ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥωμαίων <lb/>πόλεως
						ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα <lb/>καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν
						οἴκησιν· ᾧ <lb/>προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων, <lb/>ἡμέρᾳ μιᾷ τῶν
						ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα <lb/>τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν
						τε παραχρῆμα <lb/>καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν <lb/>εἰς τὴν πατρίδα
						παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστερον <lb/>ἐπράχθη. ἐγὼ δ᾿ ἀνὰ Καμπανίαν γενόμενος,
						εἶτ᾿ ἐκεῖθεν <lb/>ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα <lb/>κατὰ τὴν
						πρώτην ἀναγενομένην ναῦν, εἴτ᾿ ἐς Δυῤῥάχιον <lb/>εἴτ᾿ ἐπὶ τῆς Ἑλλάδος πλέοι,
						διαπεραιωθῆναι· δεδιὼς μή ﻿<pb n="649"/> τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν ἢ καὶ αὐτὸς ὁ
						αὐτοκράτωρ <lb/>γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρατιώτην <lb/>εἰς Ῥώμην
						ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕτως <lb/>μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα.
						ζητοῦντες <lb/>δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰκέτου
						<lb/>πυνθανόμενοι ποῦ ποτ᾿ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμπανίᾳ <lb/>διατρίβειν με, τὸ μὲν
						πρῶτον ὑπώπτευον τὸ γεγονός· <lb/>προϊόντος δὲ τοῦ χρόνου μήθ᾿ ὁρῶντες μήτε τὸν ἐμὸν
						ἄνθρωπον <lb/>ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λεγόμενα· <lb/>καὶ τότε μόγις
						ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν <lb/>ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν
						Ῥώμην, <lb/>ὅτι μὴ ψευδῶς, ἀλλ᾿ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ᾿ <lb/>οὐ πολὺν
						ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ᾿ ἑτέρου <lb/>τοῦ <milestone unit="ed1page" n="459"/>πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ καθεστήκει. <lb/>γενομένου δὲ λόγου περὶ τῶν
						ἔργοις, οὐ λόγοις <lb/>ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν
						<lb/>περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες <lb/>οὖν ἤδη τῆς πόλεως, ὡς
						ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ <pb n="650"/> χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι,
						παρεσκευακότες τε καὶ συγκροτοῦντες <lb/>τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν
						<lb/>ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος μεταστάντος <lb/>εἰς θεοὺς ὁ
						ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην <lb/>τὸ σῶμα καὶ ποιήσας ἀμφ᾿ αὐτῷ τὰ νομιζόμενα, τῆς
						ἐπὶ <lb/>τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ. <lb/>χρηστὸν δ᾿ ὄντα καὶ
						φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶσθα, <lb/>πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ
						ταχέων <lb/>ἐπανήξειν. παντὶ δ᾿ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρόνῳ <lb/>μεμνημένος τῆς
						συνήθους κακοηθείας τῶν κατὰ τὴν <lb/>πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν
						αὐτῆς <lb/>ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν ὁ υἱὸς αὐτοῦ Κόμμοδος, <lb/>ὑπὸ Πειθολάῳ
						τρεφόμενος ἐντολὰς ἔχοντι παρ᾿ αὐτοῦ <lb/>τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν
