<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="5"><p>Ἀλλὰ τόν τε προειρημένον νεανίσκον, ᾧ παραγενόμενος <lb/>εὐθέως κατὰ τὴν πρώτην ἡμέραν
						ἔφην εἰσβολὴν <lb/>παροξυσμοῦ τεταρταίου πυρετοῦ γεγονέναι παραλαβὼν, <lb/>ἐθεράπευσα,
						τὴν προθεσμίαν τῆς λύσεως τοῦ νοσήματος ὡς <lb/>ἐπ᾿ Εὐδήμου προειπὼν, ὑπὸ σοῦ τε
						παρακληθεὶς, ἄνθρωπόν <lb/>τινα Χαριλαμποῦς τοῦ κοιτωνητοῦ μὲν, ὡς ἅπαντες οἱ <lb/>νῦν
						Ἕλληνες ὀνομάζουσι, σωματοφύλακος δὲ, ὡς οἱ περιέργως <pb n="625"/> ἀττικίζοντες,
						νευρότρωπον γενόμενον ἐθεράπευσα, μηδενὸς <lb/>τῶν κατὰ τὴν αὐλὴν ἰατρῶν δυναμένου τοῦτο
						ποιῆσαι· <lb/>καὶ μετὰ αὐτὸν ἐν τῷ Σανδαλαρίῳ ῥήτορος Διομήδους, οὗ <lb/>μηδ᾿ αὐτοῦ ἐκ
						τῆς αὐλῆς οἱ εὐδοκιμώτατοι τὴν διάθεσιν <lb/>τοῦ νοσήματος εὕρισκον, ἀλλὰ διὰ τῶν
						ἐναντίων ἢ προσῆκεν <lb/>ἐποιοῦντο τὴν θεραπείαν, ἡμέραις ὀλίγαις προνοησάμενος
						<lb/>ἰασάμην τελέως χρόνιον τὸ νόσημα. καὶ τοῦ θέρους <lb/>ἐπιστάντος ἐπὶ τῶν
						πρωτευόντων ἐν τῇ Ῥώμῃ προῤῥήσεις <lb/>τε καὶ θεραπείας ἐποιησάμην ἀξίας ἐπαίνου μεγάλου
						καὶ <lb/>ἐν πολλῇ δόξῃ παρὰ πᾶσιν ἦν, ὡς οἶσθα, καὶ μέγα ἦν <lb/>τοὔνομα Γαληνοῦ.
						συνηυξάνετό τε τῇ δόξῃ φθόνος ἐκ τῶν <lb/>οἰομένων εἶναί τι καὶ αὐτῶν, ὡς ἂν ἐν παντὶ
						μέρει τῆς <lb/>τέχνης ὑπ᾿ ἐμοῦ νικωμένων, ἔλεγόν τε περιθέοντες τὴν πόλιν <lb/>ἄλλος
						ἄλλο τι διαβάλλων, ὁ μὲν ὡς κατὰ τύχην ἰασάμην <lb/>τόνδε τινα ῥιψοκινδύνῳ τρόπῳ
						θεραπείας χρησάμενος, <lb/>ὁ δ᾿ ὡς ἐκ μαντικῆς αἱ προῤῥήσεις καὶ οὐκ ἐκ θεωρίας
						<lb/>ἰατρικῆς γίγνοιντο. προσεγένετο δὲ καὶ τὸ κατὰ τὴν ζήτησιν, <lb/>ἣν πρὸς τοὺς
						Στωϊκούς τε καὶ Περιπατητικοὺς ἐποιησάμην, <pb n="626"/>
						<milestone unit="ed2page" n="838"/>ἀθροίσαντος αὐτοῦ τοῦ Βοηθοῦ. καὶ μετὰ ταῦτα <lb/>τῆς
						Ἰουστοῦ γυναικὸς, ἦς συντηκομένης ἄνευ τοῦ φαίνεσθαί <lb/>τι μόριον πεπονθέναι ἐξεῦρον
						οὐ μόνον ἐρῶσαν, ἀλλὰ καὶ <lb/>τίνος ἤρα, καὶ μικρὸν ὕστερον ὅθεν εὗρον τοῦτο
						λεχθήσεται. <lb/>τὸν δὲ κατὰ τὸν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς <lb/>ἀγῶνα,
						παρόντων καὶ ἄλλων τινῶν ἅμα μετ᾿ αὐτοῖς <lb/>ἰατρῶν τε καὶ φιλοσόφων, ἀναμνήσω σε
						πρῶτον ὅθεν <lb/>ἤρξατο διελθὼν, ἵν·, εἰ καὶ τινων τῶν ἀξίων κοινωνίας τοιούτων
