Ἐπὶ δὲ τὰ κατὰ Εὔδημον ἐπάνειμι. καταπονούμενος γὰρ ὑπὸ τῶν τριῶν τεταρταίων ἀπήλπιστο πρὸς τῶν ἰατρῶν ὄντος ἤδη που μέσου χειμῶνος. ἐγὼ δὲ οἶα διδασκάλῳ μὲν, ἀλλὰ καὶ κατὰ τύχην οἰκῶν αὐτοῦ πλησίον, ἀνάγκην εἶχον ὑπακούειν δὶς τῆς ἡμέρας καλοῦντι. καταγελῶν δέ μου κατὰ τὸν καιρὸν ἐκεῖνον Ἀντιγένης εἷς τῶν Κοΐντου μαθητῶν, συγγεγονὼς δὲ καὶ Μαρίνῳ, πρωτεύειν τε τῶν ἰατρῶν πεπιστευμένος, ἅπαντάς τε τοὺς πολὺ δυναμένους ἰώμενος, οὐκ οἶδ᾿ ὅ τι δόξαν αὐτῷ τοῖς ἐπαινοῦσι καταγελῶν ἔφασκεν, ὀλίγον ὕστερον αὐτοὺς γνώσεσθαι τίνα τυγχάνουσιν ἐπαινοῦντες, ὅταν ἐκφερόμενον ἴδωσιν Εὔδημον  καὶ ταῦτα λέγων πρὸς τοὺς παρόντας ἰδιώτας, ἀποστρέφων ἐνίοτε μὲν τὸν λόγον, ἀποβλέπων τε πρὸς τοὺς ἰατροὺς ἔφασκεν, Εὔδημον ἑξηκοστὸν καὶ τρίτον ἔτος ἄγοντα, τρεῖς ἔχοντα τεταρταίους ἐν μέσῳ χειμῶνος, θεραπεύειν ὑπισχνεῖται Γαληνός. σὺ μὲν οὖν, Ἐπίγενες φίλτατε, τάς τε μετὰ ταῦτα γενομένας προῤῥήσεις ἐπ᾿ αὐτοῦ καὶ τὴν θεραπείαν οἶδ᾿ ὅτι κηρύττων διετέλεσας. ἐμοὶ δ᾿ ἀρχὴ φθόνου τότε πρῶτον ἐγένετο, θαυμαζομένῳ ἐπί τε βίου σεμνότητι καὶ τοῖς κατὰ τὴν τέχνην ἔργοις. ἐκ γὰρ τῶν τριῶν τεταρταίων τὸν μὲν πρῶτον ἀρξάμενον ἐν τῇδε παύσασθαι τῇ ἡμέρᾳ προειπὼν ἐθαυμάσθην· ἐπεὶ δὲ καὶ τοῦ δευτέρου τὴν προθεσμίαν τῆς λύσεως ἠλήθευσα, ἅπαντες μὲν ἐξεπλάγησαν· ἐπὶ τοῦ τρίτου γοῦν ἀποτυχεῖν με τοῖς θεοῖς ηὔχοντο. παυσαμένου δὲ κᾀκείνου κατὰ τὴν ὑπ᾿ ἐμοῦ προῤῥηθεῖσαν ἡμέραν, οὐκ ἐπὶ ταῖς προῤῥήσεσι μόνον, ἀλλὰ καὶ τῇ θεραπείᾳ δόξαν ἔσχον οὐ σμικράν. ὁ οὖν Ἀντιγένης μονονοὺ κατὰ γῆς ἐδύετο διὰ τὰς προπετῶς αὐτῷ γενομένας εἰς ἐμὲ βλασφημίας· ὁμοίως δ᾿ αὐτῷ καὶ Μαρτιανὸς, οὗ καὶ αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι δὲ πρότερον ὡς ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις ἦν. ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ᾿ αὐτοῦ γεγραμμένων ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς ἐφ᾿ οἷς Εὔδημος οὐ μόνον ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ θαυμάζεσθαι δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις, ἀλλ᾿ ἐκ μαντικῆς γίνεσθαι ταύτας ὑπ᾿ ἐμοῦ διέβαλε. καὶ τήν γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων τινῶν, ἐνίοτε μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ᾿ ὅτε συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐδήμῳ τοιοῦτον ἐγένετο, τοῦ τρίτου τῶν τεταρταίων τῆς ἡμέρας ἐνστάσεις, ἐν ᾖ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρήκειν ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδημον ὥρας ἐνάτης, οὐ σμικρῷ σφοδρότερον, ἀλλὰ καὶ πάνυ πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φανερῶς ἐνδεικνύμενος ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας ὁποίας οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφαλησομένῳ μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου