<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><p>Ἐπὶ δὲ τὰ κατὰ Εὔδημον ἐπάνειμι. καταπονούμενος <lb/>γὰρ ὑπὸ τῶν τριῶν τεταρταίων
						ἀπήλπιστο πρὸς <lb/>τῶν ἰατρῶν ὄντος ἤδη που μέσου χειμῶνος. ἐγὼ δὲ οἶα διδασκάλῳ
						<lb/>μὲν, ἀλλὰ καὶ κατὰ τύχην οἰκῶν αὐτοῦ πλησίον, <lb/>ἀνάγκην <milestone unit="ed2page" n="834"/>εἶχον ὑπακούειν δὶς τῆς ἡμέρας καλοῦντι. <lb/>καταγελῶν δέ μου
						κατὰ τὸν καιρὸν ἐκεῖνον Ἀντιγένης εἷς <lb/>τῶν Κοΐντου μαθητῶν, συγγεγονὼς δὲ καὶ
						Μαρίνῳ, πρωτεύειν <lb/>τε τῶν ἰατρῶν πεπιστευμένος, ἅπαντάς τε τοὺς πολὺ <lb/>δυναμένους
						ἰώμενος, οὐκ οἶδ᾿ ὅ τι δόξαν αὐτῷ τοῖς ἐπαινοῦσι <lb/>καταγελῶν ἔφασκεν, ὀλίγον ὕστερον
						αὐτοὺς γνώσεσθαι <lb/>τίνα τυγχάνουσιν ἐπαινοῦντες, ὅταν ἐκφερόμενον ἴδωσιν Εὔδημον ﻿<pb n="614"/> καὶ ταῦτα λέγων πρὸς τοὺς παρόντας ἰδιώτας, ἀποστρέφων <lb/>ἐνίοτε μὲν τὸν
						λόγον, ἀποβλέπων τε πρὸς τοὺς <lb/>ἰατροὺς ἔφασκεν, Εὔδημον ἑξηκοστὸν καὶ τρίτον ἔτος
						ἄγοντα, <lb/>τρεῖς ἔχοντα τεταρταίους ἐν μέσῳ χειμῶνος, θεραπεύειν <lb/>ὑπισχνεῖται
						Γαληνός. σὺ μὲν οὖν, Ἐπίγενες φίλτατε, τάς τε <lb/>μετὰ ταῦτα γενομένας προῤῥήσεις ἐπ᾿
						αὐτοῦ καὶ τὴν θεραπείαν <lb/>οἶδ᾿ ὅτι κηρύττων διετέλεσας. ἐμοὶ δ᾿ ἀρχὴ φθόνου <lb/>τότε
						πρῶτον ἐγένετο, θαυμαζομένῳ ἐπί τε βίου σεμνότητι <lb/>καὶ τοῖς κατὰ τὴν τέχνην ἔργοις.
						ἐκ γὰρ τῶν τριῶν τεταρταίων <lb/>τὸν μὲν πρῶτον ἀρξάμενον ἐν τῇδε παύσασθαι τῇ
						<lb/>ἡμέρᾳ προειπὼν ἐθαυμάσθην· ἐπεὶ δὲ καὶ τοῦ δευτέρου τὴν <lb/>προθεσμίαν τῆς λύσεως
						ἠλήθευσα, ἅπαντες μὲν ἐξεπλάγησαν· <lb/>ἐπὶ τοῦ τρίτου γοῦν ἀποτυχεῖν με τοῖς θεοῖς
						ηὔχοντο. <lb/>παυσαμένου δὲ κᾀκείνου κατὰ τὴν ὑπ᾿ ἐμοῦ προῤῥηθεῖσαν <lb/>ἡμέραν, οὐκ ἐπὶ
						ταῖς προῤῥήσεσι μόνον, ἀλλὰ καὶ τῇ θεραπείᾳ <lb/>δόξαν ἔσχον οὐ σμικράν. ὁ οὖν Ἀντιγένης
						μονονοὺ <lb/>κατὰ γῆς ἐδύετο διὰ τὰς προπετῶς αὐτῷ γενομένας εἰς <lb/>ἐμὲ βλασφημίας·
						ὁμοίως δ᾿ αὐτῷ καὶ Μαρτιανὸς, οὗ καὶ <pb n="615"/> αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι
						δὲ πρότερον ὡς <lb/>ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις <lb/>ἦν.
						ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ᾿ αὐτοῦ γεγραμμένων <lb/>ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς
						ἐφ᾿ οἷς Εὔδημος οὐ μόνον <lb/>ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ
						θαυμάζεσθαι <lb/>δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις, <lb/>ἀλλ᾿ ἐκ μαντικῆς
						γίνεσθαι ταύτας ὑπ᾿ ἐμοῦ διέβαλε. καὶ τήν <lb/>γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων
						τινῶν, ἐνίοτε <lb/>μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ᾿ ὅτε
						<lb/>συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐδήμῳ <lb/>τοιοῦτον ἐγένετο, τοῦ
						τρίτου τῶν τεταρταίων τῆς <lb/>ἡμέρας ἐνστάσεις, ἐν ᾖ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρήκειν
						<lb/>ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδημον <lb/>ὥρας ἐνάτης, οὐ σμικρῷ
						σφοδρότερον, ἀλλὰ καὶ πάνυ <lb/>πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας
						<lb/>ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φανερῶς <lb/>ἐνδεικνύμενος
						ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς <lb/>προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας
						ὁποίας <pb n="616"/> οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφαλησομένῳ
						<lb/>μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι <lb/>τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου
						δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ <lb/>καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ
						<lb/>τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου <lb/>τῶν τεταρταίων ἀτυχῆσαί
						με τῆς τε προῤῥήσεως καὶ τῆς <lb/>ἀπ᾿ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους
						ἀποφήνασθαι <lb/>πῶς ἔχειν αὐτοῖς τὰ κατ᾿ αὐτὸν δοκοίη, τὴν δ᾿ <lb/>αὐτὴν ἀπόκρισιν
						ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ <lb/>προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ,
						φαιδροτέροις γεγονόσιν, <lb/>ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀποτετευγμένης
						<lb/>τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ᾿ ἐχρόνιζον <lb/>ἐγὼ παρὰ τὸ ἔθος ἐν
						ἐπισκέψει τινι κατεχόμενος, <lb/>ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην,
						<lb/>ἐπικριθῆναι <milestone unit="ed2page" n="835"/>τὴν εὐφορίαν ἣν εἶχεν ὑπ᾿ ἐμοῦ
						βουλόμενος. <lb/>ὡς δ᾿ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας <lb/>ἐξέτεινε τὴν χεῖρα,
						κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψαμένου <lb/>δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε
						ἀγγέλλοιμι. <pb n="617"/> κᾀγὼ μειδιάσας, τί ἄλλο, ἔφην, ἢ ἀγαθά; ποῖα, εἶπε, ταῦτα
						<lb/>ἰδικῶς μοι φράσον. ἐγὼ δ᾿, οὐκ ἀρκέσει, ἔφην, σοὶ τὸ κεφάλαιον <lb/>αὐτὸ ἀθρόως
						ἀκηκοότι χαίρειν ἐπὶ τοῖς ἐσομένοις ; <lb/>οὐδαμῶς, εἶπεν. ἀκοῦσαι γὰρ ποθῶ καὶ τὰ κατὰ
						μέρος. <lb/>ἄκουε δή· ἀπαλλαγήσῃ τῇ νυκτὶ ταύτῃ τελέως ἁπάσης τῆς <lb/>νοσώδους
						διαθέσεως, ἦς ἀπαλλαγείσης, τῶν τ᾿ ἐπιγενομένων <lb/>καὶ τῶν ἐσομένων αὐτῇ συμπτωμάτων
						ἁπάντων ἡ λύσις <lb/>ἀκολουθήσει. καὶ τοῦτ᾿ ἔφην ἄρτι μοι διὰ σφυγμῶν δεδηλωκέναι
						<lb/>τὴν διοικοῦσάν σου τὸ σῶμα φύσιν ἐπεγηγερμένην <lb/>ἤδη καὶ κινουμένην, ὡς ἐκβαλεῖν
						ἐκ τοῦ σώματος ἅπασαν <lb/>οὖσαν ἔν σοι μοχθηρίαν τὴν ἐν τοῖς κατὰ τὸ σῶμα χυμοῖς.
						<lb/>πῶς οὖν δὴ παρὰ τῆς φύσεως τοῦτο λέγεις σοι δεδηλῶσθαι; <lb/>οὐ γὰρ δὴ φθεγξαμένη
						γε ταῦτ᾿ εἶπε, ἀπόκριναί μοι, πάντως <lb/>γὰρ οἶσθα παρακολουθήσαντά με τῷ λόγῳ μᾶλλον
						ἁπάντων <lb/>τούτων ἰαλέμων ἰατρῶν. ὅτι τὴν <milestone unit="ed1page" n="454"/>κίνησιν,
						ἔφην, <lb/>τῶν ἀρτηριῶν εἰς ὕψος ἀνήγαγεν, ἐπὶ πλέον τῆς ἐφ᾿ ἑκάτερον <lb/>διαστάσεως,
						ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐγχειροῦσα τὸ <lb/>λυποῦν ἐκκρίνειν τοῦ σώματος. ἐπὶ τούτοις
						ῥηθεῖσιν ὁ Εὔδημος <pb n="618"/> ὑπολαβὼν ἔφη, ἀλλ᾿ ἐπεὶ πολλαὶ τῆς ἐκκρίσεως ὁδοὶ
						<lb/>τετάχαται τῇ φύσει· καὶ γὰρ ἔμετος καὶ γαστὴρ καταῤῥήξασα, <lb/>τάχα δὲ καὶ οὔρων
						πλῆθος, ἱδρώτων τε πολλῶν ἐκκρίσεις, <lb/>αἱμοῤῥαγία τε καὶ συνήθης αἱμοῤῥοῒς
						ἀναστομωθεῖσα κένωσιν <lb/>ἀθρόαν ἐργάζεται· τῆς σῆς ἂν εἴη τέχνης ἔργον οἰκεῖον
						<lb/>ἑρμηνεῦσαί μοι τὸ τῆς κενώσεως εἶδος. αἱμοῤῥαγίας <lb/>μὲν οὖν, ἔφην, ἐσομένης τάδε
						καὶ τάδε προηγεῖται σημεῖα, <lb/>καθάπερ γε καὶ ἱδρώτων ταυτί. προσέθηκα δ᾿ ἐν τῷ λόγῳ
						<lb/>καὶ τὰ τῶν ἐμέτων προηγούμενα. τῆς δὲ διὰ τῆς κάτω <lb/>γαστρὸς κενώσεως ἀθρόας
						κριτικῆς οὐδὲν ἔχομεν ἴδιον ἐξαίρετον <lb/>σημεῖον, ἀλλ᾿ ἐκ τοῦ μηδὲν τῶν ἄλλων παρεῖναι
						καταλείποιτ᾿ <lb/>ἂν ἐλπίζειν ἐπὶ σοῦ γενήσεσθαι τοῦτο. διαλεκτικῶς, <lb/>ἔφη,
						συνελογίσω τὴν εὕρεσιν τοῦ γενησομένου. ταῦτα <lb/>μὲν ἑσπέρας οὔσης ἤδη διελέχθημεν
						ἀλλήλοις. παραγενόμενος <lb/>δ᾿ ἕωθεν ἤκουσας αὐτὸς σὺ τοῦ κεφαλαίου τῆς προῤῥήσεως,
						<lb/>οὐχ ὑπομένοντος μετρίως φθέγγεσθαι τοῦ φιλοσόφου, <lb/>καθάπερ εἴωθεν· κεκραγότος
						δὲ πρὸς ἅπαντας ἡμᾶς <lb/>τοὺς εἰσιόντας φίλους, ὡς ὁ Πύθιος Ἀπόλλων, διὰ τοῦ ﻿<pb n="619"/> Γαληνοῦ στόματος, ἐβουλήθη θεσπίζειν τοῖς νοσοῦσι μετὰ <lb/>τοῦ θεραπεύειν
						αὐτοὺς, ἀπαλλάττειν τε τελέως αὐτοὺς ἐν <lb/>ἡμέρᾳ τῇ προῤῥηθείσῃ. τὴν γοῦν γεγενημένην
						λύσιν τοῦ <lb/>νοσήματος, πέπεισμαι γὰρ ἤδη τελέως ὑγιαίνειν, ἐπαγγειλάμενος <lb/>ἐκ
						πολλοῦ καὶ τῆς θεραπείας καὶ τῆς προῤῥήσεως <lb/>ἔτυχον. ἀπήλλαξε δέ με τριῶν
						τεταρταίων, οἷς ἀκαίρου πόσεως <lb/>τοῦ θηριακοῦ φαρμάκου περιπεσὼν, ὁπότε καιρὸς αὐτῆς
						<lb/>ἐγένετο, μηδὲν ἐκείνων φθεγγομένων δοὺς τοῦτο ἀπήλλαξέ <lb/>με καταγελώμενος ὑπ᾿
						αὐτῶν, εἴ γε νομίζει γέροντα χειμῶνος <lb/>ὥρᾳ κάμνοντα τρισὶ τεταρταίοις ἀπαλλάξειν.