						<lb/>λόγων ἐθελήσαις μεταδοῦναι τουτὶ τὸ γράμμα, τὴν <lb/>ἀκολουθίαν ἅπασαν ἴδοις τῶν
						γενομένων· καὶ μὴ διὰ παντὸς <lb/>ἀσχολίαν ἔχοις αὐτὸς διηγούμενος, ὅσα διά τε τῶν ἔργων
						<lb/>τῆς ἰατρικῆς τέχνης, ἀνατομῶν τε καὶ τῶν ἐπ᾿ αὐταῖς <lb/>λόγων ἐπράχθη μοι τοὺς
						φθονεροὺς ἰατρούς τε καὶ φιλοσόφους <lb/>ἐλέγχοντι. προπηλακιζόμενος γὰρ ὑπ᾿ αὐτῶν ἐπὶ
						<lb/>τοῦτ᾿ ἦλθον, Ὁμήρου με παιδεύσαντος</p><l>Ἄνδρ᾿ ἐπαμύνασθαι, ὅτε τις προτέρως χαλεπήνῃ.</l><p>τοιαύτην οὖν ἀρχὴν ἔσχεν ἡ πρὸς αὐτοὺς συνουσία. Φλάβιος <pb n="627"/> Βοηθὸς ὑπατικὸς
						ἀνὴρ, ὅπως μὲν ἦν φιλόκαλός τε καὶ <lb/>φιλομαθὴς οἶσθα καὶ σύ. διδασκάλῳ δ᾿ ἐχρῆτο τῶν
						Περιπατητικῶν <lb/>δογμάτων Ἀλεξάνδρῳ τῷ Δαμασκηνῷ, γινώσκοντι <lb/>μὲν καὶ τὰ τοῦ
						Πλάτωνος, ἀλλὰ τοῖς Ἀριστοτέλους προσκειμένῳ <lb/>μᾶλλον. ὁπότ᾿ οὖν παρεκάλεσέ με,
						διδάξαι διὰ τῶν <lb/>ἀνατομῶν ὅπως ἀναπνοή τε καὶ φωνὴ γίνεται, παρεσκεύασεν
						<lb/>ἐρίφους τε καὶ χοίρους πλείονας· πιθήκων γὰρ οὐδὲν <lb/>ἔφην δεῖσθαι τὴν ἀνατομὴν,
						ὁμοίως τε τὴν κατασκευὴν <lb/>ἐχόντων οὐ μόνον τούτων τῶν ζώων, ἀλλὰ καὶ πεζῶν σχεδὸν
						<lb/>ἁπάντων· ὅσα δὲ φωνὴν ἔχει μεγάλην, ἐπιτηδειότερα <lb/>τῶν μικροφώνων εἶναι,
						παρασχεῖν ἀποδεικτικὰ λήμματα <lb/>πρὸς τὴν τοῦ προκειμένου πίστιν. παρῆσαν δ᾿ ἐν τῇ
						μελλούσῃ <lb/>γενήσεσθαι δείξει καὶ ἄλλοι μέν τινες, ἀτὰρ οὖν καὶ <lb/>Ἀδριανὸς ὁ ῥήτωρ,
						οὔπω σοφιστεύων, ἀλλ᾿ ἔτι συνὼν τῷ <lb/>Βοηθῷ· καὶ ὁ Δημήτριος Ἀλεξανδρεὺς ἑταῖρος
						Φαβωρίνου, <lb/>δημοσίᾳ λέγων ἑκάστης ἡμέρας εἰς τὰ προβαλλόμενα κατὰ <lb/>τὴν ἰδέαν τῆς
						Φαβωρίνου λέξεως. ἐμοῦ δὲ πρὶν ἀνατέμνειν <lb/>εἰπόντος. ὡς αὐτὸς μὲν δείξαιμι τὰ ἐκ τῆς
						ἀνατομῆς φαινόμενα, <pb n="628"/> συλλογίσασθαι δὲ τὰ ἐξ αὐτῶν περαινόμενα, οὐκ
						<lb/>ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ἁπάντων μᾶλλον ἐλπίζοιμι δύνασθαι <lb/>τὸν διδάσκαλον
						Ἀλέξανδρον· οἱ μὲν ἄλλοι πάντες ὡς <lb/>ἐπιεικῆ τὸν λόγον ἀπεδείξαντο, τιμὴν εἰς τὸν
						Ἀλέξανδρον <lb/>ἔχοντες καὶ ἅμα προτροπὴν εἰς τὴν ὅλην οὐσίαν ἄνευ φιλονεικίας
						<lb/>γενέσθαι. γινώσκεις γὰρ ὡς ἐπὶ τούτῳ τῷ πάθει <lb/>πρὸς ἁπάντων καὶ Ἀλέξανδρος
						ἐγινώσκετο, καθάπερ καὶ <lb/>τότε σαφῶς ἐδήλωσε. δείξειν γὰρ ὑποσχομένου μου νευρίων
						<lb/>λεπτοτάτων, ὡς εἶναι τριχοειδῆ συζυγίαν τινὰ τοῖς τοῦ <lb/>φάρυγγος μυσὶν
