Ἀλλὰ τόν τε προειρημένον νεανίσκον, ᾧ παραγενόμενος εὐθέως κατὰ τὴν πρώτην ἡμέραν ἔφην εἰσβολὴν παροξυσμοῦ τεταρταίου πυρετοῦ γεγονέναι παραλαβὼν, ἐθεράπευσα, τὴν προθεσμίαν τῆς λύσεως τοῦ νοσήματος ὡς ἐπ᾿ Εὐδήμου προειπὼν, ὑπὸ σοῦ τε παρακληθεὶς, ἄνθρωπόν τινα Χαριλαμποῦς τοῦ κοιτωνητοῦ μὲν, ὡς ἅπαντες οἱ νῦν Ἕλληνες ὀνομάζουσι, σωματοφύλακος δὲ, ὡς οἱ περιέργως ἀττικίζοντες, νευρότρωπον γενόμενον ἐθεράπευσα, μηδενὸς τῶν κατὰ τὴν αὐλὴν ἰατρῶν δυναμένου τοῦτο ποιῆσαι· καὶ μετὰ αὐτὸν ἐν τῷ Σανδαλαρίῳ ῥήτορος Διομήδους, οὗ μηδ᾿ αὐτοῦ ἐκ τῆς αὐλῆς οἱ εὐδοκιμώτατοι τὴν διάθεσιν τοῦ νοσήματος εὕρισκον, ἀλλὰ διὰ τῶν ἐναντίων ἢ προσῆκεν ἐποιοῦντο τὴν θεραπείαν, ἡμέραις ὀλίγαις προνοησάμενος ἰασάμην τελέως χρόνιον τὸ νόσημα. καὶ τοῦ θέρους ἐπιστάντος ἐπὶ τῶν πρωτευόντων ἐν τῇ Ῥώμῃ προῤῥήσεις τε καὶ θεραπείας ἐποιησάμην ἀξίας ἐπαίνου μεγάλου καὶ ἐν πολλῇ δόξῃ παρὰ πᾶσιν ἦν, ὡς οἶσθα, καὶ μέγα ἦν τοὔνομα Γαληνοῦ. συνηυξάνετό τε τῇ δόξῃ φθόνος ἐκ τῶν οἰομένων εἶναί τι καὶ αὐτῶν, ὡς ἂν ἐν παντὶ μέρει τῆς τέχνης ὑπ᾿ ἐμοῦ νικωμένων, ἔλεγόν τε περιθέοντες τὴν πόλιν ἄλλος ἄλλο τι διαβάλλων, ὁ μὲν ὡς κατὰ τύχην ἰασάμην τόνδε τινα ῥιψοκινδύνῳ τρόπῳ θεραπείας χρησάμενος, ὁ δ᾿ ὡς ἐκ μαντικῆς αἱ προῤῥήσεις καὶ οὐκ ἐκ θεωρίας ἰατρικῆς γίγνοιντο. προσεγένετο δὲ καὶ τὸ κατὰ τὴν ζήτησιν, ἣν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἐποιησάμην, ἀθροίσαντος αὐτοῦ τοῦ Βοηθοῦ. καὶ μετὰ ταῦτα τῆς Ἰουστοῦ γυναικὸς, ἦς συντηκομένης ἄνευ τοῦ φαίνεσθαί τι μόριον πεπονθέναι ἐξεῦρον οὐ μόνον ἐρῶσαν, ἀλλὰ καὶ τίνος ἤρα, καὶ μικρὸν ὕστερον ὅθεν εὗρον τοῦτο λεχθήσεται. τὸν δὲ κατὰ τὸν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἀγῶνα, παρόντων καὶ ἄλλων τινῶν ἅμα μετ᾿ αὐτοῖς ἰατρῶν τε καὶ φιλοσόφων, ἀναμνήσω σε πρῶτον ὅθεν ἤρξατο διελθὼν, ἵν·, εἰ καὶ τινων τῶν ἀξίων κοινωνίας τοιούτων λόγων ἐθελήσαις μεταδοῦναι τουτὶ τὸ γράμμα, τὴν ἀκολουθίαν ἅπασαν ἴδοις τῶν γενομένων· καὶ μὴ διὰ παντὸς ἀσχολίαν ἔχοις αὐτὸς διηγούμενος, ὅσα διά τε τῶν ἔργων τῆς ἰατρικῆς τέχνης, ἀνατομῶν τε καὶ τῶν ἐπ᾿ αὐταῖς λόγων ἐπράχθη μοι τοὺς φθονεροὺς ἰατρούς τε καὶ φιλοσόφους ἐλέγχοντι. προπηλακιζόμενος γὰρ ὑπ᾿ αὐτῶν ἐπὶ τοῦτ᾿ ἦλθον, Ὁμήρου με