τῶν τεταρταίων ἀτυχῆσαί με τῆς τε προῤῥήσεως καὶ τῆς ἀπ᾿ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους ἀποφήνασθαι πῶς ἔχειν αὐτοῖς τὰ κατ᾿ αὐτὸν δοκοίη, τὴν δ᾿ αὐτὴν ἀπόκρισιν ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ, φαιδροτέροις γεγονόσιν, ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀποτετευγμένης τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ᾿ ἐχρόνιζον ἐγὼ παρὰ τὸ ἔθος ἐν ἐπισκέψει τινι κατεχόμενος, ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην, ἐπικριθῆναι τὴν εὐφορίαν ἣν εἶχεν ὑπ᾿ ἐμοῦ βουλόμενος. ὡς δ᾿ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας ἐξέτεινε τὴν χεῖρα, κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψαμένου δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε ἀγγέλλοιμι. κᾀγὼ μειδιάσας, τί ἄλλο, ἔφην, ἢ ἀγαθά; ποῖα, εἶπε, ταῦτα ἰδικῶς μοι φράσον. ἐγὼ δ᾿, οὐκ ἀρκέσει, ἔφην, σοὶ τὸ κεφάλαιον αὐτὸ ἀθρόως ἀκηκοότι χαίρειν ἐπὶ τοῖς ἐσομένοις ; οὐδαμῶς, εἶπεν. ἀκοῦσαι γὰρ ποθῶ καὶ τὰ κατὰ μέρος. ἄκουε δή· ἀπαλλαγήσῃ τῇ νυκτὶ ταύτῃ τελέως ἁπάσης τῆς νοσώδους διαθέσεως, ἦς ἀπαλλαγείσης, τῶν τ᾿ ἐπιγενομένων καὶ τῶν ἐσομένων αὐτῇ συμπτωμάτων ἁπάντων ἡ λύσις ἀκολουθήσει. καὶ τοῦτ᾿ ἔφην ἄρτι μοι διὰ σφυγμῶν δεδηλωκέναι τὴν διοικοῦσάν σου τὸ σῶμα φύσιν ἐπεγηγερμένην ἤδη καὶ κινουμένην, ὡς ἐκβαλεῖν ἐκ τοῦ σώματος ἅπασαν οὖσαν ἔν σοι μοχθηρίαν τὴν ἐν τοῖς κατὰ τὸ σῶμα χυμοῖς. πῶς οὖν δὴ παρὰ τῆς φύσεως τοῦτο λέγεις σοι δεδηλῶσθαι; οὐ γὰρ δὴ φθεγξαμένη γε ταῦτ᾿ εἶπε, ἀπόκριναί μοι, πάντως γὰρ οἶσθα παρακολουθήσαντά με τῷ λόγῳ μᾶλλον ἁπάντων τούτων ἰαλέμων ἰατρῶν. ὅτι τὴν κίνησιν, ἔφην, τῶν ἀρτηριῶν εἰς ὕψος ἀνήγαγεν, ἐπὶ πλέον τῆς ἐφ᾿ ἑκάτερον διαστάσεως, ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐγχειροῦσα τὸ λυποῦν ἐκκρίνειν τοῦ σώματος. ἐπὶ τούτοις ῥηθεῖσιν ὁ Εὔδημος ὑπολαβὼν ἔφη, ἀλλ᾿ ἐπεὶ πολλαὶ τῆς ἐκκρίσεως ὁδοὶ τετάχαται τῇ φύσει· καὶ γὰρ ἔμετος καὶ γαστὴρ καταῤῥήξασα, τάχα δὲ καὶ οὔρων πλῆθος, ἱδρώτων τε πολλῶν ἐκκρίσεις, αἱμοῤῥαγία τε καὶ συνήθης αἱμοῤῥοῒς ἀναστομωθεῖσα κένωσιν ἀθρόαν ἐργάζεται· τῆς σῆς ἂν εἴη τέχνης ἔργον οἰκεῖον ἑρμηνεῦσαί μοι τὸ τῆς κενώσεως εἶδος. αἱμοῤῥαγίας μὲν οὖν, ἔφην, ἐσομένης τάδε καὶ τάδε προηγεῖται σημεῖα, καθάπερ γε καὶ ἱδρώτων ταυτί. προσέθηκα δ᾿ ἐν τῷ λόγῳ καὶ τὰ τῶν ἐμέτων προηγούμενα. τῆς δὲ διὰ τῆς κάτω γαστρὸς κενώσεως ἀθρόας κριτικῆς οὐδὲν ἔχομεν ἴδιον ἐξαίρετον σημεῖον, ἀλλ᾿ ἐκ τοῦ μηδὲν τῶν ἄλλων παρεῖναι καταλείποιτ᾿ ἂν ἐλπίζειν ἐπὶ σοῦ γενήσεσθαι τοῦτο. διαλεκτικῶς, ἔφη, συνελογίσω τὴν εὕρεσιν τοῦ γενησομένου. ταῦτα μὲν ἑσπέρας οὔσης ἤδη διελέχθημεν ἀλλήλοις. παραγενόμενος δ᾿ ἕωθεν ἤκουσας αὐτὸς σὺ τοῦ κεφαλαίου τῆς προῤῥήσεως, οὐχ ὑπομένοντος μετρίως φθέγγεσθαι τοῦ φιλοσόφου, καθάπερ εἴωθεν· κεκραγότος δὲ πρὸς ἅπαντας ἡμᾶς