					</p></div><div type="textpart" subtype="chapter" n="4"><p>Οἱ μὲν οὖν ἰδιῶται τῆς ἰατρικῆς τέχνης <lb/>ἀκούοντες ταῦτα, κοινὸν ἀγαθὸν ἡγούμενοί με
						τοῖς ἐν Ῥώμῃ <lb/>γενήσεσθαι, πάντες ἔχαιρον. ὁ δ᾿ οὐκ ἰατρὸς μόνον, ἀλλὰ <lb/>καὶ φίλος
						εἶναι μαρτυρούμενος Μαρτιανὸς, ἀκούσας τήν τε <lb/>κατὰ τὴν γεγονυῖαν ἡμέραν <milestone unit="ed2page" n="836"/>ἀπόφασίν μου, περὶ τῆς <lb/>ἐν ταῖς ἀρτηρίαις κινήσεως, ἣν
						ἐκεῖνοι θορυβώδη νομίζοντες, <lb/>οὐ κριτὴν ἐδεδίεσαν, εὑρόντες κατὰ φύσιν ἀκριβῶς
						<lb/>ἔχοντα τὸν Εὔδημον, ἐπαινέσαι μὲν οὐδ᾿ ἄχρι ῥήματος <pb n="620"/> ἑνὸς ὑπέμεινέ με.
						καταβὰς δὲ εἰς τὸ Σανταλάριον ἀπήντησέ <lb/>μοι κατὰ τύχην, εὐθέως δὲ μήτε
						προσαγορεύσας, ὡς ἔθος <lb/>εἶχεν, ἐπύθετο πότερον ἀνεγνωκὼς εἴην τὸ δεύτερον τῶν
						<lb/>Ἱπποκράτους προῤῥητικῶν, ἢ ὅλως ἀγνοοῖμι τὸ σύγγραμμα, <lb/>κᾄπειτα ἀκούσας ὡς
						ἀνεγνωκὼς εἴην καί μοι δοκοῖεν ὀρθῶς, <lb/>ἔνιοι τῶν ἰατρῶν οὐκέτι εἶναι τῶν γνησίων
						Ἱπποκράτους <lb/>βιβλίων αὐτὸ καὶ προσηκόντως ἀποφήνασθαι. πάντως <lb/>γοῦν γινώσκεις,
						ἔφη, τῶν γεγραμμένων ἐν αὐτῷ; ἐγὼ <lb/>δὲ τοιαῦτα οὐ μαντεύομαι· πρὸς τί δὲ, ἔφην,
						εἴρηταί σοι <lb/>νῦν τοῦτο; καὶ ὡς ἄρτι κεχωρίσθαι παρ᾿ Εὐδήμου θαυμάζοντος <lb/>ἔλεγεν
						ἐπὶ τοῦ χθὲς ἑσπέρας, ἁψάμενον σε τὸν <lb/>σφυγμὸν προειπεῖν ἔκκρισιν ἔσεσθαι διὰ τῆς
						κάτω γαστρὸς, <lb/>ἐφ᾿ ἧς μηκέτι πυρέξειν. εἰπόντος οὖν αὐτοῦ ταῦτα, μόνον
						<lb/>ἀποκρινάμενος ἐγὼ, παρ᾿ Εὐδήμου ταῦτ᾿ ἀκήκοας, οὐ παρ᾿ <lb/>ἐμοῦ, παρῆλθον αὐτίκα.