						ἐπιμέλειαν <lb/>ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ᾿ αὐτοῦ <lb/>χρονίσαντος
						ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ <lb/>χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους
						τε καὶ ἰατρικὰς, <lb/>ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην <lb/>αἰτήσασι τοῖς
						φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας <pb n="651"/> αὐτὰς ἔσεσθαι. ὡς εἴ γε
						ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς <lb/>ἀναξίοις, οὐκ ἂν οὐδ᾿ ἐκείνοις ἔδωκα. καλῶ δ᾿ ἀναξίους
						ὅσοι <lb/>μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν <lb/>ἀνάγνωσιν ἥκουσιν,
						ἀλλ᾿ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν <lb/>ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις ἡ θεωρία
						πᾶσα γέγραπται <lb/>τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν <lb/>ἅλλων προγνωστικῶν
						σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησάμην <lb/>ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν
						βουληθέντι <lb/>σοι μαθεῖν <milestone unit="ed2page" n="846"/>ἐκ τίνος θεωρίας ἐγένετο,
						ῥᾳδία <lb/>καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀναγνόντι, <lb/>γεγυμνασμένῳ
						τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμετρίᾳ <lb/>τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις
						ἰατροῖς, <lb/>ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς <lb/>πανουργίαν δ᾿
						ἐκτραπόμενοι τὴν ἐπ᾿ αὐτῇ τέχνην ἤσκησαν, <lb/>οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων
						δύνανται οὔτε <lb/>ἀκουσθῆναι. </p></div><div type="textpart" subtype="chapter" n="10"><p>[Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις <lb/>αὐτῆς δι᾿ ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου
						υἱὸς ἤρξατο <lb/>μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν <pb n="652"/>
						ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ᾿ αὐτοῦ τούτου πρόγνωσίς <lb/>ἐστι, διὰ τῶν περὶ κρίσεως
						ὑπομνημάτων γέγραπται, δι᾿ ὧν <lb/>καὶ ὅτι προεκρήγνυται πολλάκις ἡ κρίσις, οὐ
						περιμείνασα <lb/>τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ <lb/>Ἕξστῳ
						δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς <lb/>προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ
						κοιτωνίτῃ ὅ τι θεσπίζοιμι <lb/>περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό
						<lb/>μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνάτων <lb/>εἶναι προειρηκότος.
						ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς <lb/>μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν
						τὸ νόσημα· <lb/>κριθήσεσθαι δὲ πάντως ἢ ἑκταῖον, ἢ ἑβδομαῖον. <lb/>ἑκταῖον μὲν οὖν
						κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ <lb/>βεβαίαν ἕξειν τὴν κρίσιν·ἔσεσθαι μέντοι τὴν
						κρίσιν ἐξ <lb/>ἀνάγκης δι᾿ ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως <lb/>γε ἐκρίθη,
						φιλόνεικος ὢν ἐσχάτως ὁ Ἕξστος, ὅπως ἐλέγξῃ <lb/>ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο
						μὲν καθ᾿ ἑκάστην <lb/>ἡμέραν, οὔτε δ᾿ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν <lb/>χυλοῦ
						πτισάνης, ἢ αὐτὴν, ἢ μετὰ ψίχας ἄρτου· πολλάκις <pb n="653"/> δὲ καὶ αὐτὸς τὸν ἄρτον ἐν
						ὕδατι βρέξας ἠρκεῖτο μόνον. <lb/>ταῦτα ποιήσας ἄχρι τῆς δωδεκάτης ἡμέρας ἐκαυχήσατο κατ᾿