						ἐκφυομένην, τοῖς μὲν ἐκ τῶν ἀριστερῶν <lb/>μερῶν, τοῖς δὲ ἐκ τῶν δεξιῶν· ἐφ᾿ οἶς βρόχῳ
						διαληφθεῖσιν, <lb/>ἢ τμηθεῖσιν ἄφωνον γίνεται τὸ ζῶον, οὔτ᾿ εἰς τὴν <lb/>ζωήν τι
						βλαπτομένου, οὔτ᾿ εἰς τὴν ἐνέργειαν· ὁ Ἀλέξανδρος <lb/>ὑπολαβὼν πρὶν δειχθῆναι, τοῦτο
						πρῶτον, ἔφη, ἄν σοι <lb/>συγχωρηθῇ, τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύειν
						<lb/>ἡμᾶς δεῖν. ἀκούσας δ᾿ ἐγὼ ταῦτα, καταλιπὼν αὐτοὺς ἐχωρίσθην <lb/>ἓν μόνον
						φθεγξάμενος, ὡς ἐσφάλην οἰόμενος οὐκ <lb/>εἰς τοὺς ἀγροικοπυῤῥωνείους ἥκειν, ἢ οὐκ ἂν
						ἀφικνεῖσθαι. ﻿<pb n="629"/> ἐμοῦ δὲ χωρισθέντος οἵ τ᾿ ἄλλοι τοῦ Ἀλεξάνδρου κατέγνωσαν
						<lb/>ὅ τ᾿ Ἀδριανὸς καὶ ὁ Δημήτριος, ἐχθρῶς ἀεὶ διακείμενοι <lb/>πρὸς τὴν φιλονεικίαν
						αὐτῷ, πιθανὴν ἀφορμὴν εἶχον <lb/>ἐπιτιμῆσαι σφοδρῶς. ἐπεὶ δὲ καὶ τοῖς φιλολόγοις ἅπασιν,
						<lb/>ὅσοι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ἦσαν, ἐγνώσθη τοῦτο <lb/>καὶ τῷ Σεβήρῳ καὶ τῷ
							<milestone unit="ed2page" n="839"/>Παύλῳ καὶ τῷ Βαρβάρῳ, <lb/>πάντες οὖν σφοδρῶς
						ἐπετίμησαν αὐτῷ καὶ παρόντων αὐτῶν <lb/>ἠξίωσαν γενέσθαι τὰς ἀνατομὰς, ἀθροίσαντες εἰς
						αὐτὸ <lb/>τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ τὴν ἰατρικήν τε καὶ φιλοσοφίαν <lb/>ἦσαν
						ἔνδοξοι. γινομένης δὲ πλείοσιν ἡμέραις τῆς <lb/>συνουσίας καὶ δείξαντος ἐμοῦ τὴν μὲν
						εἰσπνοὴν γίνεσθαι <lb/>διαστελλομένου τοῦ θώρακος, τὴν δὲ ἐκπνοὴν συστελλομένου,
						<lb/>δείξαντος δὲ καὶ τοὺς μῦς, ὑφ᾿ ὧν τε διαστέλλονται <lb/>καὶ πρὸς τοῦτό γε τὰ εἰς
						αὐτοὺς κατεσχημένα νεῦρα, τὴν <lb/>ἔκφυσιν ἐκ τοῦ νωτιαίου μυελοῦ ποιούμενα καὶ ὡς μὲν
						<lb/>ἀβίαστος ἔξω φορὰ τοῦ πνεύματος ἐκπνοὴν ἄψοφον ἐργάζοιτο, <lb/>βιαίαν δ᾿ εἶναι τὴν
						ἑτέραν αὐτῆς γινομένην μετὰ <lb/>ψόφου, ἣν ἐκφύσησιν ὀνομάζομεν· ἐπιδείξαντος δὲ καὶ ὡς
						ἡ <pb n="630"/> τοιαύτη μόνη κατὰ τὴν διὰ τοῦ φάρυγγος ἔξοδον ὑπὸ τῶν <lb/>κατὰ τὸν
						χόνδρον πληττομένη τὴν φωνὴν ἐργάζοιτο, καὶ ὡς <lb/>ὑπὸ μυῶν οὗτοι κινοῖντο καὶ ὡς τὰ
						νεῦρα τὰ τούτους κινοῦντα <lb/>κακωθέντα, τὴν ἀφωνίαν ἐργάζοιτο καὶ τῶν παραφθεγξαμένων
						<lb/>ὁπότε ἐδείκνυον ταῦτα πάντων ἐλεγχθέντων, ὁ <lb/>Βοηθὸς ἐδεήθη μου σχεῖν αὐτῶν
						ὑπομνήματα. καὶ πέμψαντός <lb/>γε αὐτοῦ τοὺς διὰ σημείων ἠσκημένους ἐν τάχει γράφειν,