						πορευθείς τε πρὸς τὸν Εὔδημον <lb/>ἀπήγγειλα τὸ γεγονὸς, ἐθαύμαζόν τε τὴν κακόνοιαν τῶν
						εὐδοκιμούντων <lb/>ἰατρῶν ἐν τῇ Ῥωμαίων πόλει. ὁ δὲ κατὰ λόγον <lb/>ἔφη μοι τοῦτο
						πεπονθέναι, ἀπεικάζων τοῖς ἐν πατρίδι <pb n="621"/> τοὺς τῇδε, κατὰ πλείους αἰτίας εἰς
						ἄκρον ἥκοντας κακοηθείας, <lb/>καὶ διῆλθεν ἁπάσας ἑξῆς ὡδί πως. μὴ νόμιζε τοὺς
						<lb/>ἀγαθοὺς ἄνδρας ἐν ταύτῃ τῇ πόλει γίνεσθαι πονηροὺς, ἀλλ᾿ <lb/>ὅσοι φθάνουσιν εἶναι
						πονηροὶ, πραγμάτων ὕλην εὑρόντες <lb/>ἐνταῦθα καὶ κέρδη πολὺ μείζονα τῶν ἐν ταῖς ἔξω
						πόλεσιν <lb/>ἔχουσιν. ὁρῶντές τε πεπλουτηκότας ὁμοίους αὐτοῖς πολλοὺς, <lb/>ἐμιμήσαντο
						τὰς πράξεις αὐτῶν πολυειδεῖς οὔσας καὶ ἐκ <lb/>πλειόνων αἰτιῶν εἰς ἔσχατον ἥκουσιν
						πονηρίας. ἐρῶ δέ σοί <lb/>τινας αὐτῶν, ὡς ἂν ἐκ πολλοῦ χρόνου πεπειραμένος. οὐ <lb/>γὰρ
						μόνον ἡ φύσις, οὐδὲ ἡ τῶν κερδαλέων πραγμάτων ὕλη <lb/>τὴν πονηρίαν ηὔξησε τῶν φύσει
						πονηρῶν, ἀλλὰ καὶ μάθησις <lb/>ἠκολούθησε πανουργίας ὁδῶν, ἃς ἑώρων ὁσημέραι γινομένας
						<lb/>ὑπὸ τῶν ὁμοίων ἑαυτοῖς· εἶτα ἐν τῷ μιμεῖσθαι <lb/>ταύτας διετρίβησαν. κᾂν φωραθῶσιν
						ὑπό τινος πανουργοῦντες, <lb/>ἐπ᾿ ἄλλους ἔχειν ἀγνῶτας ἑαυτῶν μεταβαίνειν, οἷς ἐκ
						<lb/>τῆς πρώτης πείρας ὦν πράττοντες κακῶς ἐγνώσθησαν <lb/>ἀσφαλέστερον προσφέρονται, οὐ
						σμικρὰν ἔχει δύναμιν οὐδ᾿ <pb n="622"/> αὐτὸ πρὸς τὸ μηδέποτε παύεσθαι πανουργοῦντας. οἱ
						δ᾿ ἐν <lb/>ταῖς σμικραῖς πόλεσιν οὔθ᾿ ὑπὸ μεγέθους κερδῶν δελεαζόμενοι, <lb/>καθάπερ οἱ
						τῆσδε, γινωσκόμενοί τε ῥᾳδίως ὑπὸ τῶν <lb/>πολιτῶν, εἰ καὶ μικρὸν ἁμάρτοιεν, ἀγύμναστον
						ἔχουσι τὴν <lb/>θεωρίαν. ἐνταυθοῖ δὲ καὶ τὸ μὴ γιγνώσκεσθαι πρὸς ἁπάντων, <lb/>ἃ
						πράττουσιν ἑκάστοτε πανουργοῦντες, αὐξάνει τὴν κακίαν <lb/>τῆς φύσεως αὐτῶν. ἐπιτίθενται
						γὰρ τοῖς ἀγνοοῦσιν <lb/>αὐτοὺς ἀπροοράτοις, καὶ μάλισθ᾿ ὅταν ἀντιδακεῖν αὐτοὺς <lb/>οἱ
						δι᾿ ἁπλότητα γνώμης μὴ δύνανται, καθάπερ αὐτοὶ δάκνουσιν <lb/>ἀλλήλους, ἐάν τι καὶ
						σμικρὸν ἀδικηθῶσιν. ὡς οὖν <lb/>οἱ παρ᾿ ἡμῶν λῃσταὶ βοηθοῦσι μὲν ἀλλήλοις ἐπὶ τῇ τῶν
						<lb/>ἄλλων ἀδικίᾳ, ἑαυτοῖς δὲ φείδονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον <lb/>οἱ τῇδε καθ᾿ ἡμῶν
						ποιοῦντες τὰς συνωμοσίας, μόνῳ <lb/>τούτῳ διαφέροντες τῶν λῃστῶν τῷ κατὰ τὴν πόλιν, οὐκ
						ἐν <lb/>τοῖς ὄρεσι κακουργεῖν. ἀλλὰ τό γέ μοι προκείμενον, ἔφην, <lb/>ἀκήκοας ἤδη
						πολλάκις, ὡς ἐπειδὰν ἡ κατὰ τὴν πατρίδα μου <lb/>στάσις παύσηται, παραχρῆμα θεάσῃ με τῆς
						πόλεως τῆσδε <lb/>χωριζόμενον, καὶ ὀλιγοχρόνιον ἔτι ποιήσω τὴν ἐνταῦθα διατριβὴν, <pb n="623"/> ὥστε θᾶττον ἀπαλλαγῆναι τῆς πανουργίας τῶν μοχθηρῶν <lb/>τούτων ἀνθρώπων.