						<lb/>αὐτὴν νενικηκέναι μου τὴν πρόγνωσιν. ἔπιε δὲ κατὰ τὴν <lb/>τρισκαιδεκάτην ἡμέραν
						τρίτῃ ὥρᾳ ὑδατώδους οἴνου βραχύ <lb/>τι σὺν τῷ καὶ τὴν ὅλην δίαιταν ἁδροτέραν βραχὺ
						ποιήσασθαι <lb/>τῆς ἔμπροσθεν, ἔτι μέντοι φυλάττων λεπτήν· ἀλλὰ <lb/>κατά τε τὴν ἑξῆς
						ἡμέραν ἀπὸ τῆς πρώτης κατακλίσεως τεσσαρεσκαιδεκάτην <lb/>οὖσαν ἀρξάμενος πυρέττειν
						ἐκέλευσε μηδένα <lb/>μοι δηλῶσαι, νομίζων μηδὲ σφοδρὸν ἔσεσθαι τὸν πυρετὸν <lb/>μηδὲ
						πλέον ἡμέρας μιᾶς ἐκταθήσεσθαι αὐτόν. ἐπεὶ δὲ προϊούσης <lb/>τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον
						ἐφαιδρύνετο, Κλαύδιος <lb/>Σεβῆρος ὑποστρέφων εἰς τὴν ἑαυτοῦ οἰκίαν πλησίον οὖσαν
						<lb/>τῆς ἐκείνου, πυθόμενος αὐτὸν πυρέττειν ἐπορεύθη πρὸς αὐτὸν, <lb/>εὑρών τε σφοδρῶς
						ἤδη πυρέττοντα, πρῶτον μὲν ἐπύθετο <lb/>τίνα γνώμην ἐγὼ περὶ τῆς ἀρχῆς τοῦ γεγενημένου
						πυρετοῦ <lb/>νῦν [αὐτῷ φαινοίμην ἔχων, ἀκούσας δὲ παρ᾿ αὐτοῦ <lb/>τὸ ἀληθὲς, ὡς διὰ
						φιλονεικίαν οὐκ ἐδήλωσε πορευθῆναί τινα <lb/>πρός με, ἐκέλευσε παρακαλεῖν με εἰς τὴν
						ἐπίσκεψιν τοῦ <lb/>Ἕξστου καὶ μετὰ ταῦτα πρὸς αὐτὸν ἀφικέσθαι. τούτων ﻿<pb n="654"/>
						γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς <lb/>τοῦ νοσήματος. ἀπεκρινάμην
						οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ <lb/>προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν
						<lb/>ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς· <lb/>εἶτα κριθησομένου κατὰ
						τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς <lb/>ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει
						γενησομένην <lb/>λύσιν ἑτοίμως ἐπίστευσεν· ὃ γὰρ ἕκαστος βούλεται δηλονότι, <lb/>τοῦτο
						καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ᾿ ὅτι οὐκ ἂν <lb/>σφαλείην ὑπὲρ τοῦ <milestone unit="ed2page" n="847"/>σωθήσεσθαι τὸν Ἕξστον ἐπίστευσέ <lb/>μοι· τὸ δὲ τῆς ἡμέρας ἐν
						ᾗ τελέως ἀπαλλαγοῖτο τοῦ <lb/>νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ
						<lb/>περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον <lb/>ὑπὲρ τῶν εἰς τετάρτην
						ἡμέραν ἐσομένων. ἅτε δ᾿ οὕτως <lb/>διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν
						Ἕξστου <lb/>περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην <lb/>ἐπίσκεψιν. ὡς δὲ
						θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς <lb/>αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, ἢ
						διαμενεῖς ἐπὶ τῶν <lb/>αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην ἢ χθὲς ἀποφήνασθαί μοι <pb n="655"/> τὰ αὐτὰ, μετ᾿ ἄριστον αὖθίς με καλέσας ἤρετο πάλιν εἰ <lb/>βεβαίως εἴην πεπεισμένος
						Ἕξστῳ ἐσομένην κρίσιν. ἤκουεν <lb/>οὖν παρ᾿ ἐμοῦ μᾶλλον ἢ χθὲς ἔχειν διατείνασθαι. ὡς δὲ
						<lb/>καὶ τὴν δευτέραν ἡμέραν ἐπύθετό μου πότερον φυλάττοιμι <lb/>τὴν αὐτὴν γνώμην ἐπὶ
						τοῖς προειρημένοις, ἤ τι καὶ μετακινοῖμι <lb/>τῶν ῥηθέντων, ἤκουσεν οὐδὲν μὲν ἐκείνων
						κινεῖν, <lb/>προστίθεσθαι δέ τι τοῖς εἰρημένοις ἔχων. καὶ ὅς αὖθις ἤρετο <lb/>τί τοῦτό
						ἐστιν; ἤκουσεν ὅτι διελθούσης τῆς ἑπτακαιδεκάτης <lb/>ἡμέρας ἄρξασθαι τὸν ἱδρῶτα περὶ
						δευτέραν ὥραν <lb/>νυκτερινήν. ἆρ᾿ οὖν, ἔφη, καὶ Πειθολάῳ ταῦτ᾿ εἶπας; εἰρηκέναι <lb/>τε
						ἔφην αὐτῷ καὶ πεπεῖσθαί γε ἐκεῖνον ὡς οὐκ ἂν <lb/>σφαλείην ἐν τῇ προῤῥήσει καὶ θεραπείᾳ.