τοὺς εἰσιόντας φίλους, ὡς ὁ Πύθιος Ἀπόλλων, διὰ τοῦ  Γαληνοῦ στόματος, ἐβουλήθη θεσπίζειν τοῖς νοσοῦσι μετὰ τοῦ θεραπεύειν αὐτοὺς, ἀπαλλάττειν τε τελέως αὐτοὺς ἐν ἡμέρᾳ τῇ προῤῥηθείσῃ. τὴν γοῦν γεγενημένην λύσιν τοῦ νοσήματος, πέπεισμαι γὰρ ἤδη τελέως ὑγιαίνειν, ἐπαγγειλάμενος ἐκ πολλοῦ καὶ τῆς θεραπείας καὶ τῆς προῤῥήσεως ἔτυχον. ἀπήλλαξε δέ με τριῶν τεταρταίων, οἷς ἀκαίρου πόσεως τοῦ θηριακοῦ φαρμάκου περιπεσὼν, ὁπότε καιρὸς αὐτῆς ἐγένετο, μηδὲν ἐκείνων φθεγγομένων δοὺς τοῦτο ἀπήλλαξέ με καταγελώμενος ὑπ᾿ αὐτῶν, εἴ γε νομίζει γέροντα χειμῶνος ὥρᾳ κάμνοντα τρισὶ τεταρταίοις ἀπαλλάξειν. Οἱ μὲν οὖν ἰδιῶται τῆς ἰατρικῆς τέχνης ἀκούοντες ταῦτα, κοινὸν ἀγαθὸν ἡγούμενοί με τοῖς ἐν Ῥώμῃ γενήσεσθαι, πάντες ἔχαιρον. ὁ δ᾿ οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ φίλος εἶναι μαρτυρούμενος Μαρτιανὸς, ἀκούσας τήν τε κατὰ τὴν γεγονυῖαν ἡμέραν ἀπόφασίν μου, περὶ τῆς ἐν ταῖς ἀρτηρίαις κινήσεως, ἣν ἐκεῖνοι θορυβώδη νομίζοντες, οὐ κριτὴν ἐδεδίεσαν, εὑρόντες κατὰ φύσιν ἀκριβῶς ἔχοντα τὸν Εὔδημον, ἐπαινέσαι μὲν οὐδ᾿ ἄχρι ῥήματος ἑνὸς ὑπέμεινέ με. καταβὰς δὲ εἰς τὸ Σανταλάριον ἀπήντησέ μοι κατὰ τύχην, εὐθέως δὲ μήτε προσαγορεύσας, ὡς ἔθος εἶχεν, ἐπύθετο πότερον ἀνεγνωκὼς εἴην τὸ δεύτερον τῶν Ἱπποκράτους προῤῥητικῶν, ἢ ὅλως ἀγνοοῖμι τὸ σύγγραμμα, κᾄπειτα ἀκούσας ὡς ἀνεγνωκὼς εἴην καί μοι δοκοῖεν ὀρθῶς, ἔνιοι τῶν ἰατρῶν οὐκέτι εἶναι τῶν γνησίων Ἱπποκράτους βιβλίων αὐτὸ καὶ προσηκόντως ἀποφήνασθαι. πάντως γοῦν γινώσκεις, ἔφη, τῶν γεγραμμένων ἐν αὐτῷ; ἐγὼ δὲ τοιαῦτα οὐ μαντεύομαι· πρὸς τί δὲ, ἔφην, εἴρηταί σοι νῦν τοῦτο; καὶ ὡς ἄρτι κεχωρίσθαι παρ᾿ Εὐδήμου θαυμάζοντος ἔλεγεν ἐπὶ τοῦ χθὲς ἑσπέρας, ἁψάμενον σε τὸν σφυγμὸν προειπεῖν ἔκκρισιν ἔσεσθαι διὰ τῆς κάτω γαστρὸς, ἐφ᾿ ἧς μηκέτι πυρέξειν. εἰπόντος οὖν αὐτοῦ ταῦτα, μόνον ἀποκρινάμενος ἐγὼ, παρ᾿ Εὐδήμου ταῦτ᾿ ἀκήκοας, οὐ παρ᾿ ἐμοῦ, παρῆλθον αὐτίκα. πορευθείς τε πρὸς τὸν Εὔδημον ἀπήγγειλα τὸ γεγονὸς, ἐθαύμαζόν τε τὴν κακόνοιαν τῶν εὐδοκιμούντων ἰατρῶν ἐν τῇ Ῥωμαίων πόλει. ὁ δὲ κατὰ λόγον ἔφη μοι τοῦτο πεπονθέναι, ἀπεικάζων τοῖς ἐν πατρίδι τοὺς τῇδε, κατὰ πλείους αἰτίας εἰς ἄκρον ἥκοντας κακοηθείας, καὶ διῆλθεν ἁπάσας ἑξῆς ὡδί πως. μὴ νόμιζε τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταύτῃ τῇ πόλει γίνεσθαι πονηροὺς, ἀλλ᾿ ὅσοι φθάνουσιν εἶναι πονηροὶ, πραγμάτων ὕλην εὑρόντες ἐνταῦθα καὶ κέρδη πολὺ μείζονα τῶν ἐν ταῖς ἔξω πόλεσιν ἔχουσιν. ὁρῶντές τε πεπλουτηκότας ὁμοίους αὐτοῖς πολλοὺς, ἐμιμήσαντο τὰς πράξεις αὐτῶν πολυειδεῖς οὔσας καὶ ἐκ πλειόνων αἰτιῶν εἰς ἔσχατον ἥκουσιν πονηρίας. ἐρῶ δέ σοί τινας αὐτῶν, ὡς ἂν ἐκ πολλοῦ χρόνου πεπειραμένος. οὐ γὰρ μόνον ἡ φύσις, οὐδὲ ἡ τῶν κερδαλέων πραγμάτων ὕλη τὴν πονηρίαν ηὔξησε τῶν φύσει πονηρῶν, ἀλλὰ καὶ μάθησις ἠκολούθησε πανουργίας ὁδῶν, ἃς ἑώρων ὁσημέραι γινομένας ὑπὸ τῶν