						ἀλλ᾿ οὔτε γινώσκουσιν, ὁ Εὔδημος <lb/>ἔφη, δεδογμένον σοι τοῦτο· <milestone unit="ed2page" n="837"/>καὶ εἰ γνῶσιν, ὥσπερ <lb/>αὐτοὶ ψεύδονται, πάντες σε νομιοῦσιν
						ὁμοίως αὐτοῖς ψεύδεσθαι. <lb/>καὶ ὥσπερ αὐτοὶ τῶν ἀπόρων τε καὶ ἀπαιδεύτων <lb/>ὄντες ἐν
						ταῖς πατρίσιν οὐ δύνανται διαμένειν, διὰ τὸ γινώσκεσθαι <lb/>τἄλλα ὅσα προείρηκα
						πανουργοῦντες μαθεῖν, εἰς <lb/>τήνδε τὴν πόλιν ἧκον, οὕτω καὶ τοὺς ἄλλους οἴονται
						παραγεγονότας <lb/>εἰς αὐτὴν καὶ οὐκ ἂν ἐθελῆσαι πρὶν ἀθροίσουσιν <lb/>ἀργύριον
						ἀπαλλαγῆναι. κᾂν ἀκούσωσιν ὑπὸ τῶν πολιτῶν σου <lb/>τὸ γένος καὶ τὴν κτῆσιν, ὡς οὐκ ἐκ
						τῶν ἀπόρων εἴης, κατεσκευάσθαι <lb/>πάντως ὑπὸ σοῦ φήσουσιν, ἕνεκα τῆς τῶν
						<lb/>ἀκουσόντων ἀπάτης· ἃ γὰρ αὐτοὶ πεπράχοιεν, περὶ πάντων <lb/>ὑπονοοῦσιν. εἰπόντος
						οὖν Εὐδήμου ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα <lb/>καὶ προσθέντος ὡς εἰ μὴ ταῖς πανουργίαις ἡμᾶς
						βλάψαι <lb/>δυνηθεῖεν, ἐπὶ τὴν διὰ τῶν φαρμάκων ἐπιβουλὴν ἔρχονται· <lb/>καὶ φάντος γε
						ἐν τῇ διηγήσει νεανίσκον τινὰ πρὸ ἐτῶν ὡς <lb/>δέκα παραγενόμενον εἰς τὴν πόλιν,
						ἐπιδεικνύντα τε δι᾿ ﻿<pb n="624"/> ἔργων ὁμοίως ἐμοὶ τὴν ἐν τῇ τέχνῃ παρασκευὴν, ὑπὸ
						φαρμάκων <lb/>ἀναιρεθῆναι μεθ᾿ ὧν <milestone unit="ed1page" n="455"/>ἧκε δυοῖν ἱκετῶν·
						χάριν, <lb/>ἔφην, γινώσκω σοὶ, φίλτατε διδάσκαλε, πάντα μοι διηγησαμένῳ <lb/>τὰ τῆς
						πονηρίας αὐτῶν. ἐγὼ γὰρ ἀσφαλῶς ἐμαυτὸν <lb/>φυλάξω, χωρήσας αὐτοῖς ὁμόσε, κατάφωρόν τε
						τὴν <lb/>ἀμαθίαν αὐτῶν ἐργασάμενος ἀπαλλάξομαι τῆς μεγάλης τῆσδε <lb/>καὶ πολυανθρώπου
						πόλεως εἰς τὴν ὀλιγάνθρωπόν τε καὶ <lb/>σμικρὰν, ἐν ᾖ πάντες ἴσμεν ἀλλήλους ἐκ τίνων τε
						γεγόναμεν <lb/>ὅπως τε παιδείας ἔχομεν καὶ κτήσεως καὶ τρόπου <lb/>καὶ βίου. τραπόμενος
						οὖν ἐπὶ τοῦτο τὴν ἀμαθίαν αὐτῶν <lb/>καὶ τὴν πονηρίαν αὐτῶν ἐλέγχειν οὐκ ἐφρόντισα. </p></div></div></body></text></TEI>