						πάντως οὖν ἔφη <lb/>καὶ τῷ αὐτοκράτορι δεδηλωκέναι Πειθόλαον. ἴσως, ἔφην, <lb/>οὗτος
						ἔφη· ἐμοὶ δ᾿ οὐ μέλει τῆς ἐπὶ τοῖς τοιούτοις δόξης, <lb/>οὐ γὰρ περιέρχομαι κηρύττων τὰς
						ἐμὰς προγνώσεις τε καὶ <lb/>θεραπείας, ἵνα μᾶλλον οἱ ἰατροί τε καὶ φιλόσοφοί με μισῶσι,
						<lb/>γόητά τε καὶ μάντιν ἕτερά τε κατ᾿ ἐμοῦ τοιαῦτα <lb/>θρυλοῦντες. ὑμῖν δὲ τοῖς φίλοις
						ὅσοι κατεγνώκατε <pb n="656"/>
						<milestone unit="ed1page" n="460"/>τῆς ἰατρικῆς τέχνης ἐκ τῆς τούτων ἀμαθίας,
						ἐπιδείκνυμι <lb/>τὴν μὲν τέχνην ἀξίαν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ, τοὺς <lb/>δὲ ἰατροὺς
						τούτους ὑβρίζειν αὐτήν· ὥσπερ καὶ τοὺς φιλοσόφους <lb/>φιλοσοφίαν, οἵ γε μηδενὸς ἰδιώτου
						βέλτιον βιοῦντες <lb/>ὀνομάζουσιν αὑτοὺς ὀνόματι σεμνῷ τῷ τῆς φιλοσοφίας. ταῦτα <lb/>μὲν
						εἶπον τῷ Σεβήρῳ· σὺ δὲ, ὦ Ἐπίγενες, ἔγνως τὴν κακοήθειαν <lb/>τῶν ἰατρῶν σχεδὸν ἁπάντων
						εὐχομένων φανερῶς <lb/>ἀποτυχεῖν με πεμπόντων τε δι᾿ ὅλης ἡμέρας τοὺς γνωσομένους
						<lb/>τε καὶ ἀγγέλλοντας αὐτοῖς τὸ γενησόμενον· οὐ γὰρ ᾔδεσάν <lb/>με τῷ Σεβήρῳ καὶ
						Πειθολάῳ προειρηκότα δείλης <lb/>ὄψεσθαι ἐσομένην τὴν ἀρχὴν τῆς κρίσεως. ἐπεὶ δὲ περὶ
						τὴν <lb/>ἑβδόμην ὥραν ἐπιπαροξυνθέντα τὸν Ἕξστον ἐπύθοντο, καταγελῶντες <lb/>καὶ φανερῶς
						ἐπιχαίροντες ἅπασι τοῖς ἀπαντῶσιν <lb/>ἔλεγον κερτομοῦντες ὡς ἡ θαυμαστὴ μαντεία τοῦ
						Γαληνοῦ <lb/>κατὰ τοὐναντίον ἀπέβη. γενομένης μέντοι τῆς κρίσεως, <lb/>ὡς προειρήκειν
						κατὰ τὴν προτεραίαν (ἔφασαν ἑπομένην <lb/>ἐναλλὰξ) ἐτρέποντο πάντες αἰσχυνόμενοι, καὶ
						ταῦτα <lb/>τῆς προγνώσεως οὐδὲν ἐχούσης θαυμαστὸν, ὡς ἔδειξά σοι <pb n="657"/> διά τε
						τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν <lb/>περὶ τῶν κρίσεων πραγματείαν.
						τούτοις μέντοι τοῖς ἰατροῖς, <lb/>οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς,
						<lb/>ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ <lb/>μάλιστα ἐὰν ἀπύρετος
						γενόμενος ὁ κάμνων, αὖθις ἐξ ὑποστροφῆς <lb/>πυρέττῃ. καίτοι παρ᾿ Ἱπποκράτους κατὰ τῶν
						ἐπιδημιῶν <lb/>βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ᾿ ἑκάστῳ <lb/>τῶν ἀῤῥώστων ἄχρι
						τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ <lb/>τὴν ιδ΄. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξ΄. ἢ π΄.
						τύχῃ γεγενημένη. <lb/>αὕτη μὲν οὖν ἡ πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ <lb/>τοῖς
						πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ᾿ οὐ τοιαύτη γε κατ᾿ <lb/>ἀλήθειαν ἦν, ὥσπερ οὐδ᾿ ἡ
						μετὰ γνώσεως τῶν ἐνεστώτων <lb/>θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν
						<lb/>ἐκείνου γενομένη. </p></div></div></body></text></TEI>