παιδεύσαντος Ἄνδρ᾿ ἐπαμύνασθαι, ὅτε τις προτέρως χαλεπήνῃ. τοιαύτην οὖν ἀρχὴν ἔσχεν ἡ πρὸς αὐτοὺς συνουσία. Φλάβιος Βοηθὸς ὑπατικὸς ἀνὴρ, ὅπως μὲν ἦν φιλόκαλός τε καὶ φιλομαθὴς οἶσθα καὶ σύ. διδασκάλῳ δ᾿ ἐχρῆτο τῶν Περιπατητικῶν δογμάτων Ἀλεξάνδρῳ τῷ Δαμασκηνῷ, γινώσκοντι μὲν καὶ τὰ τοῦ Πλάτωνος, ἀλλὰ τοῖς Ἀριστοτέλους προσκειμένῳ μᾶλλον. ὁπότ᾿ οὖν παρεκάλεσέ με, διδάξαι διὰ τῶν ἀνατομῶν ὅπως ἀναπνοή τε καὶ φωνὴ γίνεται, παρεσκεύασεν ἐρίφους τε καὶ χοίρους πλείονας· πιθήκων γὰρ οὐδὲν ἔφην δεῖσθαι τὴν ἀνατομὴν, ὁμοίως τε τὴν κατασκευὴν ἐχόντων οὐ μόνον τούτων τῶν ζώων, ἀλλὰ καὶ πεζῶν σχεδὸν ἁπάντων· ὅσα δὲ φωνὴν ἔχει μεγάλην, ἐπιτηδειότερα τῶν μικροφώνων εἶναι, παρασχεῖν ἀποδεικτικὰ λήμματα πρὸς τὴν τοῦ προκειμένου πίστιν. παρῆσαν δ᾿ ἐν τῇ μελλούσῃ γενήσεσθαι δείξει καὶ ἄλλοι μέν τινες, ἀτὰρ οὖν καὶ Ἀδριανὸς ὁ ῥήτωρ, οὔπω σοφιστεύων, ἀλλ᾿ ἔτι συνὼν τῷ Βοηθῷ· καὶ ὁ Δημήτριος Ἀλεξανδρεὺς ἑταῖρος Φαβωρίνου, δημοσίᾳ λέγων ἑκάστης ἡμέρας εἰς τὰ προβαλλόμενα κατὰ τὴν ἰδέαν τῆς Φαβωρίνου λέξεως. ἐμοῦ δὲ πρὶν ἀνατέμνειν εἰπόντος. ὡς αὐτὸς μὲν δείξαιμι τὰ ἐκ τῆς ἀνατομῆς φαινόμενα, συλλογίσασθαι δὲ τὰ ἐξ αὐτῶν περαινόμενα, οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ἁπάντων μᾶλλον ἐλπίζοιμι δύνασθαι τὸν διδάσκαλον Ἀλέξανδρον· οἱ μὲν ἄλλοι πάντες ὡς ἐπιεικῆ τὸν λόγον ἀπεδείξαντο, τιμὴν εἰς τὸν Ἀλέξανδρον ἔχοντες καὶ ἅμα προτροπὴν εἰς τὴν ὅλην οὐσίαν ἄνευ φιλονεικίας γενέσθαι. γινώσκεις γὰρ ὡς ἐπὶ τούτῳ τῷ πάθει πρὸς ἁπάντων καὶ Ἀλέξανδρος ἐγινώσκετο, καθάπερ καὶ τότε σαφῶς ἐδήλωσε. δείξειν γὰρ ὑποσχομένου μου νευρίων λεπτοτάτων, ὡς εἶναι τριχοειδῆ συζυγίαν τινὰ τοῖς τοῦ φάρυγγος μυσὶν ἐκφυομένην, τοῖς μὲν ἐκ τῶν ἀριστερῶν μερῶν, τοῖς δὲ ἐκ τῶν δεξιῶν· ἐφ᾿ οἶς βρόχῳ διαληφθεῖσιν, ἢ τμηθεῖσιν ἄφωνον γίνεται τὸ ζῶον, οὔτ᾿ εἰς τὴν ζωήν τι βλαπτομένου, οὔτ᾿ εἰς τὴν ἐνέργειαν· ὁ Ἀλέξανδρος ὑπολαβὼν πρὶν δειχθῆναι, τοῦτο πρῶτον, ἔφη, ἄν σοι συγχωρηθῇ, τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύειν ἡμᾶς δεῖν. ἀκούσας δ᾿ ἐγὼ ταῦτα, καταλιπὼν αὐτοὺς ἐχωρίσθην ἓν μόνον φθεγξάμενος, ὡς ἐσφάλην οἰόμενος οὐκ εἰς τοὺς ἀγροικοπυῤῥωνείους ἥκειν, ἢ οὐκ ἂν ἀφικνεῖσθαι.  