Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δὲ τῷ παρόντι λόγῳ, μάλιστ᾿ ἐπειδὰν καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι τίνι λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος ἐγνώρισεν, ἔγραψαν τῶν ἀρτηριῶν τοὺς σφυγμοὺς τοῦ νεανίσκου, σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτὸν, οὐκέθ᾿ ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι. ἐγὼ δ᾿ ὅπως μὲν Ἐρασίστρατος ἔγνω, τοῦτο λέγειν οὐκ ἔχω. ὅπως δὲ αὐτὸς ἔγνων ἤδη σοι φράσω. παρεκλήθημεν εἰς τὴν ἐπίσκεψίν τινος γυναικὸς, ὡς ἀγρυπνούσης ἐν ταῖς νυξὶ καὶ μεταβαλλούσης ἑαυτὴν ἄλλοτε εἰς ἄλλο σχῆμα κατακλίσεως, εὗρον δ᾿ ἀπύρετον, ἐπυθόμην ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος αὐτῇ γεγονότων, ἐξ ὧν ἴσμεν ἀγρυπνίας συμβαινούσας. ἡ δὲ μόγις, ἢ οὐδ᾿ ὅλως ἀπεκρίνετο, ὡς μάτην ἐρωτωμένην ἐνδεικνυμένη καὶ τὸ τελευταῖον ἀποστραφεῖσα, τοῖς μὲν ἐπιβεβλημένοις ἱματίοις ὅλῳ τῷ σώματι σκεπάσασα πᾶσαν ἑαυτὴν, ἄλλῳ δέ τινι μικρῷ ταραντινιδίῳ τὴν κεφαλὴν ἔκειτο καθάπερ οἱ χρῄζοντες ὕπνου. χωρισθεὶς οὖν ἐγὼ δυοῖν θάτερον αὐτὴν ἐνόησα πάσχειν, ἢ μελαγχολικῶς δυσθυμεῖν, ἤ τι λυπουμένην οὐκ ἐθέλειν ὁμολογεῖν. εἰς τὴν ὑστεραίαν οὖν ἀνεβαλλόμην ἀκριβέστερον διασκέψασθαι περὶ αὐτῶν καὶ πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παραμενούσης οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι θεάσασθαι· δεύτερον δ᾿ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταὐτὸ, τρίτον πάλιν ἧκον. εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάττεσθαι, μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν γυναῖκα, καὶ γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνήθως προσενεγκαμένην , ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ τειρομένην, ἣν ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρασιστράτῳ γενέσθαι, προεγνωσμένου γάρ μοι τοῦ μηδὲν εἶναι κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνοχλεῖσθαι τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο, παραγενομένου τινὸς ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλάδην· ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ προσώπου, κᾀγὼ θεασάμενος τοῦτο, τῷ καρπῷ τῆς γυναικὸς ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τεθορυβῆσθαι· ὁ αὐτὸς οὖν καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα συμβαίνειν. κατὰ τὴν ὑστεραίαν οὖν εἰπὼν ἀκολούθῳ τινι τῶν ἐμῶν, ὅταν ἐπισκεψάμενος ἔλθω πρὸς τὴν γυναῖκα, μετ᾿ ὀλίγον ἀφικόμενος ἀνάγγειλόν μοι, Μόρφον ὀρχεῖσθαι σήμερον, εἶθ᾿ ὡς ἤγγειλεν, ἄτρεπτον εὗρον τὸν σφυγμόν. ὁμοίως δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ποιήσας ἀγγελθῆναι περὶ τοῦ τρίτου τῶν ὀρχηστῶν, ὁμοίως μείναντος ἀτρέπτου τοῦ σφυγμοῦ. κατὰ τὴν τετάρτην ἠκρίβωσα νύκτα πάνυ παραφυλάξας, ἡνίκα Πυλάδης ὀρχούμενος ἠγγέλθη, ταραχθέντα πολυειδῶς αὐτὸν ὁρῶν, εὗρον οὕτως ἐρῶσαν τοῦ Πυλάδου τὴν γυναῖκα καὶ τοῦτο παραφυλαχθὲν ἀκριβῶς ἐν ταῖς ἐφεξῆς ἡμέραις εὑρέθη βεβαίως. καθάπερ γε καί τινος ἄλλου τῶν πλουσίων δοῦλος οἰκονόμος ὁμοίως κάμνων ἐγνώσθη μοι. λυπούμενος γὰρ ἐν τῷ μέλλειν ἀποδιδόναι λογισμοὺς ὧν διῴκησεν, ἐν οἷς ἠπίστατο λεῖπον οὐκ ὀλίγον ἀργύριον, ὑπὸ τῆς φροντίδος ἠγρύπνει τε καὶ λυπούμενος ἐτήκετο, προειπὼν δὲ αὐτοῦ τῷ δεσπότῃ μηδὲν εἶναι σωματικὸν πάθημα τῷ πρεσβύτῃ, σκέψασθαι συνεβουλευσάμην, ὅτι φοβοῖτο μέλλοντος αὐτοῦ τοὺς λόγους, ὧν ἐνεχείρισεν  ἀπαιτεῖν, καὶ διὰ τοῦτο λυποῖτο, γινώσκων οὐκ ὀλίγον ἐν αὐτοῖς εὑρήσεσθαι λεῖπον. ἐπειδὴ καλῶς ἔφη με στοχάζεσθαι, τοῦτο