ὁμοίων ἑαυτοῖς· εἶτα ἐν τῷ μιμεῖσθαι ταύτας διετρίβησαν. κᾂν φωραθῶσιν ὑπό τινος πανουργοῦντες, ἐπ᾿ ἄλλους ἔχειν ἀγνῶτας ἑαυτῶν μεταβαίνειν, οἷς ἐκ τῆς πρώτης πείρας ὦν πράττοντες κακῶς ἐγνώσθησαν ἀσφαλέστερον προσφέρονται, οὐ σμικρὰν ἔχει δύναμιν οὐδ᾿ αὐτὸ πρὸς τὸ μηδέποτε παύεσθαι πανουργοῦντας. οἱ δ᾿ ἐν ταῖς σμικραῖς πόλεσιν οὔθ᾿ ὑπὸ μεγέθους κερδῶν δελεαζόμενοι, καθάπερ οἱ τῆσδε, γινωσκόμενοί τε ῥᾳδίως ὑπὸ τῶν πολιτῶν, εἰ καὶ μικρὸν ἁμάρτοιεν, ἀγύμναστον ἔχουσι τὴν θεωρίαν. ἐνταυθοῖ δὲ καὶ τὸ μὴ γιγνώσκεσθαι πρὸς ἁπάντων, ἃ πράττουσιν ἑκάστοτε πανουργοῦντες, αὐξάνει τὴν κακίαν τῆς φύσεως αὐτῶν. ἐπιτίθενται γὰρ τοῖς ἀγνοοῦσιν αὐτοὺς ἀπροοράτοις, καὶ μάλισθ᾿ ὅταν ἀντιδακεῖν αὐτοὺς οἱ δι᾿ ἁπλότητα γνώμης μὴ δύνανται, καθάπερ αὐτοὶ δάκνουσιν ἀλλήλους, ἐάν τι καὶ σμικρὸν ἀδικηθῶσιν. ὡς οὖν οἱ παρ᾿ ἡμῶν λῃσταὶ βοηθοῦσι μὲν ἀλλήλοις ἐπὶ τῇ τῶν ἄλλων ἀδικίᾳ, ἑαυτοῖς δὲ φείδονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον οἱ τῇδε καθ᾿ ἡμῶν ποιοῦντες τὰς συνωμοσίας, μόνῳ τούτῳ διαφέροντες τῶν λῃστῶν τῷ κατὰ τὴν πόλιν, οὐκ ἐν τοῖς ὄρεσι κακουργεῖν. ἀλλὰ τό γέ μοι προκείμενον, ἔφην, ἀκήκοας ἤδη πολλάκις, ὡς ἐπειδὰν ἡ κατὰ τὴν πατρίδα μου στάσις παύσηται, παραχρῆμα θεάσῃ με τῆς πόλεως τῆσδε χωριζόμενον, καὶ ὀλιγοχρόνιον ἔτι ποιήσω τὴν ἐνταῦθα διατριβὴν, ὥστε θᾶττον ἀπαλλαγῆναι τῆς πανουργίας τῶν μοχθηρῶν τούτων ἀνθρώπων. ἀλλ᾿ οὔτε γινώσκουσιν, ὁ Εὔδημος ἔφη, δεδογμένον σοι τοῦτο· καὶ εἰ γνῶσιν, ὥσπερ αὐτοὶ ψεύδονται, πάντες σε νομιοῦσιν ὁμοίως αὐτοῖς ψεύδεσθαι. καὶ ὥσπερ αὐτοὶ τῶν ἀπόρων τε καὶ ἀπαιδεύτων ὄντες ἐν ταῖς πατρίσιν οὐ δύνανται διαμένειν, διὰ τὸ γινώσκεσθαι τἄλλα ὅσα προείρηκα πανουργοῦντες μαθεῖν, εἰς τήνδε τὴν πόλιν ἧκον, οὕτω καὶ τοὺς ἄλλους οἴονται παραγεγονότας εἰς αὐτὴν καὶ οὐκ ἂν ἐθελῆσαι πρὶν ἀθροίσουσιν ἀργύριον ἀπαλλαγῆναι. κᾂν ἀκούσωσιν ὑπὸ τῶν πολιτῶν σου τὸ γένος καὶ τὴν κτῆσιν, ὡς οὐκ ἐκ τῶν ἀπόρων εἴης, κατεσκευάσθαι πάντως ὑπὸ σοῦ φήσουσιν, ἕνεκα τῆς τῶν ἀκουσόντων ἀπάτης· ἃ γὰρ αὐτοὶ πεπράχοιεν, περὶ πάντων ὑπονοοῦσιν. εἰπόντος οὖν Εὐδήμου ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα καὶ προσθέντος ὡς εἰ μὴ ταῖς πανουργίαις ἡμᾶς βλάψαι δυνηθεῖεν, ἐπὶ τὴν διὰ τῶν φαρμάκων ἐπιβουλὴν ἔρχονται· καὶ φάντος γε ἐν τῇ διηγήσει νεανίσκον τινὰ πρὸ ἐτῶν ὡς δέκα παραγενόμενον εἰς τὴν πόλιν, ἐπιδεικνύντα τε δι᾿  ἔργων ὁμοίως ἐμοὶ τὴν ἐν τῇ τέχνῃ παρασκευὴν, ὑπὸ φαρμάκων ἀναιρεθῆναι μεθ᾿ ὧν ἧκε δυοῖν ἱκετῶν· χάριν, ἔφην, γινώσκω σοὶ, φίλτατε διδάσκαλε, πάντα μοι διηγησαμένῳ τὰ τῆς πονηρίας αὐτῶν. ἐγὼ γὰρ ἀσφαλῶς ἐμαυτὸν φυλάξω, χωρήσας αὐτοῖς ὁμόσε, κατάφωρόν τε τὴν ἀμαθίαν αὐτῶν ἐργασάμενος ἀπαλλάξομαι τῆς μεγάλης τῆσδε καὶ πολυανθρώπου πόλεως εἰς τὴν ὀλιγάνθρωπόν τε καὶ σμικρὰν, ἐν ᾖ πάντες ἴσμεν ἀλλήλους ἐκ τίνων τε γεγόναμεν ὅπως τε παιδείας