ἐμοῦ δὲ χωρισθέντος οἵ τ᾿ ἄλλοι τοῦ Ἀλεξάνδρου κατέγνωσαν ὅ τ᾿ Ἀδριανὸς καὶ ὁ Δημήτριος, ἐχθρῶς ἀεὶ διακείμενοι πρὸς τὴν φιλονεικίαν αὐτῷ, πιθανὴν ἀφορμὴν εἶχον ἐπιτιμῆσαι σφοδρῶς. ἐπεὶ δὲ καὶ τοῖς φιλολόγοις ἅπασιν, ὅσοι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ἦσαν, ἐγνώσθη τοῦτο καὶ τῷ Σεβήρῳ καὶ τῷ Παύλῳ καὶ τῷ Βαρβάρῳ, πάντες οὖν σφοδρῶς ἐπετίμησαν αὐτῷ καὶ παρόντων αὐτῶν ἠξίωσαν γενέσθαι τὰς ἀνατομὰς, ἀθροίσαντες εἰς αὐτὸ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ τὴν ἰατρικήν τε καὶ φιλοσοφίαν ἦσαν ἔνδοξοι. γινομένης δὲ πλείοσιν ἡμέραις τῆς συνουσίας καὶ δείξαντος ἐμοῦ τὴν μὲν εἰσπνοὴν γίνεσθαι διαστελλομένου τοῦ θώρακος, τὴν δὲ ἐκπνοὴν συστελλομένου, δείξαντος δὲ καὶ τοὺς μῦς, ὑφ᾿ ὧν τε διαστέλλονται καὶ πρὸς τοῦτό γε τὰ εἰς αὐτοὺς κατεσχημένα νεῦρα, τὴν ἔκφυσιν ἐκ τοῦ νωτιαίου μυελοῦ ποιούμενα καὶ ὡς μὲν ἀβίαστος ἔξω φορὰ τοῦ πνεύματος ἐκπνοὴν ἄψοφον ἐργάζοιτο, βιαίαν δ᾿ εἶναι τὴν ἑτέραν αὐτῆς γινομένην μετὰ ψόφου, ἣν ἐκφύσησιν ὀνομάζομεν· ἐπιδείξαντος δὲ καὶ ὡς ἡ τοιαύτη μόνη κατὰ τὴν διὰ τοῦ φάρυγγος ἔξοδον ὑπὸ τῶν κατὰ τὸν χόνδρον πληττομένη τὴν φωνὴν ἐργάζοιτο, καὶ ὡς ὑπὸ μυῶν οὗτοι κινοῖντο καὶ ὡς τὰ νεῦρα τὰ τούτους κινοῦντα κακωθέντα, τὴν ἀφωνίαν ἐργάζοιτο καὶ τῶν παραφθεγξαμένων ὁπότε ἐδείκνυον ταῦτα πάντων ἐλεγχθέντων, ὁ Βοηθὸς ἐδεήθη μου σχεῖν αὐτῶν ὑπομνήματα. καὶ πέμψαντός γε αὐτοῦ τοὺς διὰ σημείων ἠσκημένους ἐν τάχει γράφειν, ὑπηγόρευσα πάντα τὰ δειχθέντα καὶ λεχθέντα μὴ προορώμενος εἰ μέλλει δώσειν αὐτὰ πολλοῖς. καὶ μέχρι δὲ νῦν, ὦ Ἐπίγενες, οὐδὲν ἐτόλμησέ τις ἀντειπεῖν αὐτοῖς ἐτῶν ἐν τῷ μεταξὺ γεγονότων ιε΄. καίτοι γε διαβουλευομένων γε πολλῶν ἀντειπεῖν, ὅπως ἀκουσθῶσιν αὐτὸ τοῦτο μόνον, ὡς ἀντειρήκασιν, οὐ μὴν τολμώντων γε εἰς κρίσιν ἐπὶ φιλολόγων ἀνδρῶν ἀγαγεῖν τὰ γραφέντα. Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δὲ τῷ παρόντι λόγῳ, μάλιστ᾿ ἐπειδὰν καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι τίνι λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος ἐγνώρισεν, ἔγραψαν τῶν ἀρτηριῶν τοὺς σφυγμοὺς τοῦ νεανίσκου, σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτὸν, οὐκέθ᾿ ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι. ἐγὼ δ᾿ ὅπως μὲν Ἐρασίστρατος ἔγνω, τοῦτο λέγειν