συνεβούλευσα βεβαίας ἕνεκεν διαγνώσεως, εἰπεῖν αὐτῷ ὅσον ἔχει παρακείμενον ἀργύριον αἰτῆσαι τοῦτο, μή πως ἐξ αἰφνιδίου τελευτήσαντος ἀπόληται, μεταστάσης εἰς ἄλλον οἰκέτην τῆς διοικήσεως, οὗ μήπω πεῖραν ἔχει· παρὰ γὰρ ἐκείνου μὴ χρῄζειν ἀπαιτήσεως λογισμῶν. ὡς δὲ ὁ δεσπότης αὐτῷ ταῦτα διελέχθη, πεισθεὶς οὐκ ἐξετασθήσεσθαι καὶ διὰ τοῦτο γινόμενος ἄλυπος ἐν τῇ τρίτῃ τῶν ἡμερῶν τὴν κατὰ φύσιν ἕξιν τοῦ σώματος ἀνεκτήσατο. τί δή ποτ᾿ οὖν ἐλάνθανε τοὺς ἔμπροσθεν ἰατροὺς τήν τε προειρημένην γυναῖκα καὶ τὸν προειρημένον οἰκέτην ἐπισκοπουμένους; ἐκ γὰρ κοινῶν ἐπιλογισμῶν εὑρίσκεται τὰ τοιαῦτα, κᾂν βραχεῖαν ἐπιστήμην ἔχῃ τῆς ἰατρικῆς θεωρίας. ἐγὼ μὲν ἡγοῦμαι διότι μηδεμίαν ἔχουσι διάγνωσιν, ὧν τὸ σῶμα διὰ τῆς ψυχῆς πάθη πάσχειν εἰώθει. ἴσως δὲ ὅτι οὐδὲ διὰ τοὺς ἀγῶνας καὶ τοὺς φόβους ἐξαίφνης τὴν ψυχὴν ταράξαντας οἱ σφυγμοὶ τρέπονται γινώσκουσιν. ὅπερ Ἐρασίστρατος ἐπιστάμενος ἐπὶ τῆς αὐτῆς οἰκίας τῷ νοσοῦντι τῆς γυναικὸς ὑπαρχούσης εὐκολώτερον ἐξεῦρεν, ὡς ἂν δυναμένου αὐτοῦ συνεχέστερον ὁρᾶσθαι τὸν νεανίσκον, μὴ διὰ πλειόνων ἡμερῶν καθάπερ ὁ Πυλάδης· οὐδ᾿ οὖν οὐδὲ τότε φαινομένου, ἀλλ᾿ ἀκουομένου ἐκταράττειν τὴν γυναῖκα. λῆρος οὖν μακρὸς ἐρωτικῶς κινούμενοι σφυγμοὶ τῶν οὐ γινωσκόντων ἔρωτος μὲν οὐδένα δηλωτικὸν σφυγμὸν εἶναι, θορυβουμένης δὲ ψυχῆς τοὺς σφυγμοὺς ἀλλοιοῦσθαι, μήτε τὴν κατὰ φύσιν ὁμαλότητα μήτε τὴν τάξιν ἀποσώζοντας. [Διὰ τίνων τεχνῶν τὸν Κύριλλον τὸν Βοηθοῦ υἱέα κατέλαβε ἐσθίειν λάθρα.] Ἓν οὖν ἔτι προσθεὶς, ἐφ᾿ οὖ παραχρῆμα μὲν ἐξεπλάγη Βοηθὸς, ἀκούσας δ᾿ ὅπως εὑρέθη θαυμάζειν οὐκέτι ἔφασκεν, ἀλλὰ τῶν ἀγνοούντων τὸ θεώρημα καταγινώσκειν ὡς ἀμαθῶν, ἐπ᾿ ἄλλο τι μεταβήσομαι. νοσήσαντος γὰρ αὐτῷ θατέρου τῶν υἱῶν, εἶτα ῥωσθέντος ὑποστρέψαντός τε τοῦ νοσήματος, εἷτ᾿ αὖθις παυσαμένου καὶ μετὰ ταῦτα πάλιν ἐπιπυρέξαντος τοῦ παιδὸς, ἐμοῦ τε λέγοντος ἐσθίειν αὐτὸν λάθρα· τὰ γὰρ ἐν τῷ φανερῷ διδόμενα πρὸς τῷ ταῖς ποιότησιν ὑπάρχειν ἐπιτήδεια καὶ τῇ ποσότητι σύμμετρα εἶναι, τὴν μητέρα τοῦ παιδὸς ὑποσχομένην ἀκριβῶς αὐτὸν φυλάξαι ἐπέστησε φύλακα παρακαθημένην τε δι᾿ ὅλης τῆς ἡμέρας, ἀποκωλύουσάν τε τοὺς εἰς τὸν οἶκον ἐκεῖνον εἰσιόντας, κατὰ τὸν οἶκον αὐτοῦ κοιμωμένου, ἀποκεκλεισμένον ἔνδοθεν ἀκριβῶς ἀπ᾿ αὐτῆς. ἐπεὶ δὲ τέτρασιν ἡμέραις οὕτω φυλαττόμενος ἐθερμάνθη διὰ τῆς νυκτὸς, ὁ Βοηθὸς ἀναρτήσας με καὶ παραλαβὼν ἦγεν εἰς τὴν οἰκίαν ἐπὶ τὸν παῖδα, συνηκολούθησαν δ᾿ αὐτῷ καὶ οἱ κατὰ τὴν ὁδὸν ἀπαντῶντες, ἐν οἶς ἦσθα καὶ σύ. κατέλαβον δὲ ἐκ μὲν τοῦ κοιτῶνος ἅμα τῇ μητρὶ προεληλυθότα τὸν παῖδα πρὸς ἕτερον οἴκημα, ἐν ᾧ καὶ κλίνη, καθ᾿ ἦς ἡ μήτηρ τοῦ παιδὸς ἐκαθέζετο· σκίμπους δέ τις ἔζευκτο μικρὸν τῶν μέσων αὐτοῦ κατωτέρω, καθ᾿ οὗ τὸν παῖδα κατακλίνασα παρεφύλαττεν, ὡς μηδεὶς αὐτῷ προσέρχοιτο. καθέδρα δὲ ἦν μία τοῦ σκίμποδος, οἶα σύμμετρον ἐφ᾿ ἑαυτῇ ἐπ᾿ αὐχένι ἔχουσι. κατάντικρυς δὲ τοῦ σκίμποδος πρὸς τοῖς ἄνω πέρασι τῆς κλίνης ἐφεξῆς ἀλλήλων ἔκειντο δύο βάθραι, καθ᾿ ὦν ὁ Βοηθὸς ἡμᾶς καθίσας αὐτὸς, τῇ γυναικὶ παρακαθε σθεὶς, ἤγαγον Γαληνὸν, ἔφη, τοῦτον ὅπως ἀκούσῃ παρὰ σοῦ περὶ τῆς ἀκριβοῦς φυλακῆς ἐν ταύταις ταῖς ἡμέραις γεγενημένης τοῦ παιδὸς, ὡς οὐδὲν ἐν τῇ διαίτῃ πλημμελοῖτο· θεασάμενός τε πότερον ὄντως ἐπύρεξε διὰ τῆς νυκτὸς, ἢ σὺ φάσκουσά μοι θερμότερον αὐτὸν γεγονέναι παρελογίσθης ὑπὸ δειλίας, ὡς οἰηθῆναι πυρετὸν εἶναι τὴν θερμότητα δι᾿ ἄλλην ἴσως αἰτίαν γενομένην· ἵνα μὲν ὅπως διάγει σαφῶς ἡμῖν δηλώσειεν, ἄμα δὲ καὶ τὰ τῆς διαίτης αὐτῷ πάντα σε διδάξειεν. ἁψάμενος οὖν ἐγὼ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας τοῦ παιδὸς ἀπύρετον μὲν αὐτὸν ἔφην εἷναι, παρέχειν δέ μοι σκωμμάτων ἀρχὴν τοῖς ὀνομάζουσί με μάντιν. ὑπολαβὼν οὖν ὁ Βοηθὸς ἔφη· κᾀγὼ πρὸς ἐκείνους, ὡς οἶσθα, καλεῖν εἴωθά σε μάντιν ὄντα, ὅταν τοιοῦτον εἴπῃς, ὁποῖον οἱ ἀντίτεχνοί σου φάσκουσιν ἀδύνατον εἶναι, διὰ τῶν τῆς ἰατρικῆς θεωρημάτων γνωσθῆναι. ἀλλά τοι μέχρι δεῦρο πάντ᾿, ἔφην, ἔδειξά σοι τὰ τοιαῦτα διὰ θεωρίας ἰατρικῆς εὑρισκόμενα καὶ τινάς τε τῶν ἰατρῶν αὐτὰ γεγραφότων. λέγειν οὖν ἐκελεύετε πάντες ἤδη τὸ μάντευμα· κᾀγὼ δεηθεὶς ἅπαξ ἔτι συγχωρήσειν μοι τῶν σφυγμῶν ἅψασθαι τοῦ παιδὸς, ἐπειδὴ τοῦτ᾿ ἔπραξα, μαρτυρήσεις, ἔφην, ὦ Βοηθὲ, μηδένα μοι παραγινομένῳ μετὰ σοῦ διαλεγομένων ἡμῶν δι᾿ ὅλης τῆς ὁδοῦ προσεληλυθότα τὸ μέλλον λέγεσθαι μάντευμα μεμηνυκέναι. φάντος οὖν αὐτοῦ μαρτυρήσειν, οἶσθα ὅπως γελάσας ἐγὼ προσέχειν τε καὶ ἀκούειν ὑμᾶς ἐκέλευσα τὸ τοῦ μάντεως θέσπισμα τοιόνδε τι φήσας εἶναι· τῷ Κυρίλλῳ τούτῳ κατὰ τὸν οἶκον τοῦτον ἀποκέκρυπταί τι τῶν ἐδωδίμων, ὅπως ὅταν εἰς τὸ βαλανεῖον ἡ μήτηρ αὐτοῦ πορευομένη κλείσῃ τὸν οἶκον, εἶτα ὑπὲρ ἀσφαλείας εἰς γλωττόκομον ἐμβάλλουσα τὴν κλεῖν κατασημήνηται, τοῦτο γὰρ ἀκούω ποιεῖν αὐτὴν ἑκάστοτε, κατακεκρυμμένον ἀνελόμενος ὁ υἱὸς αὐτῆς οὕτως προσενέγκηται. ταῦτ᾿ ἀκούσας Βοηθὸς εὐθέως ἐξορμήσας πρὸς τὸν παῖδα συναρπάζει τε καὶ μετακομίσας ἐπὶ τὴν κλίνην, ἀναστορεθῆναι τὸν σκίμποδα κελεύσας, ἐπειρᾶτο τὸ κατακεκρυμμένον ὡς αὐτίκα φανησόμενον. ἐπειδὴ τά τ᾿ ἐπιβλήματα πάντα καὶ τὸ ὑπεστορεσμένον αὐτοῖς ἀνετινάχθη, τὸ γνάφαλον ἑξῆς  ἀνετίναξεν. εἶτα τὴν καθέδραν ἐπάρας ἐπεσκοπεῖτο μή τι κατακεκρυμμένον ὑπ᾿ αὐτῇ φανείη. ὡς δ᾿ οὐδὲν οὐδ᾿ οὕτως ἐφάνη, μετακομίσας ἀπὸ τῆς κλίνης τὸ παιδίον ἐπὶ τὸν σκίμποδα τὴν κλίνην ὅλην ἀναστορέσας, ἐκέλευσεν αὖθις στρώννυσθαι. γελάσας τε, τί, φησὶν, ὁ μάντις λέγει; θαυμάσας δ᾿ ἐγὼ διότι μηδὲν εὗρεν ἐφ᾿ ὧν ᾤετο κατακεκρυμμένον, ὃ μόνον ἀζήτητον, ὡς οὐδενὸς ὑποπτεύοντος ἐν αὐτῷ περιέχεσθαι τὸ ζητούμενον ἐπάρας ἀνέσειον· ἦν δὲ τοῦτο παντελῶς σμικρὸν τῆς μητρὸς αὐτοῦ ταραντινίδος ἐπικείμενον τῇ καθέδρᾳ, σεισθέντος δ᾿ αὐτοῦ μέρος ἄρτου τὸ περιεχόμενον ὑπ᾿ αὐτοῦ κατὰ γῆς ἔπεσε καὶ ὑμεῖς πάντες ἀνακεκράγατε μέγιστον ἅμα τῷ Βοηθῷ γελῶντες καὶ τὴν μαντικὴν ἐπαινοῦντες. ὁ δ᾿ οὖν Βοηθὸς ὑπὲρ πάντας γελῶν ἐθαύμαζε πῶς ὁ σφυγμὸς, εἰ καὶ τὸ κατακεκρυμμένον ἐδώδιμον, ἱκανός ἐστι δηλοῦν. ἀλλὰ τό γε μέλλον ὑπὸ τοῦ παιδὸς ἔσεσθαι λουομένης τῆς μητρὸς ἐμήνυσα· κᾀγὼ πρὸς αὐτὸν ἔτι ἔφην, ὦ δριμύτατε, μὴ δηλωσάντων τοῦτο τῶν σφυγμῶν ὁ Γαληνὸς ἐτεκμήρατο. κλεισθείσης γὰρ ἀκριβῶς τῆς θύρας κατὰ πολλὴν σχολὴν, τὴν ἐδωδὴν αὐτῷ τῷ παιδὶ γενέσθαι δυναμένην ἀδεῶς, οὐ χαλεπὸν ἦν τεκμήρασθαι, ἀλλὰ καὶ ὅτι κατακέκρυπταί τι καὶ τὸ κατακεκρυμμένον ἐδώδιμόν ἐστιν, ὁ μὲν σφυγμὸς οὐκ ἤγγειλέ μοι· τεταραγμένον δ᾿ αὐτὸν θεασάμενος ἐνόησα, καθάπερ ἐπὶ τῆς ἐρώσης γυναικὸς καὶ τοῦ φοβουμένου δούλου τὴν ταραχὴν ἐπὶ ψυχικῷ τινι πάθει γενέσθαι, ἀπυρέτου τελέως γε ὄντος τοῦ παιδός. ἐρωτήσεις οὖν ἴσως ἐκ τίνος ἐτεκμηράμην ἐδώδιμον εἶναι τὸ κατακεκρυμμένον· ἄκουε δὴ καὶ περὶ τούτου τὴν ταραχὴν τῆς ψυχῆς. οὔτε δίκην μέλλων ἐρεῖν ὁ παῖς οὔτε παλαίειν, ἢ παγκρατιάζειν, ἢ ὅλως ἐπιδείκνυσθαι πλεονέκτημά τι σωματικὸν, ἢ ψυχικὸν, οὐχ ὅλως ἐγκαλούμενός τι διαμένουσιν ἴσχειν. ἀκούσας οὖν ὁ Βοηθὸς ταῦτα, νὴ τοὺς θεοὺς ἔφη θαυμάζειν, εἰ οὕτως εὔγνωστα φάρμακα τῶν ἰατρῶν οὐδεὶς οἶδεν. εὔδηλον γὰρ ὅτι μήτ᾿ αὐτοὶ τοιοῦτον ἔργον ἐπεδείξαντο πώποτε, καὶ δὲ πάντα μᾶλλον ἢ ἐξ ἰατρικῆς αὐτὰ πράττειν φασίν. ἐοίκασι δ᾿, ἔφη, μὴ μόνον ἀγνοεῖν ὁποῖός ἐστι τῶν