						<lb/>ὑπηγόρευσα πάντα τὰ δειχθέντα καὶ λεχθέντα μὴ προορώμενος <lb/>εἰ μέλλει δώσειν
						αὐτὰ πολλοῖς. καὶ μέχρι δὲ νῦν, ὦ <lb/>Ἐπίγενες, οὐδὲν ἐτόλμησέ τις ἀντειπεῖν <milestone unit="ed1page" n="456"/>αὐτοῖς ἐτῶν <lb/>ἐν τῷ μεταξὺ γεγονότων ιε΄. καίτοι γε
						διαβουλευομένων γε <lb/>πολλῶν ἀντειπεῖν, ὅπως ἀκουσθῶσιν αὐτὸ τοῦτο μόνον, ὡς
						<lb/>ἀντειρήκασιν, οὐ μὴν τολμώντων γε εἰς κρίσιν ἐπὶ φιλολόγων <lb/>ἀνδρῶν ἀγαγεῖν τὰ
						γραφέντα. </p></div><div type="textpart" subtype="chapter" n="6"><p>Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι <lb/>διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δὲ τῷ
						παρόντι λόγῳ, <lb/>μάλιστ᾿ ἐπειδὰν καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι <lb/>τίνι
						λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος <pb n="631"/> ἐγνώρισεν, ἔγραψαν τῶν
						ἀρτηριῶν τοὺς σφυγμοὺς <lb/>τοῦ νεανίσκου, σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτὸν, οὐκέθ᾿
						<lb/>ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι. ἐγὼ δ᾿ <lb/>ὅπως μὲν Ἐρασίστρατος
						ἔγνω, τοῦτο λέγειν οὐκ ἔχω. ὅπως <lb/>δὲ αὐτὸς ἔγνων ἤδη σοι φράσω. παρεκλήθημεν εἰς τὴν
						<lb/>ἐπίσκεψίν τινος γυναικὸς, ὡς ἀγρυπνούσης ἐν ταῖς νυξὶ καὶ <lb/>μεταβαλλούσης ἑαυτὴν
						ἄλλοτε εἰς ἄλλο σχῆμα κατακλίσεως, <lb/>εὗρον δ᾿ ἀπύρετον, ἐπυθόμην ὑπὲρ ἑκάστου τῶν
						κατὰ μέρος <lb/>αὐτῇ γεγονότων, ἐξ ὧν ἴσμεν ἀγρυπνίας συμβαινούσας. ἡ δὲ <lb/>μόγις, ἢ
						οὐδ᾿ ὅλως ἀπεκρίνετο, ὡς μάτην ἐρωτωμένην ἐνδεικνυμένη <lb/>καὶ τὸ τελευταῖον
						ἀποστραφεῖσα, τοῖς μὲν ἐπιβεβλημένοις <lb/>ἱματίοις ὅλῳ τῷ σώματι σκεπάσασα πᾶσαν
						<lb/>ἑαυτὴν, ἄλλῳ δέ τινι μικρῷ ταραντινιδίῳ τὴν κεφαλὴν <lb/>ἔκειτο καθάπερ οἱ
						χρῄζοντες ὕπνου. χωρισθεὶς οὖν ἐγὼ <lb/>δυοῖν θάτερον αὐτὴν ἐνόησα πάσχειν, ἢ
						μελαγχολικῶς δυσθυμεῖν, <lb/>ἤ τι λυπουμένην οὐκ ἐθέλειν ὁμολογεῖν. εἰς τὴν
						<lb/>ὑστεραίαν οὖν ἀνεβαλλόμην ἀκριβέστερον διασκέψασθαι περὶ <pb n="632"/> αὐτῶν καὶ
						πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παραμενούσης <lb/>οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι
						θεάσασθαι· <lb/>δεύτερον δ᾿ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταὐτὸ, τρίτον <lb/>πάλιν ἧκον.
						εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάττεσθαι, <lb/>μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν
						γυναῖκα, καὶ <lb/>γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνήθως
						<lb/>προσενεγκαμένην <milestone unit="ed2page" n="840"/>, ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος
						<lb/>διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ <lb/>τειρομένην, ἣν
						ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρασιστράτῳ <lb/>γενέσθαι, προεγνωσμένου γάρ μοι
						τοῦ μηδὲν εἶναι <lb/>κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνοχλεῖσθαι
						<lb/>τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν <lb/>ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο,
						παραγενομένου τινὸς <lb/>ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλάδην·
						<lb/>ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ <lb/>προσώπου, κᾀγὼ θεασάμενος
						τοῦτο, τῷ καρπῷ τῆς γυναικὸς <lb/>ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον
						<lb/>ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τεθορυβῆσθαι· <lb/>ὁ αὐτὸς οὖν
						καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα <pb n="633"/> συμβαίνειν. κατὰ τὴν ὑστεραίαν οὖν εἰπὼν
						ἀκολούθῳ τινι <lb/>τῶν ἐμῶν, ὅταν ἐπισκεψάμενος ἔλθω πρὸς τὴν γυναῖκα, <lb/>μετ᾿ ὀλίγον
						ἀφικόμενος ἀνάγγειλόν μοι, Μόρφον ὀρχεῖσθαι <lb/>σήμερον, εἶθ᾿ ὡς ἤγγειλεν, ἄτρεπτον
						εὗρον τὸν σφυγμόν. <lb/>ὁμοίως δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ποιήσας ἀγγελθῆναι <lb/>περὶ
						τοῦ τρίτου τῶν ὀρχηστῶν, ὁμοίως μείναντος ἀτρέπτου <lb/>τοῦ σφυγμοῦ. κατὰ τὴν τετάρτην
						ἠκρίβωσα νύκτα πάνυ <lb/>παραφυλάξας, ἡνίκα Πυλάδης ὀρχούμενος ἠγγέλθη, ταραχθέντα
						<lb/>πολυειδῶς αὐτὸν ὁρῶν, εὗρον οὕτως ἐρῶσαν τοῦ Πυλάδου <lb/>τὴν γυναῖκα καὶ τοῦτο
						παραφυλαχθὲν ἀκριβῶς ἐν <lb/>ταῖς ἐφεξῆς ἡμέραις εὑρέθη βεβαίως. καθάπερ γε καί τινος
						<lb/>ἄλλου τῶν πλουσίων δοῦλος οἰκονόμος ὁμοίως κάμνων ἐγνώσθη <lb/>μοι. λυπούμενος γὰρ
						ἐν τῷ μέλλειν ἀποδιδόναι λογισμοὺς <lb/>ὧν διῴκησεν, ἐν οἷς ἠπίστατο λεῖπον οὐκ ὀλίγον