ἔχομεν καὶ κτήσεως καὶ τρόπου καὶ βίου. τραπόμενος οὖν ἐπὶ τοῦτο τὴν ἀμαθίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν ἐλέγχειν οὐκ ἐφρόντισα. Ἀλλὰ τόν τε προειρημένον νεανίσκον, ᾧ παραγενόμενος εὐθέως κατὰ τὴν πρώτην ἡμέραν ἔφην εἰσβολὴν παροξυσμοῦ τεταρταίου πυρετοῦ γεγονέναι παραλαβὼν, ἐθεράπευσα, τὴν προθεσμίαν τῆς λύσεως τοῦ νοσήματος ὡς ἐπ᾿ Εὐδήμου προειπὼν, ὑπὸ σοῦ τε παρακληθεὶς, ἄνθρωπόν τινα Χαριλαμποῦς τοῦ κοιτωνητοῦ μὲν, ὡς ἅπαντες οἱ νῦν Ἕλληνες ὀνομάζουσι, σωματοφύλακος δὲ, ὡς οἱ περιέργως ἀττικίζοντες, νευρότρωπον γενόμενον ἐθεράπευσα, μηδενὸς τῶν κατὰ τὴν αὐλὴν ἰατρῶν δυναμένου τοῦτο ποιῆσαι· καὶ μετὰ αὐτὸν ἐν τῷ Σανδαλαρίῳ ῥήτορος Διομήδους, οὗ μηδ᾿ αὐτοῦ ἐκ τῆς αὐλῆς οἱ εὐδοκιμώτατοι τὴν διάθεσιν τοῦ νοσήματος εὕρισκον, ἀλλὰ διὰ τῶν ἐναντίων ἢ προσῆκεν ἐποιοῦντο τὴν θεραπείαν, ἡμέραις ὀλίγαις προνοησάμενος ἰασάμην τελέως χρόνιον τὸ νόσημα. καὶ τοῦ θέρους ἐπιστάντος ἐπὶ τῶν πρωτευόντων ἐν τῇ Ῥώμῃ προῤῥήσεις τε καὶ θεραπείας ἐποιησάμην ἀξίας ἐπαίνου μεγάλου καὶ ἐν πολλῇ δόξῃ παρὰ πᾶσιν ἦν, ὡς οἶσθα, καὶ μέγα ἦν τοὔνομα Γαληνοῦ. συνηυξάνετό τε τῇ δόξῃ φθόνος ἐκ τῶν οἰομένων εἶναί τι καὶ αὐτῶν, ὡς ἂν ἐν παντὶ μέρει τῆς τέχνης ὑπ᾿ ἐμοῦ νικωμένων, ἔλεγόν τε περιθέοντες τὴν πόλιν ἄλλος ἄλλο τι διαβάλλων, ὁ μὲν ὡς κατὰ τύχην ἰασάμην τόνδε τινα ῥιψοκινδύνῳ τρόπῳ θεραπείας χρησάμενος, ὁ δ᾿ ὡς ἐκ μαντικῆς αἱ προῤῥήσεις καὶ οὐκ ἐκ θεωρίας ἰατρικῆς γίγνοιντο. προσεγένετο δὲ καὶ τὸ κατὰ τὴν ζήτησιν, ἣν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἐποιησάμην, ἀθροίσαντος αὐτοῦ τοῦ Βοηθοῦ. καὶ μετὰ ταῦτα τῆς Ἰουστοῦ γυναικὸς, ἦς συντηκομένης ἄνευ τοῦ φαίνεσθαί τι μόριον πεπονθέναι ἐξεῦρον οὐ μόνον ἐρῶσαν, ἀλλὰ καὶ τίνος ἤρα, καὶ μικρὸν ὕστερον ὅθεν εὗρον τοῦτο λεχθήσεται. τὸν δὲ κατὰ τὸν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἀγῶνα, παρόντων καὶ ἄλλων τινῶν ἅμα μετ᾿ αὐτοῖς ἰατρῶν τε καὶ φιλοσόφων, ἀναμνήσω σε πρῶτον ὅθεν ἤρξατο διελθὼν, ἵν·, εἰ καὶ τινων τῶν ἀξίων κοινωνίας τοιούτων λόγων ἐθελήσαις μεταδοῦναι τουτὶ τὸ γράμμα, τὴν ἀκολουθίαν ἅπασαν ἴδοις τῶν γενομένων· καὶ μὴ διὰ παντὸς ἀσχολίαν ἔχοις αὐτὸς διηγούμενος, ὅσα διά τε τῶν ἔργων τῆς ἰατρικῆς τέχνης, ἀνατομῶν τε καὶ τῶν ἐπ᾿ αὐταῖς λόγων ἐπράχθη μοι τοὺς φθονεροὺς ἰατρούς τε καὶ φιλοσόφους ἐλέγχοντι. προπηλακιζόμενος γὰρ ὑπ᾿ αὐτῶν ἐπὶ τοῦτ᾿ ἦλθον, Ὁμήρου με παιδεύσαντος Ἄνδρ᾿ ἐπαμύνασθαι, ὅτε τις προτέρως χαλεπήνῃ. τοιαύτην οὖν ἀρχὴν ἔσχεν ἡ πρὸς αὐτοὺς συνουσία. Φλάβιος Βοηθὸς ὑπατικὸς ἀνὴρ, ὅπως μὲν ἦν φιλόκαλός τε καὶ φιλομαθὴς οἶσθα καὶ σύ. διδασκάλῳ δ᾿ ἐχρῆτο τῶν Περιπατητικῶν δογμάτων Ἀλεξάνδρῳ τῷ Δαμασκηνῷ, γινώσκοντι μὲν καὶ τὰ τοῦ Πλάτωνος, ἀλλὰ τοῖς Ἀριστοτέλους προσκειμένῳ μᾶλλον. ὁπότ᾿ οὖν παρεκάλεσέ με, διδάξαι διὰ τῶν ἀνατομῶν ὅπως ἀναπνοή τε καὶ φωνὴ γίνεται, παρεσκεύασεν ἐρίφους τε καὶ χοίρους πλείονας· πιθήκων γὰρ οὐδὲν ἔφην δεῖσθαι τὴν ἀνατομὴν, ὁμοίως τε τὴν κατασκευὴν ἐχόντων οὐ μόνον τούτων τῶν ζώων, ἀλλὰ καὶ πεζῶν σχεδὸν ἁπάντων· ὅσα δὲ φωνὴν ἔχει μεγάλην, ἐπιτηδειότερα τῶν μικροφώνων εἶναι, παρασχεῖν ἀποδεικτικὰ λήμματα πρὸς τὴν τοῦ προκειμένου πίστιν. παρῆσαν δ᾿ ἐν τῇ μελλούσῃ γενήσεσθαι δείξει καὶ ἄλλοι μέν τινες, ἀτὰρ οὖν καὶ Ἀδριανὸς ὁ ῥήτωρ, οὔπω σοφιστεύων, ἀλλ᾿ ἔτι συνὼν τῷ Βοηθῷ· καὶ ὁ Δημήτριος Ἀλεξανδρεὺς ἑταῖρος Φαβωρίνου, δημοσίᾳ λέγων ἑκάστης ἡμέρας εἰς τὰ προβαλλόμενα κατὰ τὴν ἰδέαν τῆς Φαβωρίνου λέξεως. ἐμοῦ δὲ πρὶν ἀνατέμνειν εἰπόντος. ὡς αὐτὸς μὲν δείξαιμι τὰ ἐκ τῆς ἀνατομῆς φαινόμενα, συλλογίσασθαι δὲ τὰ ἐξ αὐτῶν περαινόμενα, οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ἁπάντων μᾶλλον ἐλπίζοιμι δύνασθαι τὸν διδάσκαλον Ἀλέξανδρον· οἱ μὲν ἄλλοι πάντες ὡς ἐπιεικῆ τὸν λόγον ἀπεδείξαντο, τιμὴν εἰς τὸν Ἀλέξανδρον ἔχοντες καὶ ἅμα προτροπὴν εἰς τὴν ὅλην οὐσίαν ἄνευ φιλονεικίας γενέσθαι. γινώσκεις γὰρ ὡς ἐπὶ τούτῳ τῷ πάθει πρὸς ἁπάντων καὶ Ἀλέξανδρος ἐγινώσκετο, καθάπερ καὶ τότε σαφῶς ἐδήλωσε. δείξειν γὰρ ὑποσχομένου μου νευρίων λεπτοτάτων, ὡς εἶναι τριχοειδῆ συζυγίαν τινὰ τοῖς τοῦ φάρυγγος μυσὶν ἐκφυομένην, τοῖς μὲν ἐκ τῶν ἀριστερῶν μερῶν, τοῖς δὲ ἐκ τῶν δεξιῶν· ἐφ᾿ οἶς βρόχῳ διαληφθεῖσιν, ἢ τμηθεῖσιν ἄφωνον γίνεται τὸ ζῶον, οὔτ᾿ εἰς τὴν ζωήν τι βλαπτομένου, οὔτ᾿ εἰς τὴν ἐνέργειαν· ὁ Ἀλέξανδρος ὑπολαβὼν πρὶν δειχθῆναι, τοῦτο πρῶτον, ἔφη, ἄν σοι συγχωρηθῇ, τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύειν ἡμᾶς δεῖν. ἀκούσας δ᾿ ἐγὼ ταῦτα, καταλιπὼν αὐτοὺς ἐχωρίσθην ἓν μόνον φθεγξάμενος, ὡς ἐσφάλην οἰόμενος οὐκ εἰς τοὺς ἀγροικοπυῤῥωνείους ἥκειν, ἢ οὐκ ἂν ἀφικνεῖσθαι.  ἐμοῦ δὲ χωρισθέντος οἵ τ᾿ ἄλλοι τοῦ Ἀλεξάνδρου κατέγνωσαν ὅ τ᾿ Ἀδριανὸς καὶ ὁ Δημήτριος, ἐχθρῶς ἀεὶ διακείμενοι πρὸς τὴν φιλονεικίαν αὐτῷ, πιθανὴν ἀφορμὴν εἶχον ἐπιτιμῆσαι σφοδρῶς. ἐπεὶ δὲ καὶ τοῖς φιλολόγοις ἅπασιν, ὅσοι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ἦσαν, ἐγνώσθη τοῦτο καὶ τῷ Σεβήρῳ καὶ τῷ Παύλῳ καὶ τῷ Βαρβάρῳ, πάντες οὖν σφοδρῶς ἐπετίμησαν αὐτῷ καὶ παρόντων αὐτῶν ἠξίωσαν γενέσθαι τὰς ἀνατομὰς, ἀθροίσαντες εἰς αὐτὸ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ τὴν ἰατρικήν τε καὶ φιλοσοφίαν ἦσαν ἔνδοξοι. γινομένης δὲ πλείοσιν ἡμέραις τῆς συνουσίας καὶ δείξαντος ἐμοῦ τὴν μὲν εἰσπνοὴν γίνεσθαι διαστελλομένου τοῦ θώρακος, τὴν δὲ ἐκπνοὴν συστελλομένου, δείξαντος δὲ καὶ τοὺς μῦς, ὑφ᾿ ὧν τε διαστέλλονται καὶ πρὸς τοῦτό γε τὰ εἰς αὐτοὺς κατεσχημένα νεῦρα, τὴν ἔκφυσιν ἐκ τοῦ νωτιαίου μυελοῦ ποιούμενα καὶ ὡς μὲν ἀβίαστος ἔξω φορὰ τοῦ πνεύματος ἐκπνοὴν ἄψοφον ἐργάζοιτο, βιαίαν δ᾿ εἶναι τὴν ἑτέραν αὐτῆς γινομένην μετὰ ψόφου, ἣν ἐκφύσησιν ὀνομάζομεν· ἐπιδείξαντος δὲ καὶ ὡς ἡ τοιαύτη μόνη κατὰ τὴν διὰ τοῦ φάρυγγος ἔξοδον ὑπὸ τῶν κατὰ τὸν χόνδρον πληττομένη τὴν φωνὴν ἐργάζοιτο, καὶ ὡς ὑπὸ μυῶν οὗτοι κινοῖντο καὶ ὡς τὰ νεῦρα τὰ τούτους κινοῦντα κακωθέντα, τὴν ἀφωνίαν ἐργάζοιτο καὶ τῶν παραφθεγξαμένων ὁπότε ἐδείκνυον ταῦτα πάντων ἐλεγχθέντων, ὁ Βοηθὸς ἐδεήθη μου σχεῖν αὐτῶν ὑπομνήματα. καὶ πέμψαντός γε αὐτοῦ τοὺς διὰ σημείων ἠσκημένους ἐν τάχει γράφειν, ὑπηγόρευσα πάντα τὰ δειχθέντα καὶ λεχθέντα μὴ προορώμενος εἰ μέλλει δώσειν αὐτὰ πολλοῖς. καὶ μέχρι δὲ νῦν, ὦ Ἐπίγενες, οὐδὲν ἐτόλμησέ τις ἀντειπεῖν αὐτοῖς ἐτῶν ἐν τῷ μεταξὺ γεγονότων ιε΄. καίτοι γε διαβουλευομένων γε πολλῶν ἀντειπεῖν, ὅπως ἀκουσθῶσιν αὐτὸ τοῦτο μόνον, ὡς ἀντειρήκασιν, οὐ μὴν τολμώντων γε εἰς κρίσιν ἐπὶ φιλολόγων ἀνδρῶν ἀγαγεῖν τὰ γραφέντα. Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δὲ τῷ παρόντι λόγῳ, μάλιστ᾿ ἐπειδὰν καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι τίνι λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος ἐγνώρισεν, ἔγραψαν τῶν ἀρτηριῶν τοὺς σφυγμοὺς τοῦ νεανίσκου, σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτὸν, οὐκέθ᾿ ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι. ἐγὼ δ᾿ ὅπως μὲν Ἐρασίστρατος ἔγνω, τοῦτο λέγειν οὐκ ἔχω. ὅπως δὲ αὐτὸς ἔγνων ἤδη σοι φράσω. παρεκλήθημεν εἰς τὴν ἐπίσκεψίν τινος γυναικὸς, ὡς ἀγρυπνούσης ἐν ταῖς νυξὶ καὶ μεταβαλλούσης ἑαυτὴν ἄλλοτε εἰς ἄλλο σχῆμα κατακλίσεως, εὗρον δ᾿ ἀπύρετον, ἐπυθόμην ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος αὐτῇ γεγονότων, ἐξ ὧν ἴσμεν ἀγρυπνίας συμβαινούσας. ἡ δὲ μόγις, ἢ οὐδ᾿ ὅλως ἀπεκρίνετο, ὡς μάτην ἐρωτωμένην ἐνδεικνυμένη καὶ τὸ τελευταῖον ἀποστραφεῖσα, τοῖς μὲν ἐπιβεβλημένοις ἱματίοις ὅλῳ τῷ σώματι σκεπάσασα πᾶσαν ἑαυτὴν, ἄλλῳ δέ τινι μικρῷ ταραντινιδίῳ τὴν κεφαλὴν ἔκειτο καθάπερ οἱ χρῄζοντες ὕπνου. χωρισθεὶς οὖν ἐγὼ δυοῖν θάτερον αὐτὴν ἐνόησα πάσχειν, ἢ μελαγχολικῶς δυσθυμεῖν, ἤ τι λυπουμένην οὐκ ἐθέλειν ὁμολογεῖν. εἰς τὴν ὑστεραίαν οὖν ἀνεβαλλόμην ἀκριβέστερον διασκέψασθαι περὶ αὐτῶν καὶ πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παραμενούσης οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι θεάσασθαι· δεύτερον δ᾿ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταὐτὸ, τρίτον πάλιν ἧκον. εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάττεσθαι, μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν γυναῖκα, καὶ γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνήθως προσενεγκαμένην , ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ τειρομένην, ἣν ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρασιστράτῳ γενέσθαι, προεγνωσμένου γάρ μοι τοῦ μηδὲν εἶναι κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνοχλεῖσθαι τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο, παραγενομένου τινὸς ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλάδην· ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ προσώπου, κᾀγὼ θεασάμενος τοῦτο, τῷ καρπῷ τῆς γυναικὸς ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τεθορυβῆσθαι· ὁ αὐτὸς οὖν καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα συμβαίνειν. κατὰ τὴν ὑστεραίαν οὖν εἰπὼν ἀκολούθῳ τινι τῶν ἐμῶν, ὅταν ἐπισκεψάμενος ἔλθω πρὸς τὴν γυναῖκα, μετ᾿ ὀλίγον ἀφικόμενος ἀνάγγειλόν μοι, Μόρφον ὀρχεῖσθαι σήμερον, εἶθ᾿ ὡς ἤγγειλεν, ἄτρεπτον εὗρον τὸν σφυγμόν. ὁμοίως δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ποιήσας ἀγγελθῆναι περὶ τοῦ τρίτου τῶν ὀρχηστῶν, ὁμοίως μείναντος ἀτρέπτου τοῦ σφυγμοῦ. κατὰ τὴν τετάρτην ἠκρίβωσα νύκτα πάνυ παραφυλάξας, ἡνίκα Πυλάδης ὀρχούμενος ἠγγέλθη, ταραχθέντα πολυειδῶς αὐτὸν ὁρῶν, εὗρον οὕτως ἐρῶσαν τοῦ Πυλάδου τὴν γυναῖκα καὶ τοῦτο παραφυλαχθὲν ἀκριβῶς ἐν ταῖς ἐφεξῆς ἡμέραις εὑρέθη βεβαίως. καθάπερ γε καί τινος ἄλλου τῶν πλουσίων δοῦλος οἰκονόμος ὁμοίως κάμνων ἐγνώσθη μοι. λυπούμενος γὰρ ἐν τῷ μέλλειν ἀποδιδόναι λογισμοὺς ὧν διῴκησεν, ἐν οἷς ἠπίστατο λεῖπον οὐκ ὀλίγον ἀργύριον, ὑπὸ τῆς φροντίδος ἠγρύπνει τε καὶ λυπούμενος ἐτήκετο, προειπὼν δὲ αὐτοῦ τῷ δεσπότῃ μηδὲν εἶναι σωματικὸν πάθημα τῷ πρεσβύτῃ, σκέψασθαι συνεβουλευσάμην, ὅτι φοβοῖτο μέλλοντος αὐτοῦ τοὺς λόγους, ὧν ἐνεχείρισεν  ἀπαιτεῖν, καὶ διὰ τοῦτο λυποῖτο, γινώσκων οὐκ ὀλίγον ἐν αὐτοῖς εὑρήσεσθαι λεῖπον. ἐπειδὴ καλῶς ἔφη με στοχάζεσθαι, τοῦτο συνεβούλευσα βεβαίας ἕνεκεν διαγνώσεως, εἰπεῖν αὐτῷ ὅσον ἔχει παρακείμενον ἀργύριον αἰτῆσαι τοῦτο, μή πως ἐξ αἰφνιδίου τελευτήσαντος ἀπόληται, μεταστάσης εἰς ἄλλον οἰκέτην τῆς διοικήσεως, οὗ μήπω πεῖραν ἔχει· παρὰ γὰρ ἐκείνου μὴ χρῄζειν ἀπαιτήσεως λογισμῶν. ὡς δὲ ὁ δεσπότης αὐτῷ ταῦτα διελέχθη, πεισθεὶς οὐκ ἐξετασθήσεσθαι καὶ διὰ τοῦτο γινόμενος ἄλυπος ἐν τῇ τρίτῃ τῶν ἡμερῶν τὴν κατὰ φύσιν ἕξιν τοῦ σώματος ἀνεκτήσατο. τί δή ποτ᾿ οὖν ἐλάνθανε τοὺς ἔμπροσθεν ἰατροὺς τήν τε προειρημένην γυναῖκα καὶ τὸν προειρημένον οἰκέτην ἐπισκοπουμένους; ἐκ γὰρ κοινῶν ἐπιλογισμῶν εὑρίσκεται τὰ τοιαῦτα, κᾂν βραχεῖαν ἐπιστήμην ἔχῃ τῆς ἰατρικῆς θεωρίας. ἐγὼ μὲν ἡγοῦμαι διότι μηδεμίαν ἔχουσι διάγνωσιν, ὧν τὸ σῶμα διὰ τῆς ψυχῆς πάθη πάσχειν εἰώθει. ἴσως δὲ ὅτι οὐδὲ διὰ τοὺς ἀγῶνας καὶ τοὺς φόβους ἐξαίφνης τὴν ψυχὴν ταράξαντας οἱ σφυγμοὶ τρέπονται γινώσκουσιν. ὅπερ Ἐρασίστρατος ἐπιστάμενος ἐπὶ τῆς αὐτῆς οἰκίας τῷ νοσοῦντι τῆς γυναικὸς ὑπαρχούσης εὐκολώτερον ἐξεῦρεν, ὡς ἂν δυναμένου αὐτοῦ συνεχέστερον ὁρᾶσθαι τὸν νεανίσκον, μὴ διὰ πλειόνων ἡμερῶν καθάπερ ὁ Πυλάδης· οὐδ᾿ οὖν οὐδὲ τότε φαινομένου, ἀλλ᾿ ἀκουομένου ἐκταράττειν τὴν γυναῖκα. λῆρος οὖν μακρὸς ἐρωτικῶς κινούμενοι σφυγμοὶ τῶν οὐ γινωσκόντων ἔρωτος μὲν οὐδένα δηλωτικὸν σφυγμὸν εἶναι, θορυβουμένης δὲ ψυχῆς τοὺς σφυγμοὺς ἀλλοιοῦσθαι, μήτε τὴν κατὰ φύσιν ὁμαλότητα μήτε τὴν τάξιν ἀποσώζοντας.