ἀγωνιώντων ὁ σφυγμὸς, ἀλλὰ μηδ᾿ εἴπερ ἔγνω τις αὐτῶν κατὰ τύχην ἃ προσελογίσω, προσεπιλογίσασθαι δύνασθαι. διὰ τὸ μήτε φῦναι συνετοὶ μήτε μαθήσει γεγυμνάσθαι τὸν λογισμόν. ἀλλά γε τῆς κακοηθείας ἔφην ἔργα γεγυμνασμένοι τέ εἰσι καὶ σοφοί. [Τὴν γυναῖκα τοῦ Βοηθοῦ τῷ γυναικείῳ ῥῷ περιπεσοῦσαν ἰᾶται παρὰ τὴν ἄλλων δόξαν.] Τούτων μὲν οὖν, ὦ Ἐπίγενες, αὐτὸν ἔχω μάρτυρά σε, πολλῶν δ᾿ ἄλλων ἑτέρους ἁπάντων τῶν πραχθέντων μοι κατὰ τὴν πρώτην ἐπιδημίαν. ἤκουες δ᾿ αὐτὸ παρ᾿ αὐτῶν τῶν ὑπ᾿ ἐμοῦ θεραπευθέντων. ἓν οὖν ὄντως θαυμάσιον πραχθὲν, ὃ οὐ μόνον με παραδοξολόγον ὡς ἔμπροσθεν οἱ πολλοὶ τῶν ἰατρῶν ὠνόμαζον, ἀλλὰ καὶ παραδοξοποιὸν ἐποίησε κληθῆναι σιωπήσω. ἡ γὰρ τοῦ Βοηθοῦ γυνὴ τῷ καλουμένῳ ῥῷ γυναικείῳ περιπεσοῦσα κατ᾿ ἀρχὰς μὲν αἰδουμένη τοὺς ἀξιολόγους ἰατροὺς, ὦν εἶς ἤδη κᾀγὼ πᾶσιν ἐδόκουν εἶναι, ταῖς συνήθεσι μαίαις ἀρίσταις οὔσαις τῶν κατὰ τὴν πόλιν ἑαυτὴν ἐπέτρεπεν. ὡς δ᾿ οὐδὲν ὠφελεῖτο, πάντας ἡμᾶς ὁ Βοηθὸς ἀθροίσας ἐπεσκοπεῖτο τί χρὴ ποιεῖν. ὡς δὲ συνωμολογήθη, κατὰ τὴν γεγραμμένην ὑφ᾿ Ἱπποκράτους τε καὶ τῶν ἀρίστων μετ᾿ αὐτὸν ἰατρῶν θεραπείαν, ἅπαντα πράττειν ἀξιώσαντος αὐτοῦ καὶ συνεχῶς ἐπιφαίνεσθαί με ταῖς ὑπηρετούσαις αὐτῇ γυναιξὶν, ὁρᾷν τε τὰς ὕλας τῶν κατὰ μέρος βοηθημάτων πρὸς τὸν καθόλου σκοπὸν ἀποβλέποντα, κεφάλαιον ἔχοντα, ξηραίνειν μὲν οὐ μόνον τῆς μήτρας τὰ χωρία, ἀλλὰ καὶ σύμπαν τὸ σῶμα, προσφέρειν τε καὶ ἀλειμμάτων στυφόντων τοῖς γυναικείοις τόποις, ἐποίουν οὕτως. ἐπεὶ δὲ ταῦτα πραττόντων ἐφαίνετο χείρων ἡ διάθεσις ἀποτελουμένη, κατὰ τὸ εἰκὸς ἀπορία πᾶσιν ἡμῖν ἐγίνετο καὶ ζητοῦσιν ἑτέραν ἀγωγὴν θεραπείας, ἐφ᾿ ἣν μεταβῶμεν, οὔτ᾿ ἐκ λογισμοῦ τις εὕρισκεν οὔτ᾿ ἐκ πείρας ἀνεμιμνήσκετο βέλτιον τῆς ὑπὸ τῶν ἀρίστων ἰατρῶν ὁμολογουμένης. ἐν τούτῳ δὲ καὶ ὄγκος τις ὤφθη κατὰ τὴν γαστέρα παραπλήσιος τῷ γινομένῳ ταῖς κυούσαις, ὃν ἔνιαι τῶν θεραπευουσῶν αὐτὴν γυναικῶν ᾠήθησαν ὄντως ἐπὶ κυήσει γενέσθαι, οὐ μὴν τῶν γε ἄλλων ἰατρῶν τις ἐπείθετο. τὰ γὰρ ἐκκρινόμενα γνωρίσματα ὄντα τοῦ ῥοῦ τοῦ γυναικείου καθ᾿ ἑκάστην ἡμέραν ἀντιμαρτυρήσει τῇ δόξῃ ταύτῃ. τῆς φυλαττούσης οὖν αὐτὴν, ἣν ἐπεπιστεύκειμεν ἀρίστην εἶναι, τά τ᾿ ἄλλα πραττούσης ὡς ἐπὶ κυούσης λουούσης τε καθ᾿ ἑκάστην ἡμέραν, συνέβη κατὰ τὸν πρῶτον οἶκον τοῦ βαλανείου σφοδροτάτης ὠδίνης γενομένης, οἶαι ταῖς τικτούσαις εἰώθασι συμπίπτειν, ὑδατῶδες ὑγρὸν ἐκκενωθῆναι τοσοῦτον ὡς λειποθυμήσασαν ἐξενεχθῆναι τοῦ βαλανείου τὴν γυναῖκα. καλουσῶν δὲ καὶ κεκραγυιῶν τῶν ἀμφ᾿ αὐτὴν, οὐδεμιᾶς δὲ οὐδὲ πόδας οὐδὲ χεῖρας οὐδὲ τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσι κατὰ τὸ σύνηθες, ἀνατριβούσης, ἐγὼ κατὰ τύχην ἑστὼς πρὸ τῆς ἔξω θύρας τοῦ βαλανείου, κραυγῆς ἀκούσας, εἰσεπήδησα καὶ θεασάμενος ἀπεψυγμένην αὐτὴν, εἰς χεῖρας λαβὼν ναρδίνου μύρου τὸν στόμαχον ἀνατρίβειν ἐγκελευσάμενος ταῖς παρούσαις, μὴ μάτην ἑστάναι κεκραγυίας, ἀλλὰ τὰς μὲν τοὺς πόδας ἐκθερμαίνειν, τὰς δὲ τὰς χεῖρας, ἐνίας δ᾿ ὀσφραντὰ προσφέρειν τῇ ῥινί· τότε μὲν ἀνεκτησάμεθα ταχέως αὐτήν. ἥδετο δὲ μεγάλως ἡ μαῖα, προσταλείσης ἐπὶ τῇ κενώσει τῆς γαστρὸς, οὐχ οὕτως ἐπὶ τῷ σφαλῆναι ἐπὶ τῇ τοῦ τίκτειν  δόξῃ, ἀλλ᾿ ἐπὶ τὸ διατεταγμένον ἀπιστοῦσιν ἡμῖν ἀντιλέγειν, ὡς ἐπιστημονικῶς εἰδυῖα τὸ πρᾶγμα. ἀποροῦντος δ᾿ ἑκάστου ὅ τι δεῖ πράττειν καὶ μὴ κατὰ τὸν αὐτὸν σκοπὸν τῷ πρόσθεν ἰᾶσθαι τὴν γυναῖκα, κατατολμῶντας ἐφ᾿ ἕτερον μεταβῆναι, φροντίζοντι νύκτωρ ἐπῆλθε τοιόνδε τι. λειποψυχίας αὐτῇ γεγενημένης, ὡς ἔφην, ὁπότε καὶ τὰς γυναῖκας εἶπον οὐδὲν μὲν βοηθεῖν, ἑστάναι δὲ κλαιούσας, ἐμαυτόν τε μύρον νάρδινον εἰς τὰς