						<lb/>ἀργύριον, ὑπὸ τῆς φροντίδος ἠγρύπνει τε καὶ λυπούμενος <lb/>ἐτήκετο, προειπὼν δὲ
						αὐτοῦ τῷ δεσπότῃ μηδὲν εἶναι σωματικὸν <lb/>πάθημα τῷ πρεσβύτῃ, σκέψασθαι
						συνεβουλευσάμην, <lb/>ὅτι φοβοῖτο μέλλοντος αὐτοῦ τοὺς λόγους, ὧν ἐνεχείρισεν ﻿<pb n="634"/> ἀπαιτεῖν, καὶ διὰ τοῦτο λυποῖτο, γινώσκων οὐκ ὀλίγον ἐν <lb/>αὐτοῖς
						εὑρήσεσθαι λεῖπον. ἐπειδὴ καλῶς ἔφη με στοχάζεσθαι, <lb/>τοῦτο συνεβούλευσα βεβαίας
						ἕνεκεν διαγνώσεως, εἰπεῖν <lb/>αὐτῷ ὅσον ἔχει παρακείμενον ἀργύριον αἰτῆσαι τοῦτο,
						<lb/>μή πως ἐξ αἰφνιδίου τελευτήσαντος ἀπόληται, μεταστάσης εἰς <lb/>ἄλλον οἰκέτην τῆς
						διοικήσεως, οὗ μήπω πεῖραν ἔχει· παρὰ <lb/>γὰρ ἐκείνου μὴ χρῄζειν ἀπαιτήσεως λογισμῶν.
						ὡς δὲ ὁ δεσπότης <lb/>αὐτῷ ταῦτα διελέχθη, πεισθεὶς οὐκ ἐξετασθήσεσθαι <lb/>καὶ διὰ
						τοῦτο γινόμενος ἄλυπος ἐν τῇ τρίτῃ τῶν ἡμερῶν <lb/>τὴν κατὰ φύσιν ἕξιν τοῦ σώματος
						ἀνεκτήσατο. τί δή <lb/>ποτ᾿ οὖν ἐλάνθανε τοὺς ἔμπροσθεν ἰατροὺς τήν τε προειρημένην
						<lb/>γυναῖκα καὶ τὸν προειρημένον οἰκέτην ἐπισκοπουμένους; <lb/>ἐκ γὰρ κοινῶν
						ἐπιλογισμῶν εὑρίσκεται τὰ τοιαῦτα, <lb/>κᾂν βραχεῖαν ἐπιστήμην ἔχῃ τῆς ἰατρικῆς θεωρίας.
						ἐγὼ μὲν <lb/>ἡγοῦμαι διότι μηδεμίαν ἔχουσι διάγνωσιν, ὧν τὸ σῶμα διὰ <lb/>τῆς ψυχῆς πάθη
						πάσχειν εἰώθει. ἴσως δὲ ὅτι οὐδὲ διὰ τοὺς <lb/>ἀγῶνας καὶ τοὺς φόβους ἐξαίφνης τὴν ψυχὴν
						ταράξαντας <lb/>οἱ σφυγμοὶ τρέπονται γινώσκουσιν. ὅπερ Ἐρασίστρατος ἐπιστάμενος <pb n="635"/> ἐπὶ τῆς αὐτῆς οἰκίας τῷ νοσοῦντι τῆς γυναικὸς <lb/>ὑπαρχούσης εὐκολώτερον
						ἐξεῦρεν, ὡς ἂν δυναμένου αὐτοῦ <lb/>συνεχέστερον ὁρᾶσθαι τὸν νεανίσκον, μὴ διὰ πλειόνων
						ἡμερῶν <lb/>καθάπερ ὁ Πυλάδης· οὐδ᾿ οὖν οὐδὲ τότε φαινομένου, <lb/>ἀλλ᾿ ἀκουομένου
						ἐκταράττειν τὴν γυναῖκα. λῆρος οὖν μακρὸς <lb/>ἐρωτικῶς κινούμενοι σφυγμοὶ τῶν οὐ
						γινωσκόντων ἔρωτος <lb/>μὲν οὐδένα δηλωτικὸν σφυγμὸν εἶναι, θορυβουμένης δὲ <lb/>ψυχῆς
						τοὺς σφυγμοὺς ἀλλοιοῦσθαι, μήτε τὴν κατὰ φύσιν <lb/>ὁμαλότητα μήτε τὴν τάξιν
						ἀποσώζοντας. </p></div></div></body></text></TEI>