οὐκ ἔχω. ὅπως δὲ αὐτὸς ἔγνων ἤδη σοι φράσω. παρεκλήθημεν εἰς τὴν ἐπίσκεψίν τινος γυναικὸς, ὡς ἀγρυπνούσης ἐν ταῖς νυξὶ καὶ μεταβαλλούσης ἑαυτὴν ἄλλοτε εἰς ἄλλο σχῆμα κατακλίσεως, εὗρον δ᾿ ἀπύρετον, ἐπυθόμην ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος αὐτῇ γεγονότων, ἐξ ὧν ἴσμεν ἀγρυπνίας συμβαινούσας. ἡ δὲ μόγις, ἢ οὐδ᾿ ὅλως ἀπεκρίνετο, ὡς μάτην ἐρωτωμένην ἐνδεικνυμένη καὶ τὸ τελευταῖον ἀποστραφεῖσα, τοῖς μὲν ἐπιβεβλημένοις ἱματίοις ὅλῳ τῷ σώματι σκεπάσασα πᾶσαν ἑαυτὴν, ἄλλῳ δέ τινι μικρῷ ταραντινιδίῳ τὴν κεφαλὴν ἔκειτο καθάπερ οἱ χρῄζοντες ὕπνου. χωρισθεὶς οὖν ἐγὼ δυοῖν θάτερον αὐτὴν ἐνόησα πάσχειν, ἢ μελαγχολικῶς δυσθυμεῖν, ἤ τι λυπουμένην οὐκ ἐθέλειν ὁμολογεῖν. εἰς τὴν ὑστεραίαν οὖν ἀνεβαλλόμην ἀκριβέστερον διασκέψασθαι περὶ αὐτῶν καὶ πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παραμενούσης οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι θεάσασθαι· δεύτερον δ᾿ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταὐτὸ, τρίτον πάλιν ἧκον. εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάττεσθαι, μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν γυναῖκα, καὶ γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνήθως προσενεγκαμένην , ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ τειρομένην, ἣν ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρασιστράτῳ γενέσθαι, προεγνωσμένου γάρ μοι τοῦ μηδὲν εἶναι κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνοχλεῖσθαι τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο, παραγενομένου τινὸς ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλάδην· ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ προσώπου, κᾀγὼ θεασάμενος τοῦτο, τῷ καρπῷ τῆς γυναικὸς ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τεθορυβῆσθαι· ὁ αὐτὸς οὖν καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα συμβαίνειν. κατὰ τὴν ὑστεραίαν οὖν εἰπὼν ἀκολούθῳ τινι τῶν ἐμῶν, ὅταν ἐπισκεψάμενος ἔλθω πρὸς τὴν γυναῖκα, μετ᾿ ὀλίγον ἀφικόμενος ἀνάγγειλόν μοι, Μόρφον ὀρχεῖσθαι σήμερον, εἶθ᾿ ὡς ἤγγειλεν, ἄτρεπτον εὗρον τὸν σφυγμόν. ὁμοίως δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ποιήσας ἀγγελθῆναι περὶ τοῦ τρίτου τῶν