χεῖρας λαβόντα τὸ στόμα τῆς γαστρὸς καὶ τὸ ὑποχόνδριον παρατρίβειν, ἀνεμνήσθην ὅτι τοσαύτην εὗρον ἐν τοῖς χωρίοις τούτοις μαλακότητα τῶν ὑποχονδρίων μυῶν, ὡς ἐμὲ γοῦν ἐν ἀρχῇ βιαιότερον ἀνατρίβειν αὐτὰ διεγνωκότα, φοβηθέντα μὴ θλίψας τὴν σάρκα πελιδνὸν ἐργασαίμην τι μόριον, ἀποστῆναι τοῦ βιαίου. ὡς γὰρ ἄν τις ἄκρως εἰκάσαι βουληθείη παραπλήσια γάλακτι μὲν πηγνυμένῳ εἰς τυροῦ γένεσιν, οὐ μὴν ἤδη γε πεπηγότι, κατεφάνη μοι κατὰ τὸ ὑποχόνδριον ἅπαντα. τοῦ μὲν οὖν ξηραίνειν τὴν ἄμετρον ὑγρότητα τοῦ πάθους ὑδατώδους ὄντος τυροῦ πάντες ἔχεσθαι διεγνώκαμεν, ἐξευρεῖν δὲ τρόπον ἰάσεως, οὐ διὰ ξηραινούσης ὕλης μόνον, ἀλλὰ καὶ θερμαινούσης, ὅπως μὴ τήκοιτο τὸ σῶμα, ψυχρᾶς κράσεως ἀμέτρως ὑπάρχον· καὶ μάλιστ᾿ ἐπειδὴ θέρους ὥρᾳ κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἡμεῖς τοὐναντίον ἐπράττομεν, ἐν θαλαττίᾳ ψάμμῳ θερμῇ κατακλίναντες αὐτήν· λογισάμενος δέ τι καὶ ἄλλο κοινότερον ἁμάρτημα κατὰ τὰ πλεῖστα τῶν παθῶν ἑκάστοτε γιγνόμενον ὑπὸ τῶν ἰατρῶν κενούντων μὲν τὸ περιττὸν, ὅπως δὲ μὴ γεννῷτο παραπλήσιον τῷ κενωθέντι παραλειπόντων, ἐνενόησα τὸν σκοπὸν τῆς διαίτης ποιήσασθαι διά τε πόματος ἐλαχίστου καὶ τρίψεως ὅλου τοῦ σώματος, ἔτι τε χρίσεως οὕτω σκευαζομένης, οὐ διὰ πίττης τε καὶ ῥητίνης, ἀλλὰ διὰ μέλιτος μόνου μέχρι πλείονος μὲν ἑψηθέντος, ἀποψυχθέντος δ᾿ εἰς τοσοῦτον, ὡς τούτῳ δὴ τῷ κατὰ τὰς κρήνας ὕδατι θέρους ὥρᾳ παραπλήσιον εἶναι. καθάπερ δὲ διὰ τοῦ δέρματος ἔγνων ἄμεινον εἶναι διαφορεῖν τὴν περιττὴν ὑγρότητα, τὸν αὐτὸν τρόπον οὐρητικοῖς τε φαρμάκοις ἐπὶ τὴν κύστιν αὐτὴν ποδηγεῖν· ἐπιμελεῖσθαι δὲ τοῦ καὶ διὰ κάτω γαστρὸς ὑπάγεσθαι. πειραθεὶς δ᾿ ἐν ταῖς μετὰ τὴν ἀθρόαν ἔκκρισιν ἡμέραις ἐφεξῆς ὡς ἑπτὰ, καθ᾿ ἃς ὁ μὲν Βοηθὸς ἅπαντας ἡμᾶς ἰδίᾳ τε καὶ κοινῇ παρεκάλει σκοπεῖσθαί τινα θεραπείας τρόπον, ἀπαγαγὼν αὐτὸν ἀπὸ τῶν παρόντων οἰκετῶν τε καὶ φίλων ἰδίᾳ ἐπὶ τῆς οἰκίας διελέχθην, οὐδὲν, εἰπὼν, ἄχρι τήμερον οὐδὲ καθ᾿ ἕν με σφαλέντα τῶν ἰατρικῶν ἔργων ἐπιστάμενος ἐπίσκεψαι κατὰ σαυτὸν εἰ συγχωρεῖς δέκα ταῖς πάσαις ἡμέραις, ὡς βούλομαι πρᾶξαι περὶ τὴν γυναῖκά σου· κᾂν μὲν ἄμεινον ἴσχειν ἑκάστοτε φαίνηται, μετὰ ταῦτα ἄλλαις τοσαύταις ἐπιτρέψεις μοι πράττειν τι περὶ αὐτήν· εἰ δὲ μὴ, τότε κᾀγὼ χωρισθήσομαι τελέως αὐτῆς. ἑτοίμως δέ μοι συγχωρήσαντος αὐτοῦ, πρῶτον μὲν ὑδραγωγῷ φαρμάκῳ διὰ τῆς κάτω γαστρὸς ἐκένωσα, μετὰ ταῦτα δὲ πίνειν ὕδωρ ἐναφεψηθέντος ἀσάρου τε καὶ σελίνου. ἐπεὶ δὲ ταῖς πρώταις ἡμέραις δύο τούτων γενομένων οὐδὲν ἐφάνη τοῦ ῥοῦ, κατὰ τὴν τρίτην ἔδωκα πάλιν οὐ πολὺ τοῦ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦντος τὸ ῥέπον ἔμπροσθεν εἰς τὴν μήτραν, οὐ μόνον δι᾿ οὔρων, ἀλλὰ καὶ διὰ τῆς κάτω γαστρὸς παροχετεύειν βουλόμενος. καὶ μετ᾿ αὐτὸ ἔχριόν τε τῷ μέλιτι καθ᾿ ἑκάστην ἡμέραν, ἀνέτριβόν τε τὸ σῶμα τὰ μὲν πρῶτα διὰ σινδόνων μαλακωτάτων, εἶτα διὰ σκληροτάτων· ἐδίδουν τε κρέα τῶν ὀρείων ὀρνίθων, ἰχθύων δὲ πετραίων. ὡς δὲ διὰ τούτων ἡμέραις πεντεκαίδεκα τῆς θεραπείας γινομένης οὐδὲν ὅλως ἐφάνη τοῦ πάθους γνώρισμα, γνοὺς ὁ Βοηθὸς μεῖζον ἢ κατὰ τὴν ὑπόσχεσιν εἰργασμένον με, τελέως ἐκθεραπεῦσαι τὴν διάθεσιν ἐδεῖτο, ὑποθήκας τε δοῦναι πρὸς τὸν λοιπὸν χρόνον, ὅπως μηκέθ᾿ ὁμοίως νοσήσειε. ἐπεὶ δὲ πληρωθέντος τοῦ μηνὸς εὔχρους τε ἦν ἀκριβῶς, ὡς μηδὲν ἀποδεῖν ἀκριβῶς τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν δὲ τοῦ ῥεύματος ἐπεφάνη, τετρακοσίους μὲν ἔπεμψέ μοι χρυσοῦς, ηὔξησέ τε τὸν φθόνον τούτων τῶν γενναίων ἰατρῶν ἐφ᾿ οἷς ἐτύγχανεν ἐπαινῶν με. καὶ μέντοι καὶ αὐτὸς ἕτοιμος ἦν, ὥσπερ ὅ τε Σεβῆρος, τὸ μηνῦσαι τὰ κατ᾿ ἐμὲ τῷ τε κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ὄντι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ αὐτοκράτορι. Λεύκιος γὰρ ἀπεδήμει τῆς πόλεως ἕνεκα τοῦ Παρθικοῦ πολέμου γενηθέντος ὑπὸ Βολογέσου. [Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ ἡ πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.] Κἀγὼ θεασάμενος αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι πρᾶξαι κωλυθῶ τῆς ἐς Ἀσίαν ἐπανόδου , παρεκάλεσα βραχὺν ἐπισχεῖν χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι. καὶ τοίνυν ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥωμαίων πόλεως ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν οἴκησιν· ᾧ προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων, ἡμέρᾳ μιᾷ τῶν ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν τε παραχρῆμα καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν εἰς τὴν πατρίδα παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστερον ἐπράχθη. ἐγὼ δ᾿ ἀνὰ Καμπανίαν γενόμενος, εἶτ᾿ ἐκεῖθεν ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα κατὰ τὴν πρώτην ἀναγενομένην ναῦν, εἴτ᾿ ἐς Δυῤῥάχιον εἴτ᾿ ἐπὶ τῆς Ἑλλάδος πλέοι, διαπεραιωθῆναι· δεδιὼς μή  τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν ἢ καὶ αὐτὸς ὁ αὐτοκράτωρ γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρατιώτην εἰς Ῥώμην ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕτως μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα. ζητοῦντες δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰκέτου πυνθανόμενοι ποῦ ποτ᾿ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμπανίᾳ διατρίβειν με, τὸ μὲν πρῶτον ὑπώπτευον τὸ γεγονός· προϊόντος δὲ τοῦ χρόνου μήθ᾿ ὁρῶντες μήτε τὸν ἐμὸν ἄνθρωπον ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λεγόμενα· καὶ τότε μόγις ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν Ῥώμην, ὅτι μὴ ψευδῶς, ἀλλ᾿ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ᾿ οὐ πολὺν ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ᾿ ἑτέρου τοῦ πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ καθεστήκει. γενομένου δὲ λόγου περὶ τῶν ἔργοις, οὐ λόγοις ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες οὖν ἤδη τῆς πόλεως, ὡς ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι, παρεσκευακότες τε καὶ συγκροτοῦντες τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος μεταστάντος εἰς θεοὺς ὁ ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην τὸ σῶμα καὶ ποιήσας ἀμφ᾿ αὐτῷ τὰ νομιζόμενα, τῆς ἐπὶ τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ. χρηστὸν δ᾿ ὄντα καὶ φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶσθα, πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ ταχέων ἐπανήξειν. παντὶ δ᾿ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρόνῳ μεμνημένος τῆς συνήθους κακοηθείας τῶν κατὰ τὴν πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν αὐτῆς ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν ὁ υἱὸς αὐτοῦ Κόμμοδος, ὑπὸ Πειθολάῳ τρεφόμενος ἐντολὰς ἔχοντι παρ᾿ αὐτοῦ τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν ἐπιμέλειαν ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ᾿ αὐτοῦ χρονίσαντος ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους τε καὶ ἰατρικὰς, ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην αἰτήσασι τοῖς φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας αὐτὰς ἔσεσθαι. ὡς εἴ γε ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς ἀναξίοις, οὐκ ἂν οὐδ᾿ ἐκείνοις ἔδωκα. καλῶ δ᾿ ἀναξίους ὅσοι μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν ἀνάγνωσιν ἥκουσιν, ἀλλ᾿ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις ἡ θεωρία πᾶσα γέγραπται τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν ἅλλων προγνωστικῶν σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησάμην ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν βουληθέντι σοι μαθεῖν ἐκ τίνος θεωρίας ἐγένετο, ῥᾳδία καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀναγνόντι, γεγυμνασμένῳ τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμετρίᾳ τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις ἰατροῖς, ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς πανουργίαν δ᾿ ἐκτραπόμενοι τὴν ἐπ᾿ αὐτῇ τέχνην ἤσκησαν, οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων δύνανται οὔτε ἀκουσθῆναι. [Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις αὐτῆς δι᾿ ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου υἱὸς ἤρξατο μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ᾿ αὐτοῦ τούτου πρόγνωσίς ἐστι, διὰ τῶν περὶ κρίσεως ὑπομνημάτων γέγραπται, δι᾿ ὧν καὶ ὅτι προεκρήγνυται πολλάκις ἡ κρίσις, οὐ περιμείνασα τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ Ἕξστῳ δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ κοιτωνίτῃ ὅ τι θεσπίζοιμι περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνάτων εἶναι προειρηκότος. ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν τὸ νόσημα· κριθήσεσθαι δὲ πάντως ἢ ἑκταῖον, ἢ ἑβδομαῖον. ἑκταῖον μὲν οὖν κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ βεβαίαν ἕξειν τὴν κρίσιν·ἔσεσθαι μέντοι τὴν κρίσιν ἐξ ἀνάγκης δι᾿ ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως γε ἐκρίθη, φιλόνεικος ὢν ἐσχάτως ὁ Ἕξστος, ὅπως ἐλέγξῃ ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο μὲν καθ᾿ ἑκάστην ἡμέραν, οὔτε δ᾿ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν χυλοῦ πτισάνης, ἢ αὐτὴν, ἢ μετὰ ψίχας ἄρτου· πολλάκις δὲ καὶ αὐτὸς τὸν ἄρτον ἐν ὕδατι βρέξας ἠρκεῖτο μόνον. ταῦτα ποιήσας ἄχρι τῆς δωδεκάτης ἡμέρας ἐκαυχήσατο κατ᾿ αὐτὴν νενικηκέναι μου τὴν πρόγνωσιν. ἔπιε δὲ κατὰ τὴν τρισκαιδεκάτην ἡμέραν τρίτῃ ὥρᾳ ὑδατώδους οἴνου βραχύ τι σὺν τῷ καὶ τὴν ὅλην δίαιταν ἁδροτέραν βραχὺ ποιήσασθαι τῆς ἔμπροσθεν, ἔτι μέντοι φυλάττων λεπτήν· ἀλλὰ κατά τε τὴν ἑξῆς ἡμέραν ἀπὸ τῆς πρώτης κατακλίσεως τεσσαρεσκαιδεκάτην οὖσαν ἀρξάμενος πυρέττειν ἐκέλευσε μηδένα μοι δηλῶσαι, νομίζων μηδὲ σφοδρὸν ἔσεσθαι τὸν πυρετὸν μηδὲ πλέον ἡμέρας μιᾶς ἐκταθήσεσθαι αὐτόν. ἐπεὶ δὲ προϊούσης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἐφαιδρύνετο, Κλαύδιος Σεβῆρος ὑποστρέφων εἰς τὴν ἑαυτοῦ οἰκίαν πλησίον οὖσαν τῆς ἐκείνου, πυθόμενος αὐτὸν πυρέττειν ἐπορεύθη πρὸς αὐτὸν, εὑρών τε σφοδρῶς ἤδη πυρέττοντα, πρῶτον μὲν ἐπύθετο τίνα γνώμην ἐγὼ περὶ τῆς ἀρχῆς τοῦ γεγενημένου πυρετοῦ νῦν [αὐτῷ φαινοίμην ἔχων, ἀκούσας δὲ παρ᾿ αὐτοῦ τὸ ἀληθὲς, ὡς διὰ φιλονεικίαν οὐκ ἐδήλωσε πορευθῆναί τινα πρός με, ἐκέλευσε παρακαλεῖν με εἰς τὴν ἐπίσκεψιν τοῦ Ἕξστου καὶ μετὰ ταῦτα πρὸς αὐτὸν ἀφικέσθαι. τούτων  γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς τοῦ νοσήματος. ἀπεκρινάμην οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς· εἶτα κριθησομένου κατὰ τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει γενησομένην λύσιν ἑτοίμως ἐπίστευσεν· ὃ γὰρ ἕκαστος βούλεται δηλονότι, τοῦτο καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ᾿ ὅτι οὐκ ἂν σφαλείην ὑπὲρ τοῦ σωθήσεσθαι τὸν Ἕξστον ἐπίστευσέ μοι· τὸ δὲ τῆς ἡμέρας ἐν ᾗ τελέως ἀπαλλαγοῖτο τοῦ νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον ὑπὲρ τῶν εἰς τετάρτην ἡμέραν ἐσομένων. ἅτε δ᾿ οὕτως διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν Ἕξστου περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην ἐπίσκεψιν. ὡς δὲ θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, ἢ διαμενεῖς ἐπὶ τῶν αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην ἢ χθὲς ἀποφήνασθαί μοι τὰ αὐτὰ, μετ᾿ ἄριστον αὖθίς με καλέσας ἤρετο πάλιν εἰ βεβαίως εἴην πεπεισμένος Ἕξστῳ ἐσομένην κρίσιν. ἤκουεν οὖν παρ᾿ ἐμοῦ μᾶλλον ἢ χθὲς ἔχειν διατείνασθαι. ὡς δὲ καὶ τὴν δευτέραν ἡμέραν ἐπύθετό μου πότερον φυλάττοιμι τὴν αὐτὴν γνώμην ἐπὶ τοῖς προειρημένοις, ἤ τι καὶ μετακινοῖμι τῶν ῥηθέντων, ἤκουσεν οὐδὲν μὲν ἐκείνων κινεῖν, προστίθεσθαι δέ τι τοῖς εἰρημένοις ἔχων. καὶ ὅς αὖθις ἤρετο τί τοῦτό ἐστιν; ἤκουσεν ὅτι διελθούσης τῆς ἑπτακαιδεκάτης ἡμέρας ἄρξασθαι τὸν ἱδρῶτα περὶ δευτέραν ὥραν νυκτερινήν. ἆρ᾿ οὖν, ἔφη, καὶ Πειθολάῳ ταῦτ᾿ εἶπας; εἰρηκέναι τε ἔφην αὐτῷ καὶ πεπεῖσθαί γε ἐκεῖνον ὡς οὐκ ἂν σφαλείην ἐν τῇ προῤῥήσει καὶ θεραπείᾳ. πάντως οὖν ἔφη καὶ τῷ αὐτοκράτορι δεδηλωκέναι Πειθόλαον. ἴσως, ἔφην, οὗτος ἔφη· ἐμοὶ δ᾿ οὐ μέλει τῆς ἐπὶ τοῖς τοιούτοις δόξης, οὐ γὰρ περιέρχομαι κηρύττων τὰς ἐμὰς προγνώσεις τε καὶ θεραπείας, ἵνα μᾶλλον οἱ ἰατροί τε καὶ φιλόσοφοί με μισῶσι, γόητά τε καὶ μάντιν ἕτερά τε κατ᾿ ἐμοῦ τοιαῦτα θρυλοῦντες. ὑμῖν δὲ τοῖς φίλοις ὅσοι κατεγνώκατε τῆς ἰατρικῆς τέχνης ἐκ τῆς τούτων ἀμαθίας, ἐπιδείκνυμι τὴν μὲν τέχνην ἀξίαν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ, τοὺς δὲ ἰατροὺς τούτους ὑβρίζειν αὐτήν· ὥσπερ καὶ τοὺς φιλοσόφους φιλοσοφίαν, οἵ γε μηδενὸς ἰδιώτου βέλτιον βιοῦντες ὀνομάζουσιν αὑτοὺς ὀνόματι σεμνῷ τῷ τῆς φιλοσοφίας. ταῦτα μὲν εἶπον τῷ Σεβήρῳ· σὺ δὲ, ὦ Ἐπίγενες, ἔγνως τὴν κακοήθειαν τῶν ἰατρῶν σχεδὸν ἁπάντων εὐχομένων φανερῶς ἀποτυχεῖν με πεμπόντων τε δι᾿ ὅλης ἡμέρας τοὺς γνωσομένους τε καὶ ἀγγέλλοντας αὐτοῖς τὸ γενησόμενον· οὐ γὰρ ᾔδεσάν με τῷ Σεβήρῳ καὶ Πειθολάῳ προειρηκότα δείλης ὄψεσθαι ἐσομένην τὴν ἀρχὴν τῆς κρίσεως. ἐπεὶ δὲ περὶ τὴν ἑβδόμην ὥραν ἐπιπαροξυνθέντα τὸν Ἕξστον ἐπύθοντο, καταγελῶντες καὶ φανερῶς ἐπιχαίροντες ἅπασι τοῖς ἀπαντῶσιν ἔλεγον κερτομοῦντες ὡς ἡ θαυμαστὴ μαντεία τοῦ Γαληνοῦ κατὰ τοὐναντίον ἀπέβη. γενομένης μέντοι τῆς κρίσεως, ὡς προειρήκειν κατὰ τὴν προτεραίαν (ἔφασαν ἑπομένην ἐναλλὰξ) ἐτρέποντο πάντες αἰσχυνόμενοι, καὶ ταῦτα τῆς προγνώσεως οὐδὲν ἐχούσης θαυμαστὸν, ὡς ἔδειξά σοι διά τε τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν περὶ τῶν κρίσεων πραγματείαν. τούτοις μέντοι τοῖς ἰατροῖς, οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς, ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ μάλιστα ἐὰν ἀπύρετος γενόμενος ὁ κάμνων, αὖθις ἐξ ὑποστροφῆς πυρέττῃ. καίτοι παρ᾿ Ἱπποκράτους κατὰ τῶν ἐπιδημιῶν βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ᾿ ἑκάστῳ τῶν ἀῤῥώστων ἄχρι τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ τὴν ιδ΄. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξ΄. ἢ π΄. τύχῃ γεγενημένη. αὕτη μὲν οὖν ἡ πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ τοῖς πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ᾿ οὐ τοιαύτη γε κατ᾿ ἀλήθειαν ἦν, ὥσπερ οὐδ᾿ ἡ μετὰ γνώσεως τῶν ἐνεστώτων θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν ἐκείνου γενομένη.