ὀρχηστῶν, ὁμοίως μείναντος ἀτρέπτου τοῦ σφυγμοῦ. κατὰ τὴν τετάρτην ἠκρίβωσα νύκτα πάνυ παραφυλάξας, ἡνίκα Πυλάδης ὀρχούμενος ἠγγέλθη, ταραχθέντα πολυειδῶς αὐτὸν ὁρῶν, εὗρον οὕτως ἐρῶσαν τοῦ Πυλάδου τὴν γυναῖκα καὶ τοῦτο παραφυλαχθὲν ἀκριβῶς ἐν ταῖς ἐφεξῆς ἡμέραις εὑρέθη βεβαίως. καθάπερ γε καί τινος ἄλλου τῶν πλουσίων δοῦλος οἰκονόμος ὁμοίως κάμνων ἐγνώσθη μοι. λυπούμενος γὰρ ἐν τῷ μέλλειν ἀποδιδόναι λογισμοὺς ὧν διῴκησεν, ἐν οἷς ἠπίστατο λεῖπον οὐκ ὀλίγον ἀργύριον, ὑπὸ τῆς φροντίδος ἠγρύπνει τε καὶ λυπούμενος ἐτήκετο, προειπὼν δὲ αὐτοῦ τῷ δεσπότῃ μηδὲν εἶναι σωματικὸν πάθημα τῷ πρεσβύτῃ, σκέψασθαι συνεβουλευσάμην, ὅτι φοβοῖτο μέλλοντος αὐτοῦ τοὺς λόγους, ὧν ἐνεχείρισεν  ἀπαιτεῖν, καὶ διὰ τοῦτο λυποῖτο, γινώσκων οὐκ ὀλίγον ἐν αὐτοῖς εὑρήσεσθαι λεῖπον. ἐπειδὴ καλῶς ἔφη με στοχάζεσθαι, τοῦτο συνεβούλευσα βεβαίας ἕνεκεν διαγνώσεως, εἰπεῖν αὐτῷ ὅσον ἔχει παρακείμενον ἀργύριον αἰτῆσαι τοῦτο, μή πως ἐξ αἰφνιδίου τελευτήσαντος ἀπόληται, μεταστάσης εἰς ἄλλον οἰκέτην τῆς διοικήσεως, οὗ μήπω πεῖραν ἔχει· παρὰ γὰρ ἐκείνου μὴ χρῄζειν ἀπαιτήσεως λογισμῶν. ὡς δὲ ὁ δεσπότης αὐτῷ ταῦτα διελέχθη, πεισθεὶς οὐκ ἐξετασθήσεσθαι καὶ διὰ τοῦτο γινόμενος ἄλυπος ἐν τῇ τρίτῃ τῶν ἡμερῶν τὴν κατὰ φύσιν ἕξιν τοῦ σώματος ἀνεκτήσατο. τί δή ποτ᾿ οὖν ἐλάνθανε τοὺς ἔμπροσθεν ἰατροὺς τήν τε προειρημένην γυναῖκα καὶ τὸν προειρημένον οἰκέτην ἐπισκοπουμένους; ἐκ γὰρ κοινῶν ἐπιλογισμῶν εὑρίσκεται τὰ τοιαῦτα, κᾂν βραχεῖαν ἐπιστήμην ἔχῃ τῆς ἰατρικῆς θεωρίας. ἐγὼ μὲν ἡγοῦμαι διότι μηδεμίαν ἔχουσι διάγνωσιν, ὧν τὸ σῶμα διὰ τῆς ψυχῆς πάθη πάσχειν εἰώθει. ἴσως δὲ ὅτι οὐδὲ διὰ τοὺς ἀγῶνας καὶ τοὺς φόβους ἐξαίφνης τὴν ψυχὴν ταράξαντας οἱ σφυγμοὶ τρέπονται γινώσκουσιν. ὅπερ Ἐρασίστρατος ἐπιστάμενος ἐπὶ τῆς αὐτῆς οἰκίας τῷ νοσοῦντι τῆς γυναικὸς ὑπαρχούσης εὐκολώτερον ἐξεῦρεν, ὡς ἂν δυναμένου αὐτοῦ συνεχέστερον ὁρᾶσθαι τὸν νεανίσκον, μὴ διὰ πλειόνων ἡμερῶν καθάπερ ὁ Πυλάδης· οὐδ᾿ οὖν οὐδὲ τότε φαινομένου, ἀλλ᾿ ἀκουομένου ἐκταράττειν τὴν γυναῖκα. λῆρος οὖν μακρὸς ἐρωτικῶς κινούμενοι σφυγμοὶ τῶν οὐ γινωσκόντων ἔρωτος μὲν οὐδένα δηλωτικὸν σφυγμὸν εἶναι, θορυβουμένης δὲ ψυχῆς τοὺς σφυγμοὺς ἀλλοιοῦσθαι, μήτε τὴν κατὰ φύσιν ὁμαλότητα μήτε τὴν τάξιν ἀποσώζοντας.